- 底本
- Platonis Opera, Tomus III: Tetralogia V-VII. Burnet, John, editor. Oxford: Clarendon Press, 1903.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0059.tlg024.humanitext-grc2:86
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-27
苏格拉底由灵魂中始终保有真理而推导出灵魂不死,并主张探求未知事物的意义。在美诺的坚持要求下,他妥协同意在未定义美德“是什么”的情况下,先采用假设来考察美德是否“可教”。
ΣΩ. εἰ δὲ μὴ ἐν τῷ νῦν βίῳ λαβών,1 οὐκ ἤδη τοῦτο δῆλον, ὅτι ἐν ἄλλῳ τινὶ χρόνῳ εἶχε καὶ ἐμεμαθήκει; ΜΕΝ. φαίνεται. ΣΩ. οὐκοῦν οὗτός γέ ἐστιν ὁ χρόνος ὅτʼ οὐκ ἦν ἄνθρωπος; ΜΕΝ. ναί. ΣΩ. εἰ οὖν ὅν τʼ ἂν ᾖ χρόνον καὶ ὃν ἂν μὴ ᾖ ἄνθρωπος, ἐνέσονται αὐτῷ ἀληθεῖς δόξαι, αἳ ἐρωτήσει ἐπεγερθεῖσαι ἐπιστῆμαι γίγνονται, ἆρʼ οὖν τὸν ἀεὶ χρόνον μεμαθηκυῖα ἔσται2 ἡ ψυχὴ αὐτοῦ; δῆλον γὰρ ὅτι τὸν πάντα χρόνον ἔστιν ἢ οὐκ ἔστιν ἄνθρωπος. ΜΕΝ. φαίνεται. ΣΩ. οὐκοῦν εἰ ἀεὶ ἡ ἀλήθεια ἡμῖν τῶν ὄντων ἐστὶν ἐν τῇ ψυχῇ, ἀθάνατος ἂν ἡ ψυχὴ εἴη, ὥστε θαρροῦντα χρὴ ὃ μὴ τυγχάνεις ἐπιστάμενος νῦν—τοῦτο δʼ ἐστὶν ὃ μὴ μεμνημένος3—ἐπιχειρεῖν ζητεῖν καὶ ἀναμιμνῄσκεσθαι; ΜΕΝ. εὖ μοι δοκεῖς λέγειν, ὦ Σώκρατες, οὐκ οἶδʼ ὅπως. ΣΩ. καὶ γὰρ ἐγὼ ἐμοί, ὦ Μένων. καὶ τὰ μέν γε ἄλλα οὐκ ἂν πάνυ ὑπὲρ τοῦ λόγου διισχυρισαίμην· ὅτι δʼ οἰόμενοι δεῖν ζητεῖν ἃ μή τις οἶδεν βελτίους ἂν εἶμεν καὶ ἀνδρικώτεροι καὶ ἧττον ἀργοὶ ἢ εἰ οἰοίμεθα ἃ μὴ ἐπιστάμεθα μηδὲ δυνατὸν εἶναι εὑρεῖν μηδὲ δεῖν ζητεῖν, περὶ τούτου πάνυ ἂν διαμαχοίμην, εἰ οἷός τε εἴην, καὶ λόγῳ καὶ ἔργῳ. ΜΕΝ. καὶ τοῦτο μέν γε δοκεῖς μοι εὖ λέγειν, ὦ Σώκρατες. ΣΩ. βούλει οὖν, ἐπειδὴ ὁμονοοῦμεν ὅτι ζητητέον περὶ οὗ μή τις οἶδεν, ἐπιχειρήσωμεν κοινῇ ζητεῖν τί ποτʼ ἐστὶν ἀρετή; ΜΕΝ. πάνυ μὲν οὖν. οὐ μέντοι, ὦ Σώκρατες, ἀλλʼ ἔγωγε ἐκεῖνο ἂν ἥδιστα, ὅπερ ἠρόμην τὸ πρῶτον, καὶ σκεψαίμην καὶ ἀκούσαιμι, πότερον ὡς διδακτῷ ὄντι αὐτῷ δεῖ ἐπιχειρεῖν, ἢ ὡς φύσει ἢ ὡς τίνι ποτὲ τρόπῳ παραγιγνομένης τοῖς ἀνθρώποις τῆς ἀρετῆς. ΣΩ. ἀλλʼ εἰ μὲν ἐγὼ ἦρχον, ὦ Μένων, μὴ μόνον ἐμαυτοῦ ἀλλὰ καὶ σοῦ, οὐκ ἂν ἐσκεψάμεθα4 πρότερον εἴτε διδακτὸν εἴτε οὐ διδακτὸν ἡ ἀρετή, πρὶν ὅτι ἐστὶν πρῶτον ἐζητήσαμεν αὐτό· ἐπειδὴ δὲ σὺ σαυτοῦ μὲν οὐδʼ ἐπιχειρεῖς ἄρχειν, ἵνα δὴ ἐλεύθερος ᾖς, ἐμοῦ δὲ ἐπιχειρεῖς τε ἄρχειν καὶ ἄρχεις, συγχωρήσομαί σοι—τί γὰρ χρὴ ποιεῖν; —ἔοικεν οὖν σκεπτέον εἶναι ποῖόν τί ἐστιν ὃ μήπω ἴσμεν ὅτι ἐστίν. εἰ μή τι οὖν ἀλλὰ5 σμικρόν γέ μοι τῆς ἀρχῆς χάλασον, καὶ συγχώρησον ἐξ ὑποθέσεως αὐτὸ σκοπεῖσθαι, εἴτε διδακτόν ἐστιν εἴτε ὁπωσοῦν.
苏格拉底:但是,如果他不是在今生得到的,那么他是在其他某个时间拥有并已经学会了它,这难道不是已经很明显了吗? 美诺:似乎如此。 苏格拉底:那么,这不就是他还不成其为人的那个时间吗? 美诺:是的。 苏格拉底:那么,如果无论在他作为人的时间还是不作为人的时间,他里面都存在着真确的意见——这些意见通过提问而被唤醒并成为认识——那么他的灵魂不就始终处于已经学会了的状态吗?因为显而易见,在全部的时间里,他要么是人,要么不是人。 美诺:似乎如此。 苏格拉底:因此,如果存在者的真理始终在我们的灵魂中,那么灵魂就应当是不死的,从而人们应当充满信心,对于现在碰巧不知道的事情——也就是没有想起来的事情——着手去探求和回忆,不是吗? 美诺:苏格拉底,我觉得你说的很对,不知怎的。 苏格拉底:美诺,我也觉得我说的对。对于这个论证的其他方面,我并不想完全肯定地坚持;但是,如果我们认为应当去探求那些自己不知道的事情,我们就会比那些认为对于自己不知道的事情既不可能找到、也不需要去探求的人,变得更好、更勇敢、更不懒惰。关于这一点,只要我能做到,我一定会竭尽全力在言论和行动上进行战斗。 美诺:苏格拉底,这一点我觉得你也说得很好。 苏格拉底:那么,既然我们一致同意应当探求那些自己不知道的事情,你愿意让我们共同着手去探求“美德究竟是什么”吗? 美诺:非常愿意。不过,苏格拉底,我最乐意探讨和倾听的,还是我最初问的那个问题:我们在对待美德时,究竟应当把它当作是可以教导的东西来对待,还是把它当作是天生的,或者是以其他什么方式来到人们身上的东西? 苏格拉底:美诺,如果我不仅能支配我自己,还能支配你,那么在首先探求美德“是什么”之前,我们是绝不会去探讨美德“是可教的还是不可教的”;但是,既然你为了保持自由而根本不想支配自己,却反过来企图支配我,而且实际上也支配着我,那我就对你让步吧——因为我还能怎么办呢?——因此,我们似乎必须在一个我们还不知道它“是什么”的前提下,去探讨它“具有怎样的性质”。那么,既然如此,至少请你稍微对我放松一下你的支配,并允许我们从一个假设出发去考察它:它是可教的,还是以其他什么方式存在的。
- 86εἰ δὲ μὴ ἐν τῷ νῦν βίῳ λαβών
过去分词 λαβών 与 εἰ δὲ μή 共同构成条件从句,承接上文(如 §85e εἰ δὲ ἔλαβέν ποτε, οὐκ ἂν ἔν γε τῷ νῦν βίῳ εἰληφὼς εἴη)关于今生获得知识的讨论,意为“如果他不是在今生得到的”。
- 86aμεμαθηκυῖα ἔσται
现在完成时主动分词女性单数 μεμαθηκυῖα 与 εἰμί 的将来时第三人称单数 ἔσται 的组合构成了迂回式将来完成时,表示主语灵魂(ἡ ψυχὴ)“将始终处于已经学会的状态”。
- 86bὃ μὴ τυγχάνεις ἐπιστάμενος νῦν—τοῦτο δʼ ἐστὶν ὃ μὴ μεμνημένος—
τυγχάνεις ἐπιστάμενος 使用了 τυγχάνω + 分词的句型,意为“你现在碰巧不知道的事情”。在 ὃ μὴ μεμνημένος 中,完成时分词 μεμνημένος 后面省略了系动词(此处为第二人称单数 εἶ),意为“你(现在)没有想起来的事情”。
- 86dἀλλʼ εἰ μὲν ἐγὼ ἦρχον... οὐκ ἂν ἐσκεψάμεθα
这是一个表示与现在事实相反的虚拟条件句。前件由 εἰ + 未完成过去直陈式(ἦρχον)构成,后件由 ἄν + 过去不定时直陈式(ἐσκεψάμεθα)构成,意为“如果我(现在)支配了……我们(先前)便不会去探讨”。
- 86eεἰ μή τι οὖν ἀλλά
这是一个惯用表达,意为“如果别无他法,至少”或“如果不行,至少”。它用以强调紧随其后的 σμικρόν γε(“稍微”、“哪怕只有一点点”),凸显出苏格拉底虽然对美诺的要求做出了让步,但也寻求最低限度妥协的语境。
翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(1 处,最近 2026-09-21)
- 2026-09-21 AI校阅 — 译文 1 处
