- 底本
- Platonis Opera, Tomus III: Tetralogia V-VII. Burnet, John, editor. Oxford: Clarendon Press, 1903.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0059.tlg024.humanitext-grc2:83-84
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-27
苏格拉底向孩子证明,将边长翻倍会得到四倍大的面积,而三英尺的边长则会得到九平方英尺而非八平方英尺,从而引导孩子陷入了困境(无助状态)。随后,苏格拉底向美诺说明,这种意识到自己无知的过程对探求真理极其有益,并重新开始了提问。
ΣΩ. θεῶ δὴ αὐτὸν ἀναμιμνῃσκόμενον ἐφεξῆς, ὡς δεῖ ἀναμιμνῄσκεσθαι.1σὺ δέ μοι λέγε· ἀπὸ τῆς διπλασίας γραμμῆς φῂς τὸ διπλάσιον χωρίον γίγνεσθαι; τοιόνδε λέγω, μὴ ταύτῃ μὲν μακρόν, τῇ δὲ βραχύ, ἀλλὰ ἴσον πανταχῇ ἔστω ὥσπερ τουτί, διπλάσιον δὲ τούτου, ὀκτώπουν· ἀλλʼ ὅρα εἰ ἔτι σοι ἀπὸ τῆς διπλασίας δοκεῖ ἔσεσθαι. ΠΑΙ. ἔμοιγε. ΣΩ. οὐκοῦν διπλασία αὕτη ταύτης γίγνεται, ἂν ἑτέραν τοσαύτην προσθῶμεν ἐνθένδε; ΠΑΙ. πάνυ γε. ΣΩ. ἀπὸ ταύτης δή, φῄς, ἔσται τὸ ὀκτώπουν χωρίον, ἂν τέτταρες τοσαῦται γένωνται; ΠΑΙ. ναί. ΣΩ. ἀναγραψώμεθα δὴ ἀπʼ αὐτῆς ἴσας τέτταρας. ἄλλο τι ἢ τουτὶ ἂν εἴη ὃ φῂς τὸ ὀκτώπουν εἶναι; ΠΑΙ. πάνυ γε. ΣΩ. οὐκοῦν ἐν αὐτῷ ἐστιν ταυτὶ τέτταρα, ὧν ἕκαστον ἴσον τούτῳ ἐστὶν τῷ τετράποδι; ΠΑΙ. ναί. ΣΩ. πόσον οὖν γίγνεται; οὐ τετράκις τοσοῦτον; ΠΑΙ. πῶς δʼ οὔ; ΣΩ. διπλάσιον οὖν ἐστιν τὸ τετράκις τοσοῦτον; ΠΑΙ. οὐ μὰ Δία. ΣΩ. ἀλλὰ ποσαπλάσιον; ΠΑΙ. τετραπλάσιον. ΣΩ. ἀπὸ τῆς διπλασίας ἄρα, ὦ παῖ, οὐ διπλάσιον ἀλλὰ τετραπλάσιον γίγνεται χωρίον. ΠΑΙ. ἀληθῆ λέγεις. ΣΩ. τεττάρων γὰρ τετράκις ἐστὶν ἑκκαίδεκα. οὐχί; ΠΑΙ. ναί. ΣΩ. ὀκτώπουν δʼ ἀπὸ ποίας γραμμῆς; οὐχὶ ἀπὸ μὲν ταύτης τετραπλάσιον; ΠΑΙ. φημί. ΣΩ. τετράπουν δὲ ἀπὸ τῆς ἡμισέας ταυτησὶ τουτί; ΠΑΙ. ναί. ΣΩ. εἶεν· τὸ δὲ ὀκτώπουν οὐ τοῦδε μὲν διπλάσιόν ἐστιν, τούτου δὲ ἥμισυ; ΠΑΙ. ναί. ΣΩ. οὐκ ἀπὸ μὲν μείζονος ἔσται ἢ τοσαύτης γραμμῆς, ἀπὸ ἐλάττονος δὲ ἢ τοσησδί; ἢ οὔ; ΠΑΙ. ἔμοιγε δοκεῖ οὕτω. ΣΩ. καλῶς· τὸ γάρ σοι δοκοῦν τοῦτο ἀποκρίνου. καί μοι λέγε· οὐχ ἥδε μὲν δυοῖν ποδοῖν ἦν, ἡ δὲ τεττάρων; ΠΑΙ. ναί. ΣΩ. δεῖ ἄρα τὴν τοῦ ὀκτώποδος χωρίου γραμμὴν μείζω μὲν εἶναι τῆσδε τῆς δίποδος, ἐλάττω δὲ τῆς τετράποδος. ΠΑΙ. δεῖ. ΣΩ. πειρῶ δὴ λέγειν πηλίκην τινὰ φῂς αὐτὴν εἶναι. ΠΑΙ. τρίποδα. ΣΩ. οὐκοῦν ἄνπερ τρίπους ᾖ, τὸ ἥμισυ ταύτης προσληψόμεθα καὶ ἔσται τρίπους; δύο μὲν γὰρ οἵδε, ὁ δὲ εἷς· καὶ ἐνθένδε ὡσαύτως δύο μὲν οἵδε, ὁ δὲ εἷς· καὶ γίγνεται τοῦτο τὸ χωρίον ὃ φῄς. ΠΑΙ. ναί. ΣΩ. οὐκοῦν ἂν ᾖ τῇδε τριῶν καὶ τῇδε τριῶν, τὸ ὅλον χωρίον τριῶν τρὶς ποδῶν γίγνεται; ΠΑΙ. φαίνεται. ΣΩ. τρεῖς δὲ τρὶς πόσοι εἰσὶ πόδες; ΠΑΙ. ἐννέα. ΣΩ. ἔδει δὲ τὸ διπλάσιον πόσων εἶναι ποδῶν; ΠΑΙ. ὀκτώ. ΣΩ. οὐδʼ ἄρʼ ἀπὸ τῆς τρίποδός πω τὸ ὀκτώπουν χωρίον γίγνεται. ΠΑΙ. οὐ δῆτα.
苏格拉底:那么,请看着他按照顺序回忆起来,正如应当回忆的那样。你对我说吧:你说是从两倍长的线产生出两倍大的图形吗?我的意思是这样的:不是这边长、那边短,而是像这个图形一样在各方向上都相等,但又是这个图形的两倍大,即八平方英尺。不过,你看现在你是否仍认为它是从两倍长的线产生出来的。 孩子:我觉得是的。 苏格拉底:如果我们从这边加上另一条同样长的线,这一条不就成了那一条的两倍长吗? 孩子:当然。 苏格拉底:那么你说是从这一条线,如果做成了四条这么长的边,就会产生八平方英尺的图形吗? 孩子:是的。 苏格拉底:那么,让我们用它作边画出四条相等的边来。你所说的八平方英尺图形,不就是这个吗? 孩子:当然。 苏格拉底:那么,在它里面不是有这四个区域,其中每一个都等于这个四平方英尺的图形吗? 孩子:是的。 苏格拉底:那么,它变得多大了?难道不是那样的四倍吗? 孩子:怎么不是呢? 苏格拉底:那么,四倍大是两倍大吗? 孩子:凭宙斯起誓,当然不是。 苏格拉底:那是多少倍呢? 孩子:四倍。 苏格拉底:所以,孩子,从两倍长的线产生出来的,不是两倍大而是四倍大的图形。 孩子:你说得对。 苏格拉底:因为四的四倍是十六。难道不是吗? 孩子:是的。 苏格拉底:那么八平方英尺的图形是从什么线产生的?从这一条产生的是不是四倍大的图形? 孩子:我同意。 苏格拉底:而这个四平方英尺的图形,是从这条边的一半产生的,对吗? 孩子:是的。 苏格拉底:很好。那么八平方英尺的图形不是这个图形(四平方英尺)的两倍,而又是那个图形(十六平方英尺)的一半吗? 孩子:是的。 苏格拉底:那么,它不就是要从一条比这条更长、但比那条更短的线产生出来吗?是不是这样? 孩子:在我看来是这样的。 苏格拉底:很好;就回答你所认为的。告诉我:这条线不是两英尺,而那条线不是四英尺吗? 孩子:是的。 苏格拉底:所以,八平方英尺图形的边必须长于这两英尺的线,但短于那四英尺的线。 孩子:必须如此。 苏格拉底:那么试着告诉我,你说它大概有多长。 孩子:三英尺。 苏格拉底:那么,如果是三英尺,我们就要加上这条边的一半,它就会是三英尺了?因为这里是两英尺,这里是一英尺;那边也是一样,这里是两英尺,这里是一英尺;这就产生了你所说的那个图形。 孩子:是的。 苏格拉底:那么,如果这边是三英尺,那边也是三英尺,整个图形不就成了三乘三英尺吗? 孩子:显而易见。 苏格拉底:三的三倍是多少英尺? 孩子:九平方英尺。 苏格拉底:但是那个两倍大的图形应该是多少平方英尺呢? 孩子:八平方英尺。 苏格拉底:所以,八平方英尺的图形也还是不能从三英尺的边产生出来。 孩子:确实不能。
ΣΩ. ἀλλʼ ἀπὸ ποίας; πειρῶ ἡμῖν εἰπεῖν ἀκριβῶς· καὶ εἰ μὴ βούλει ἀριθμεῖν, ἀλλὰ δεῖξον ἀπὸ ποίας. ΠΑΙ. ἀλλὰ μὰ τὸν Δία, ὦ Σώκρατες, ἔγωγε οὐκ οἶδα. ΣΩ. ἐννοεῖς αὖ, ὦ Μένων, οὗ ἐστιν ἤδη βαδίζων ὅδε τοῦ ἀναμιμνῄσκεσθαι;2 ὅτι τὸ μὲν πρῶτον ᾔδει μὲν οὔ, ἥτις ἐστὶν ἡ τοῦ ὀκτώποδος χωρίου γραμμή, ὥσπερ οὐδὲ νῦν πω οἶδεν, ἀλλʼ οὖν ᾤετό γʼ αὐτὴν τότε εἰδέναι, καὶ θαρραλέως ἀπεκρίνετο ὡς εἰδώς, καὶ οὐχ ἡγεῖτο ἀπορεῖν· νῦν δὲ ἡγεῖται ἀπορεῖν ἤδη, καὶ ὥσπερ οὐκ οἶδεν, οὐδʼ οἴεται εἰδέναι. ΜΕΝ. ἀληθῆ λέγεις. ΣΩ. οὐκοῦν νῦν βέλτιον ἔχει περὶ τὸ πρᾶγμα ὃ οὐκ ᾔδει; ΜΕΝ. καὶ τοῦτό μοι δοκεῖ. ΣΩ. ἀπορεῖν οὖν αὐτὸν ποιήσαντες καὶ ναρκᾶν ὥσπερ ἡ νάρκη, μῶν τι ἐβλάψαμεν; ΜΕΝ. οὐκ ἔμοιγε δοκεῖ. ΣΩ. προὔργου γοῦν τι πεποιήκαμεν, ὡς ἔοικε, πρὸς τὸ ἐξευρεῖν ὅπῃ ἔχει· νῦν μὲν γὰρ καὶ ζητήσειεν ἂν ἡδέως οὐκ εἰδώς, τότε δὲ ῥᾳδίως ἂν καὶ πρὸς πολλοὺς καὶ πολλάκις ᾤετʼ ἂν εὖ λέγειν περὶ τοῦ διπλασίου χωρίου, ὡς δεῖ διπλασίαν τὴν γραμμὴν ἔχειν μήκει. ΜΕΝ. ἔοικεν. ΣΩ. οἴει οὖν ἂν αὐτὸν πρότερον ἐπιχειρῆσαι ζητεῖν3 ἢ μανθάνειν τοῦτο ὃ ᾤετο εἰδέναι οὐκ εἰδώς, πρὶν εἰς ἀπορίαν κατέπεσεν ἡγησάμενος μὴ εἰδέναι, καὶ ἐπόθησεν τὸ εἰδέναι; ΜΕΝ. οὔ μοι δοκεῖ, ὦ Σώκρατες. ΣΩ. ὤνητο ἄρα ναρκήσας; ΜΕΝ. δοκεῖ μοι. ΣΩ. σκέψαι δὴ ἐκ ταύτης τῆς ἀπορίας ὅτι καὶ ἀνευρήσει ζητῶν μετʼ ἐμοῦ, οὐδὲν ἀλλʼ ἢ ἐρωτῶντος ἐμοῦ4 καὶ οὐ διδάσκοντος· φύλαττε δὲ ἄν που εὕρῃς με διδάσκοντα καὶ διεξιόντα αὐτῷ, ἀλλὰ μὴ τὰς τούτου δόξας ἀνερωτῶντα.λέγε γάρ μοι σύ· οὐ τὸ μὲν τετράπουν τοῦτο ἡμῖν ἐστι χωρίον; μανθάνεις; ΠΑΙ. ἔγωγε. ΣΩ. ἕτερον δὲ αὐτῷ προσθεῖμεν ἂν τουτὶ ἴσον; ΠΑΙ. ναί. ΣΩ. καὶ τρίτον τόδε ἴσον ἑκατέρῳ τούτων; ΠΑΙ. ναί. ΣΩ. οὐκοῦν προσαναπληρωσαίμεθʼ ἂν τὸ ἐν τῇ γωνίᾳ τόδε; ΠΑΙ. πάνυ γε. ΣΩ. ἄλλο τι οὖν γένοιτʼ ἂν τέτταρα ἴσα χωρία τάδε; ΠΑΙ. ναί. ΣΩ. τί οὖν; τὸ ὅλον τόδε ποσαπλάσιον τοῦδε γίγνεται; ΠΑΙ. τετραπλάσιον. ΣΩ. ἔδει δέ γε διπλάσιον ἡμῖν γενέσθαι· ἢ οὐ μέμνησαι; ΠΑΙ. πάνυ γε.
苏格拉底:那么到底是从什么线产生的?试着准确地告诉我们;如果你不想计算,那就指给我们看是从什么线上产生的。 孩子:可是凭宙斯起誓,苏格拉底,我真的不知道。 苏格拉底:美诺,你注意到他现在在回忆的道路上走到哪里了吗?起初他不知道八平方英尺图形的边是什么,就像他现在也仍然不知道一样;但是,当时他以为自己知道,并且像个知情者一样自信地回答,并不觉得遇到了困难。但现在,他觉得自己已经陷入了困境,而且正如他不知道一样,他也不再以为自己知道了。 美诺:你说得对。 苏格拉底:那么,对于他所不知道的事情,他现在不是处于更好的状态吗? 美诺:我也觉得是这样。 苏格拉底:那么,使他陷入困境、并像电鳐一样麻痹他,难道我们害了他吗? 美诺:我可不觉得。 苏格拉底:看来,对于发现事情究竟如何,我们至少做了一件有益的事。因为现在既然不知道,他会乐意去寻找,而在当时,他很容易就会认为自己可以在许多人面前、多次得意洋洋地谈论这个两倍大的图形,说它的边在长度上必须是两倍。 美诺:似乎如此。 苏格拉底:那么你认为,在他陷入困境并意识到自己不知道、从而渴望知道之前,他会试图去寻找或学习这个他自以为知道而实际上不知道的东西吗? 美诺:我觉得不会,苏格拉底。 苏格拉底:那么,他被麻痹了是有好处的吗? 美诺:我觉得是。 苏格拉底:那么请看他如何从这种困境出发,通过与我一起寻找来发现真理,而我除了向他提问之外什么都不教他;请监视我,看你是否发现我在教他、向他讲解,而不是在询问他自己的意见。你告诉我:这难道不是我们的四平方英尺图形吗?你明白吗? 孩子:是的。 苏格拉底:那么我们可以在它旁边加上另一个同样大的图形吗? 孩子:是的。 苏格拉底:还有第三个,和这两个中的每一个都相等,对吗? 孩子:是的。 苏格拉底:那么,我们可以把角落里的这一块填补满吗? 孩子:当然。 苏格拉底:那么,这难道不就成了这四个相等的图形吗? 孩子:是的。 苏格拉底:那么,这个整体比原来的那个图形大多少倍呢? 孩子:四倍。 苏格拉底:但是我们应该得到一个两倍大的,难道你不记得了吗? 孩子:记得。
- 83ὡς δεῖ ἀναμιμνῄσκεσθαι
ὡς 是方式副词(“如何/以何种方式”),引导回忆的过程。它指出了孩子的“回忆”应该遵循的正确的循序渐进的步骤。
- 84aοὗ ἐστιν ἤδη βαδίζων ὅδε τοῦ ἀναμιμνῄσκεσθαι
οὗ 是表示地点或程度的联系副词(“在……之处/阶段”),支配属格冠词不定式 τοῦ ἀναμιμνῄσκεσθαι(“回忆的”),意为“他在回忆的道路上已经走到了哪个阶段”。βαδίζων ἐστίν 是现在分词与系动词构成的迂言现在时。
- 84cοἴει οὖν ἂν αὐτὸν πρότερον ἐπιχειρῆσαι ζητεῖν
不定式 ἐπιχειρῆσαι 伴有助词 ἄν,代表在 οἴει 引导的间接引语中带有 ἄν 的反事实直陈式(或潜在希求式)的折合。它与随后的 πρὶν 从句相对应,表达了反事实的结果:“你认为(在他陷入困境之前)他会试图去寻找……吗?”
- 84cοὐδὲν ἀλλʼ ἢ ἐρωτῶντος ἐμοῦ
οὐδὲν ἀλλʼ ἤ 是 οὐδὲν ἄλλο ἤ(“除了……之外什么也没有”)省略 ἄλλο 的惯用语。ἐρωτῶντος ἐμοῦ 是属格独立分词结构,描述了主句动作的伴随状况(“我除了提问什么都不做”)。
翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(3 处,最近 2026-09-21)
- 2026-09-21 AI校阅 — 译文 3 处
