← 柏拉图

美诺篇

§79

批判以部分定义美德并要求重新界定

苏格拉底批评美诺违背承诺,企图通过美德的部分(如正义)来定义整体,从而将美德碎片化,并要求他重新从头定义美德的整体。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§79

ΣΩ. οὐδὲν ἄρα μᾶλλον ὁ πόρος τῶν τοιούτων ἀγαθῶν ἢ ἡ ἀπορία ἀρετὴ ἂν εἴη, ἀλλά, ὡς ἔοικεν, ὃ μὲν ἂν μετὰ δικαιοσύνης γίγνηται,1 ἀρετὴ ἔσται, ὃ δʼ ἂν ἄνευ πάντων τῶν τοιούτων, κακία. ΜΕΝ. δοκεῖ μοι ἀναγκαῖον εἶναι ὡς λέγεις. ΣΩ. οὐκοῦν τούτων ἕκαστον ὀλίγον πρότερον μόριον ἀρετῆς ἔφαμεν εἶναι, τὴν δικαιοσύνην καὶ σωφροσύνην καὶ πάντα τὰ τοιαῦτα; ΜΕΝ. ναί. ΣΩ. εἶτα, ὦ Μένων, παίζεις πρός με; ΜΕΝ. τί δή, ὦ Σώκρατες; ΣΩ. ὅτι ἄρτι ἐμοῦ δεηθέντος σου μὴ καταγνύναι2 μηδὲ κερματίζειν τὴν ἀρετήν, καὶ δόντος παραδείγματα καθʼ ἃ δέοι ἀποκρίνεσθαι, τούτου μὲν ἠμέλησας, λέγεις δέ μοι ὅτι ἀρετή ἐστιν οἷόν τʼ εἶναι τἀγαθὰ πορίζεσθαι μετὰ δικαιοσύνης· τοῦτο δὲ φῂς μόριον ἀρετῆς εἶναι; ΜΕΝ. ἔγωγε. ΣΩ. οὐκοῦν συμβαίνει ἐξ ὧν σὺ ὁμολογεῖς, τὸ μετὰ μορίου ἀρετῆς πράττειν ὅτι ἂν πράττῃ, τοῦτο ἀρετὴν εἶναι· τὴν γὰρ δικαιοσύνην μόριον φῂς ἀρετῆς εἶναι, καὶ ἕκαστα τούτων. τί οὖν δὴ τοῦτο λέγω; ὅτι ἐμοῦ δεηθέντος ὅλον εἰπεῖν τὴν ἀρετήν, αὐτὴν μὲν πολλοῦ δεῖς εἰπεῖν ὅτι ἐστίν,3 πᾶσαν δὲ φῂς πρᾶξιν ἀρετὴν εἶναι, ἐάνπερ μετὰ μορίου ἀρετῆς πράττηται, ὥσπερ εἰρηκὼς ὅτι ἀρετή ἐστιν τὸ ὅλον καὶ ἤδη γνωσομένου ἐμοῦ, καὶ ἐὰν σὺ κατακερματίζῃς αὐτὴν κατὰ μόρια. δεῖται οὖν σοι πάλιν ἐξ ἀρχῆς, ὡς ἐμοὶ δοκεῖ, τῆς αὐτῆς ἐρωτήσεως, ὦ φίλε Μένων, τί ἐστιν ἀρετή, εἰ μετὰ μορίου ἀρετῆς πᾶσα πρᾶξις ἀρετὴ ἂν εἴη; τοῦτο γάρ ἐστιν λέγειν, ὅταν λέγῃ τις, ὅτι πᾶσα ἡ μετὰ δικαιοσύνης πρᾶξις ἀρετή ἐστιν. ἢ οὐ δοκεῖ σοι πάλιν δεῖσθαι τῆς αὐτῆς ἐρωτήσεως, ἀλλʼ οἴει τινὰ εἰδέναι μόριον ἀρετῆς ὅτι ἐστίν, αὐτὴν μὴ εἰδότα; ΜΕΝ. οὐκ ἔμοιγε δοκεῖ. ΣΩ. εἰ γὰρ καὶ μέμνησαι, ὅτʼ ἐγώ σοι ἄρτι ἀπεκρινάμην περὶ τοῦ σχήματος, ἀπεβάλλομέν που τὴν τοιαύτην ἀπόκρισιν τὴν διὰ τῶν ἔτι ζητουμένων καὶ μήπω ὡμολογημένων ἐπιχειροῦσαν ἀποκρίνεσθαι. ΜΕΝ. καὶ ὀρθῶς γε ἀπεβάλλομεν, ὦ Σώκρατες. ΣΩ. μὴ τοίνυν, ὦ ἄριστε, μηδὲ σὺ ἔτι ζητουμένης ἀρετῆς ὅλης ὅτι ἐστὶν οἴου διὰ τῶν ταύτης μορίων ἀποκρινόμενος δηλώσειν αὐτὴν4 ὁτῳοῦν, ἢ ἄλλο ὁτιοῦν τούτῳ τῷ αὐτῷ τρόπῳ λέγων, ἀλλὰ πάλιν τῆς αὐτῆς δεήσεσθαι ἐρωτήσεως, τίνος ὄντος ἀρετῆς λέγεις ἃ λέγεις· ἢ οὐδέν σοι δοκῶ λέγειν; ΜΕΝ. ἔμοιγε δοκεῖς ὀρθῶς λέγειν. ΣΩ. ἀπόκριναι τοίνυν πάλιν ἐξ ἀρχῆς· τί φῂς ἀρετὴν εἶναι καὶ σὺ καὶ ὁ ἑταῖρός σου;

苏格拉底:那么,获得此类好东西也并不比不获得更算得上是美德;相反,正如所见,伴随着正义而产生的获得将是美德,而没有任何这类品质而产生的获得则是恶德。美诺:在我看来,事情必然如你所说。苏格拉底:那么,我们刚才不是说,这些中的每一个——正义、节制以及所有这类事物——都是美德的一部分吗?美诺:是的。苏格拉底:既然如此,美诺,你在戏弄我吗?美诺:为什么这么说,苏格拉底?苏格拉底:因为刚才我请求你不要打碎或细分美德,并给出了应当如何回答的例子,你却无视了这些,反而告诉我,美德就是能够伴随着正义来获得好东西;而这个正义,你说是美德的一部分?美诺:我是这样说的。苏格拉底:那么,从你所承认的可以得出结论:伴随着美德的一部分来行事(无论所做的是什么),这就是美德;因为你说正义以及这些中的每一个都是美德的一部分。那我为什么说这个呢?因为虽然我请求你说明美德的整体,你非但远远没有说出它本身是什么,反而说只要是伴随着美德的一部分来进行,任何行为就都是美德,就好像你已经说过了美德的整体是什么,并且即使你把它切成碎片,我也已经能够认识它似的。因此,亲爱的美诺,在我看来,你必须从头开始重新面对同一个问题:如果伴随着美德的一部分的任何行为都是美德,那么美德究竟是什么?因为当有人说“伴随着正义的任何行为都是美德”时,指的就是这个意思。还是说,你认为不需要重新提出同一个问题,而是认为有人在不认识美德本身的情况下,就能知道美德的一部分是什么?美诺:我觉得不能。苏格拉底:如果你还记得,刚才我回答你关于“图形”的问题时,我们曾一致拒绝了那种试图通过尚在探求中、尚未达成共识的概念来进行回答的方式。美诺:而且我们拒绝得对,苏格拉底。苏格拉底:那么,优秀的友人啊,在美德的整体尚在探求之中时,不要以为通过它的部分进行回答就能对任何人讲清楚它,也不要以为可以用这同一个方式去说明任何别的事物;相反,你仍需面对同一个问题,即:在你谈论美德时,美德究竟是作为什么整体而存在的。还是说,你认为我是在无理取闹?美诺:我认为你说的很对。苏格拉底:那么,请从头开始重新回答:你和你的同伴认为美德是什么?

语法注4 条
  1. 79ὃ μὲν ἂν μετὰ δικαιοσύνης γίγνηται

    包含先行词的关系代词 ὅς 与 ἄν 及虚拟语气连用,构成条件从句(“凡是伴随着正义而产生的”)。在后半句(ὃ δʼ ἂν ἄνευ...)中,省略了前文的动词 γίγνηται 以及主句的谓语动词 ἔσται,使得名词 κακία 直接充当谓语。

  2. 79aἐμοῦ δεηθέντος σου μὴ καταγνύναι

    ἐμοῦ δεηθέντος 构成属格绝对结构,其中 ἐμοῦ 是属格单数不定过去时被动(中被动)分词 δεηθέντος(源自 δέομαι,“请求”)的逻辑主语。代词 σου 是动词 δέομαι 所支配的属格,而 μὴ καταγνύναι 是表示请求内容的否定不定式。

  3. 79bαὐτὴν μὲν πολλοῦ δεῖς εἰπεῖν ὅτι ἐστίν

    αὐτὴν(它本身)是前置宾语(prolepsis),从后面 ὅτι 从句的主语位置提至主句。惯用表达 πολλοῦ δεῖ(远非、相差甚远)在此处变位为第二人称单数 δεῖς,并支配不定式 εἰπεῖν,意为“你远未说明……”。

  4. 79dμηδὲ σὺ ἔτι ζητουμένης ἀρετῆς ὅλης ὅτι ἐστὶν οἴου διὰ τῶν ταύτης μορίων ἀποκρινόμενος δηλώσειν αὐτὴν

    主动词是命令式 οἴου(源自 οἴομαι,“不要以为”),它支配将来时不定式 δηλώσειν(“将要阐明”)。其间插入了属格绝对结构 ἔτι ζητουμένης ἀρετῆς ὅλης ὅτι ἐστὶν(“在美德整体是什么尚在被探求之时”),其中 ὅτι ἐστίν 是说明属格名词短语内容的一般间接疑问句。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(3 处,最近 2026-11-15)
  • 2026-11-15 AI校阅 — 注 2 处
  • 2026-09-21 AI校阅 — 注 1 处
urn:cts:greekLit:tlg0059.tlg024.humanitext-grc2:79