← 柏拉图

高尔吉亚篇

§504

身心的秩序与真正演说家的使命

苏格拉底论证道,正如所有手艺人都以秩序和协调为目标进行工作一样,身体的健康和灵魂的德性(正义与节制)也源于秩序与规整。他指出,优秀的修辞家应当致力于在公民的灵魂中培养这些德性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§504

ΣΩ. οἷον εἰ βούλει ἰδεῖν1 τοὺς ζωγράφους, τοὺς οἰκοδόμους, τοὺς ναυπηγούς, τοὺς ἄλλους πάντας δημιουργούς, ὅντινα βούλει αὐτῶν, ὡς εἰς τάξιν τινὰ ἕκαστος ἕκαστον τίθησιν ὃ ἂν τιθῇ,2 καὶ προσαναγκάζει τὸ ἕτερον τῷ ἑτέρῳ πρέπον τε εἶναι καὶ ἁρμόττειν, ἕως ἂν τὸ ἅπαν συστήσηται τεταγμένον τε καὶ κεκοσμημένον πρᾶγμα· καὶ οἵ τε δὴ ἄλλοι δημιουργοὶ καὶ οὓς νυνδὴ ἐλέγομεν, οἱ περὶ τὸ σῶμα, παιδοτρίβαι τε καὶ ἰατροί, κοσμοῦσί που τὸ σῶμα καὶ συντάττουσιν. ὁμολογοῦμεν οὕτω τοῦτʼ ἔχειν ἢ οὔ; ΚΑΛ. ἔστω τοῦτο οὕτω. ΣΩ. τάξεως ἄρα καὶ κόσμου τυχοῦσα οἰκία χρηστὴ ἂν εἴη, ἀταξίας δὲ μοχθηρά; ΚΑΛ. φημί. ΣΩ. οὐκοῦν καὶ πλοῖον ὡσαύτως; ΚΑΛ. ναί. ΣΩ. καὶ μὴν καὶ τὰ σώματά φαμεν τὰ ἡμέτερα; ΚΑΛ. πάνυ γε. ΣΩ. τί δʼ ἡ ψυχή; ἀταξίας τυχοῦσα ἔσται χρηστή, ἢ τάξεώς τε καὶ κόσμου τινός; ΚΑΛ. ἀνάγκη ἐκ τῶν πρόσθεν καὶ τοῦτο συνομολογεῖν. ΣΩ. τί οὖν ὄνομά ἐστιν ἐν τῷ σώματι τῷ ἐκ τῆς τάξεώς τε καὶ τοῦ κόσμου γιγνομένῳ; ΚΑΛ. Ὑγίειαν καὶ ἰσχὺν ἴσως λέγεις. ΣΩ. ἔγωγε. τί δὲ αὖ τῷ ἐν τῇ ψυχῇ ἐγγιγνομένῳ ἐκ τῆς τάξεως καὶ τοῦ κόσμου; πειρῶ εὑρεῖν καὶ εἰπεῖν ὥσπερ ἐκεῖ τὸ ὄνομα. ΚΑΛ. τί δὲ οὐκ αὐτὸς λέγεις, ὦ Σώκρατες; ΣΩ. ἀλλʼ εἴ σοι ἥδιόν ἐστιν, ἐγὼ ἐρῶ· σὺ δέ, ἂν μέν σοι δοκῶ ἐγὼ καλῶς λέγειν, φάθι, εἰ δὲ μή, ἔλεγχε καὶ μὴ ἐπίτρεπε. ἐμοὶ γὰρ δοκεῖ ταῖς μὲν τοῦ σώματος τάξεσιν ὄνομα εἶναι ὑγιεινόν, ἐξ οὗ ἐν αὐτῷ ἡ ὑγίεια γίγνεται καὶ ἡ ἄλλη ἀρετὴ τοῦ σώματος. ἔστιν ταῦτα ἢ οὐκ ἔστιν; ΚΑΛ. ἔστιν. ΣΩ. ταῖς δέ γε τῆς ψυχῆς τάξεσι καὶ κοσμήσεσιν νόμιμόν τε καὶ νόμος,3 ὅθεν καὶ νόμιμοι γίγνονται καὶ κόσμιοι· ταῦτα δʼ ἔστιν δικαιοσύνη τε καὶ σωφροσύνη. φῂς ἢ οὔ; ΚΑΛ. ἔστω. ΣΩ. οὐκοῦν πρὸς ταῦτα βλέπων ὁ ῥήτωρ ἐκεῖνος, ὁ τεχνικός τε καὶ ἀγαθός, καὶ τοὺς λόγους προσοίσει ταῖς ψυχαῖς οὓς ἂν λέγῃ, καὶ τὰς πράξεις ἁπάσας, καὶ δῶρον ἐάν τι διδῷ, δώσει, καὶ ἐάν τι ἀφαιρῆται, ἀφαιρήσεται, πρὸς τοῦτο ἀεὶ τὸν νοῦν ἔχων, ὅπως ἂν αὐτοῦ τοῖς πολίταις δικαιοσύνη μὲν ἐν ταῖς ψυχαῖς γίγνηται, ἀδικία δὲ ἀπαλλάττηται, καὶ σωφροσύνη μὲν ἐγγίγνηται, ἀκολασία δὲ ἀπαλλάττηται, καὶ ἡ ἄλλη ἀρετὴ ἐγγίγνηται, κακία δὲ ἀπίῃ. συγχωρεῖς ἢ οὔ; ΚΑΛ. συγχωρῶ. ΣΩ. τί γὰρ ὄφελος, ὦ Καλλίκλεις, σώματί γε κάμνοντι καὶ μοχθηρῶς διακειμένῳ σιτία πολλὰ διδόναι καὶ τὰ ἥδιστα ἢ ποτὰ ἢ ἄλλʼ ὁτιοῦν, ὃ μὴ ὀνήσει αὐτὸ ἔσθʼ ὅτι πλέον ἢ τοὐναντίον κατά γε τὸν δίκαιον λόγον καὶ ἔλαττον;4 ἔστι ταῦτα;

苏格拉底:例如,如果你想看看画家、建筑师、造船匠以及所有其他手艺人,无论你想看他们中的哪一个,他们每个人如何将自己所安置的每一个部分安置在某种秩序之中,并强使一个部分与另一个部分相适合、相协调,直到这整体被构建为一个有序且整饰的事物。的确,其他的手艺人以及我们刚才提到的那些关注身体的人,即体育教师和医生,想必也在整饰和秩序化身体。我们同意这是如此,还是不同意? 卡里克勒斯:就让它是这样吧。 苏格拉底:那么,获得秩序和整饰的房屋会是好的,而无秩序的则是恶劣的吗? 卡里克勒斯:是的。 苏格拉底:那么船只也是如此吗? 卡里克勒斯:是的。 苏格拉底:那么我们的身体,我们也这样说吗? 卡里克勒斯:确实如此。 苏格拉底:那么灵魂呢?它获得无秩序会是好的,还是获得某种秩序与整饰? 卡里克勒斯:根据之前的论证,我们也必须同意这一点。 苏格拉底:那么,由于秩序和整饰而产生于身体中的那个东西叫什么名字? 卡里克勒斯:你大概说的是健康和力量。 苏格拉底:正是我。那么,由于秩序和整饰而产生于灵魂中的那个东西又叫什么?试着像刚才那样找出并说出它的名字。 卡里克勒斯:苏格拉底,你为什么不自己说呢? 苏格拉底:好吧,如果这对你来说更愉快,我就说;而你,如果觉得我说得好,就赞同,如果不好,就反驳我,不要放过我。因为在我看来,对身体的秩序而言,其名称是“健康的”,身体的健康及其他德性便由此在其中产生。是这样还是不是? 卡里克勒斯:是的。 苏格拉底:而对灵魂的秩序和整饰而言,则是“合法的”与“法律”,人们由此变得守法和有序;这就是正义和节制。你赞同还是不赞同? 卡里克勒斯:就这么着吧。 苏格拉底:那么,那位具有技术且优秀的修辞家在关注这些时,也会将他所说的言辞以及他所有的行动都施加于灵魂,如果他给予什么恩惠,他就会给予,如果他剥夺什么,他就会剥夺,始终专注于此,以便使市民们的灵魂中产生正义而除去不正义,产生节制而除去放纵,产生其他的德性而除去恶德。你同意还是不同意? 卡里克勒斯:我同意。 苏格拉底:卡里克勒斯,对于一个生病且处于恶劣状态的身体来说,给予它大量的食物和最愉快的饮料或任何其他东西,如果这完全不能给它带来好处,或者相反,按照正确的道理,甚至益处更少(更无济于事),那又有什么益处呢?是这样吗?

语法注4 条
  1. 504οἷον εἰ βούλει ἰδεῖν

    这是一个先行先行(prolepsis)句式,ἰδεῖν 的直接宾语(如 τοὺς ζωγράφους 等)在意义上充当后面由 ὡς 引导的间接疑问句的主语,即“看画家们……如何安置……”。

  2. 504ἕκαστος ἕκαστον τίθησιν ὃ ἂν τιθῇ

    主格 ἕκαστος 与宾格 ἕκαστον 并置,强调个体之间的对应(“每个人……每个事物”)。伴随 ἄν 和虚拟语气的关系从句 ὃ ἂν τιθῇ 是泛指关系从句,修饰 ἕκαστον(意为“无论他安置什么”)。

  3. 504dταῖς δέ γε τῆς ψυχῆς τάξεσι καὶ κοσμήσεσιν νόμιμόν τε καὶ νόμος

    此句延续了前句(ταῖς μὲν τοῦ σώματος τάξεσιν ὄνομα εἶναι...)的句法结构,省略了主句动词 δοκεῖ 和不定式 εἶναι。与格 ταῖς... τάξεσι 起到参考或所有与格的作用。

  4. 504eκατά γε τὸν δίκαιον λόγον καὶ ἔλαττον

    顺接前文的 ἢ tou̓nantíon(或者相反),καὶ ἔλαττον(甚至更少[有益])在此处作为一种委婉陈述(litotes),实际意味着“反而有害”,即按照正确的道理益处反而更少。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)urn:cts:greekLit:tlg0059.tlg023.humanitext-grc2:504