- 底本
- Platonis Opera, Tomus III: Tetralogia V-VII. Burnet, John, editor. Oxford: Clarendon Press, 1903.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0059.tlg023.humanitext-grc2:489
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-28
苏格拉底指出多数人的共识与自然正义相一致,从而揭露了卡里克勒斯立场的矛盾,而卡里克勒斯则将“更强者”重新定义为“更聪明的人”,而非仅是肉体强壮的人。
ΣΩ. ἆρʼ οὖν οἱ πολλοὶ νομίζουσιν οὕτως, ὡς ἄρτι αὖ σὺ ἔλεγες, δίκαιον εἶναι τὸ ἴσον ἔχειν καὶ αἴσχιον τὸ ἀδικεῖν τοῦ ἀδικεῖσθαι; ἔστιν ταῦτα ἢ οὔ; καὶ ὅπως μὴ ἁλώσῃ1 ἐνταῦθα σὺ αὖ αἰσχυνόμενος. νομίζουσιν, ἢ οὔ, οἱ πολλοὶ τὸ ἴσον ἔχειν ἀλλʼ οὐ τὸ πλέον δίκαιον εἶναι, καὶ αἴσχιον τὸ ἀδικεῖν τοῦ ἀδικεῖσθαι; μὴ φθόνει μοι ἀποκρίνασθαι τοῦτο, Καλλίκλεις, ἵνʼ, ἐάν μοι ὁμολογήσῃς, βεβαιώσωμαι ἤδη παρὰ σοῦ, ἅτε ἱκανοῦ ἀνδρὸς διαγνῶναι ὡμολογηκότος.2 ΚΑΛ. ἀλλʼ οἵ γε πολλοὶ νομίζουσιν οὕτως. ΣΩ. οὐ νόμῳ ἄρα μόνον ἐστὶν αἴσχιον τὸ ἀδικεῖν τοῦ ἀδικεῖσθαι, οὐδὲ δίκαιον τὸ ἴσον ἔχειν, ἀλλὰ καὶ φύσει· ὥστε κινδυνεύεις οὐκ ἀληθῆ λέγειν ἐν τοῖς πρόσθεν οὐδὲ ὀρθῶς ἐμοῦ κατηγορεῖν λέγων ὅτι ἐναντίον ἐστὶν ὁ νόμος καὶ ἡ φύσις, ἃ δὴ καὶ ἐγὼ γνοὺς κακουργῶ ἐν τοῖς λόγοις, ἐὰν μέν τις κατὰ φύσιν λέγῃ, ἐπὶ τὸν νόμον ἄγων, ἐὰν δέ τις κατὰ νόμον, ἐπὶ τὴν φύσιν. ΚΑΛ. οὑτοσὶ ἀνὴρ οὐ παύσεται φλυαρῶν. εἰπέ μοι, ὦ Σώκρατες, οὐκ αἰσχύνῃ τηλικοῦτος ὢν ὀνόματα θηρεύων, καὶ ἐάν τις ῥήματι ἁμάρτῃ, ἕρμαιον τοῦτο ποιούμενος; ἐμὲ γὰρ οἴει ἄλλο τι λέγειν τὸ κρείττους εἶναι ἢ τὸ βελτίους; οὐ πάλαι σοι λέγω ὅτι ταὐτόν φημι εἶναι τὸ βέλτιον καὶ τὸ κρεῖττον; ἢ οἴει με λέγειν, ἐὰν συρφετὸς συλλεγῇ δούλων καὶ παντοδαπῶν ἀνθρώπων μηδενὸς ἀξίων πλὴν ἴσως τῷ σώματι ἰσχυρίσασθαι, καὶ οὗτοι φῶσιν, αὐτὰ ταῦτα εἶναι νόμιμα; ΣΩ. εἶεν, ὦ σοφώτατε Καλλίκλεις· οὕτω λέγεις; ΚΑΛ. πάνυ μὲν οὖν. ΣΩ. ἀλλʼ ἐγὼ μέν, ὦ δαιμόνιε, καὶ αὐτὸς πάλαι τοπάζω τοιοῦτόν τί σε λέγειν τὸ κρεῖττον, καὶ ἀνερωτῶ γλιχόμενος σαφῶς εἰδέναι ὅτι λέγεις. οὐ γὰρ δήπου σύ γε τοὺς δύο βελτίους ἡγῇ τοῦ ἑνός, οὐδὲ τοὺς σοὺς δούλους βελτίους σοῦ, ὅτι ἰσχυρότεροί εἰσιν ἢ σύ. ἀλλὰ πάλιν ἐξ ἀρχῆς εἰπὲ τί ποτε λέγεις τοὺς βελτίους, ἐπειδὴ οὐ τοὺς ἰσχυροτέρους; καὶ ὦ θαυμάσιε πρᾳότερόν με προδίδασκε, ἵνα μὴ ἀποφοιτήσω παρὰ σοῦ. ΚΑΛ. εἰρωνεύῃ, ὦ Σώκρατες. ΣΩ. μὰ τὸν Ζῆθον,3 ὦ Καλλίκλεις, ᾧ σὺ χρώμενος πολλὰ νυνδὴ εἰρωνεύου πρός με· ἀλλʼ ἴθι εἰπέ, τίνας λέγεις τοὺς βελτίους εἶναι; ΚΑΛ. τοὺς ἀμείνους ἔγωγε. ΣΩ. ὁρᾷς ἄρα ὅτι σὺ αὐτὸς ὀνόματα λέγεις, δηλοῖς δὲ οὐδέν; οὐκ ἐρεῖς, τοὺς βελτίους καὶ κρείττους πότερον τοὺς φρονιμωτέρους λέγεις ἢ ἄλλους τινάς; ΚΑΛ. ἀλλὰ ναὶ μὰ Δία τούτους λέγω, καὶ σφόδρα γε.
苏格拉底:那么,多数人是否也像你刚才所说的那样,认为拥有平等的一份是正义的,而行不义比受不义更可耻?是这样,还是不是?而且你要小心,不要在这里又因为羞耻而露了马脚。多数人是否认为,拥有平等的一份而非占有更多是正义的,行不义比受不义更可耻?卡里克勒斯,请不要吝惜回答我这个问题,以便如果你向我表示同意,我就可以从你这里得到确证,因为这是一个有能力做出判断的人所同意的。 卡里克勒斯:是的,多数人确实是这么认为的。 苏格拉底:因此,行不义比受不义更可耻,以及拥有平等的一份是正义的,不仅是根据法律,而且也是根据自然。所以你之前所说的可能不是真话,你对我的指责也是不对的,你说法律和自然是相互对立的,而我明知这一点却在辩论中搞恶作剧,如果有人根据自然说话,我就把他引向法律,如果有人根据法律说话,我就引向自然。 卡里克勒斯:这个人简直没完没了地胡说八道。告诉我,苏格拉底,你到了这个年纪,还在捕捉字字句句,并且如果有人在言语中犯了错,你就把它当成天上掉下来的馅饼,难道你不感到可耻吗?因为你以为我所说的“更强者”是指除“更优秀者”之外的别的东西吗?我不是早就对你说过,我说“更优秀者”和“更强者”是同一回事吗?还是你以为我是说,如果聚集了一群奴隶和各种各样除了身体强壮之外毫无价值的人,他们所说的话,就是法律规定? 苏格拉底:好啊,最聪明的卡里克勒斯,你是这个意思吗? 卡里克勒斯:完全如此。 苏格拉底:但是,我亲爱的朋友,我自己在很久以前就猜测,你所说的“更强者”是指这类意思。我一直追问你,也是因为我渴望明确地知道你究竟在说什么。因为你当然不会认为两个人比一个人更优秀,也不会认为你的奴隶因为比你强壮就比你更优秀。那么,请从头再告诉我,既然不是指更强壮的人,你究竟把怎样的人称为“更优秀者”?而且,我令人敬佩的朋友,请更温和地教导我,免得我从你这里退学。 卡里克勒斯:你是在讽刺我吧,苏格拉底。 苏格拉底:绝对没有,凭着策托斯起誓,卡里克勒斯,就是你刚才用来对我大加讽刺的那位策托斯!但请说吧,你究竟说哪些人是“更优秀者”? 卡里克勒斯:我指的是那些更好的人。 苏格拉底:那么你看到了吧,你自己也是只在说一些词汇,却什么也没讲清楚?你难道不肯说,你所说的“更优秀者”和“更强者”是指更聪明的人,还是指别的什么人吗? 卡里克勒斯:不,凭着宙斯起誓,我正是指这些人,而且非常肯定。
- 489aὅπως μὴ ἁλώσῃ
ὅπως μή + 虚拟语气第二人称单数(ἁλώσῃ)的结构。这是一种省略了主句动词(如 ὅρα“注意、小心”)的独立句用法,表示警告或劝告。在此处意为“当心别(因羞耻而)露了马脚”。
- 489aἅτε ἱκανοῦ ἀνδρὸς διαγνῶναι ὡμολογηκότος
连词 ἅτε 修饰属格独立分词结构。完成时主动分词 ὡμολογηκότος 的逻辑主语是 ἱκανοῦ ἀνδρὸς。形容词 ἱκανοῦ 后面跟着表示目的或能力的动词不定式 διαγνῶναι(判断),意为“有能力做出判断的人”。该结构与前面的属格代词 σοῦ(在 παρὰ 之后)形成实际上的同格关系,表示客观理由:“既然你作为有能力判断的人已经同意了”。
- 489eμὰ τὸν Ζῆθον
誓言小词 μὰ 后接宾格(Ζῆθον)。这是戏剧中常见的口语誓言表达。苏格拉底在此处充满讽刺地以策托斯的名义起誓,以此回敬卡里克勒斯在之前(485e–486c)引用欧里庇得斯的悲剧,将苏格拉底比作不务实际的安菲翁、将自己比作务实的策托斯并对其进行说教的行为。
