- 底本
- Platonis Opera, Tomus III: Tetralogia V-VII. Burnet, John, editor. Oxford: Clarendon Press, 1903.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0059.tlg023.humanitext-grc2:481
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-28
苏格拉底阐述了修辞学在帮助敌人逃避不正义惩罚方面的矛盾用处,卡里克勒斯听后介入并询问苏格拉底是否在认真说话。
ΣΩ. τοὐναντίον δέ γε αὖ μεταβαλόντα,1 εἰ ἄρα δεῖ τινα κακῶς ποιεῖν, εἴτʼ ἐχθρὸν εἴτε ὁντινοῦν, ἐὰν μόνον μὴ αὐτὸς ἀδικῆται ὑπὸ τοῦ ἐχθροῦ—τοῦτο μὲν γὰρ εὐλαβητέον—ἐὰν δὲ ἄλλον ἀδικῇ ὁ ἐχθρός, παντὶ τρόπῳ παρασκευαστέον, καὶ πράττοντα καὶ λέγοντα, ὅπως μὴ δῷ δίκην μηδὲ ἔλθῃ παρὰ τὸν δικαστήν· ἐὰν δὲ ἔλθῃ, μηχανητέον ὅπως ἂν διαφύγῃ καὶ μὴ δῷ δίκην ὁ ἐχθρός, ἀλλʼ ἐάντε χρυσίον ᾖ ἡρπακὼς πολύ, μὴ ἀποδιδῷ τοῦτο ἀλλʼ ἔχων ἀναλίσκῃ καὶ εἰς ἑαυτὸν καὶ εἰς τοὺς ἑαυτοῦ ἀδίκως καὶ ἀθέως, ἐάντε αὖ θανάτου ἄξια ἠδικηκὼς ᾖ, ὅπως μὴ ἀποθανεῖται, μάλιστα μὲν μηδέποτε, ἀλλʼ ἀθάνατος ἔσται πονηρὸς ὤν, εἰ δὲ μή, ὅπως ὡς πλεῖστον χρόνον βιώσεται τοιοῦτος ὤν. ἐπὶ τὰ τοιαῦτα ἔμοιγε δοκεῖ, ὦ Πῶλε, ἡ ῥητορικὴ χρήσιμος εἶναι, ἐπεὶ τῷ γε μὴ μέλλοντι ἀδικεῖν οὐ μεγάλη τίς μοι δοκεῖ ἡ χρεία αὐτῆς εἶναι, εἰ δὴ καὶ ἔστιν τις χρεία, ὡς ἔν γε τοῖς πρόσθεν οὐδαμῇ ἐφάνη οὖσα. ΚΑΛ. εἰπέ μοι, ὦ Χαιρεφῶν, σπουδάζει ταῦτα Σωκράτης ἢ παίζει; ΧΑΙ. ἐμοὶ μὲν δοκεῖ, ὦ Καλλίκλεις, ὑπερφυῶς σπουδάζειν· οὐδὲν μέντοι οἷον τὸ αὐτὸν ἐρωτᾶν. ΚΑΛ. νὴ τοὺς θεοὺς ἀλλʼ ἐπιθυμῶ. εἰπέ μοι, ὦ Σώκρατες, πότερόν σε θῶμεν νυνὶ σπουδάζοντα ἢ παίζοντα; εἰ μὲν γὰρ σπουδάζεις τε καὶ τυγχάνει ταῦτα ἀληθῆ ὄντα ἃ λέγεις, ἄλλο τι ἢ2 ἡμῶν ὁ βίος ἀνατετραμμένος ἂν εἴη τῶν ἀνθρώπων καὶ πάντα τὰ ἐναντία πράττομεν, ὡς ἔοικεν, ἢ ἃ δεῖ; ΣΩ. ὦ Καλλίκλεις, εἰ μή τι ἦν3 τοῖς ἀνθρώποις πάθος, τοῖς μὲν ἄλλο τι, τοῖς δὲ ἄλλο τι τὸ αὐτό, ἀλλά τις ἡμῶν ἴδιόν τι ἔπασχεν πάθος ἢ οἱ ἄλλοι, οὐκ ἂν ἦν ῥᾴδιον ἐνδείξασθαι τῷ ἑτέρῳ τὸ ἑαυτοῦ πάθημα. λέγω δʼ ἐννοήσας ὅτι ἐγώ τε καὶ σὺ νῦν τυγχάνομεν ταὐτόν τι πεπονθότες, ἐρῶντε δύο ὄντε δυοῖν ἑκάτερος, ἐγὼ μὲν Ἀλκιβιάδου τε τοῦ Κλεινίου καὶ φιλοσοφίας, σὺ δὲ δυοῖν, τοῦ τε Ἀθηναίων δήμου καὶ τοῦ Πυριλάμπους. αἰσθάνομαι οὖν σου ἑκάστοτε, καίπερ ὄντος δεινοῦ, ὅτι ἂν φῇ σου τὰ παιδικὰ καὶ ὅπως ἂν φῇ ἔχειν, οὐ δυναμένου ἀντιλέγειν, ἀλλʼ ἄνω καὶ κάτω μεταβαλλομένου· ἔν τε τῇ ἐκκλησίᾳ, ἐάν τι σοῦ λέγοντος ὁ δῆμος ὁ Ἀθηναίων μὴ φῇ οὕτως ἔχειν, μεταβαλλόμενος λέγεις ἃ ἐκεῖνος βούλεται, καὶ πρὸς τὸν Πυριλάμπους νεανίαν τὸν καλὸν τοῦτον τοιαῦτα ἕτερα πέπονθας.
苏格拉底:但是相反,如果调转立场,如果确实必须向某人施加伤害,无论是敌人还是任何其他人——只要自己不遭受该敌人的不正义伤害,因为这确实是必须防范的——但如果该敌人对他人施加不正义,就必须千方百计地通过行动和言语来设法,使他既不接受惩罚,也不去法官那里。而如果他去了,就必须策划让敌人逃脱,不接受惩罚;也就是说,如果他掠夺了大量金钱,就让他不予归还,而是据为己有,不义且不敬地挥霍在自己和亲信身上;如果他犯下了该判死刑的不正义,就设法使他不死——最好永远不死,作为一个恶人而长生不死,如果不行,也设法使他以这种状态活得尽可能长久。波洛斯,在我看来,修辞学对于此类事情是有用的;因为对于不打算行不正义的人来说,修辞学的用处在我看来并不大,如果它确实有什么用处的话,因为在之前的讨论中,它已显出毫无用处。 卡里克勒斯:告诉我,凯勒丰,苏格拉底说这些是认真的,还是开玩笑的? 凯勒丰:卡里克勒斯,在我看来,他是极其认真的;不过,没有什么比直接问他本人更好的了。 卡里克勒斯:凭神明起誓,这正是我想做的。告诉我,苏格拉底,我们现在应该把你看作是认真的,还是开玩笑的?因为如果你是认真的,并且你说的这些确实是真理,那么我们人类的生活不就被彻底颠倒了吗?而且看起来,我们所做的一切不都与我们应该做的完全相反吗? 苏格拉底:卡里克勒斯,如果人类没有某种共同的感受,即一些人有这种感受,另一些人有那种相同的感受,而是我们中有人承受着不同于他人的独特感受,那就很难向对方表明自己的感受。我这么说是因为我注意到你和我现在碰巧有着相同的经历,我们两个人各自爱着两个对象:我爱克莱尼亚斯之子阿尔西比亚德斯和哲学,而你爱另外两个,即雅典人民和皮里兰佩斯之子。因此,我注意到,尽管你很聪明,但每当你的爱人说什么,无论他说事情是怎样的,你都无法反驳,而是忽上忽下地改变立场。在公民大会上,如果雅典人民在你说话时否认你所说的,你就会改变立场,说他们想听的话;而对于皮里兰佩斯那个美丽的年轻儿子,你也有着相似的经历。
- 481μεταβαλόντα
一个阳性单数过去时宾格分词,与非人称动词性形容词 παρασκευαστέον 的隐含宾格主语一致。它表示立场的条件性转变,即与先前自我指控的论点相反,“转向相反立场”。
- 481cἄλλο τι ἤ
引入期待肯定回答的疑问句的惯用表达,意为“难道不是……吗?”,最初源自二选一结构 ἄλλο τι [ἔστιν] ἤ...(“除了……还能是别的东西吗?”)。
- 481cεἰ μή τι ἦν ... οὐκ ἂν ἦν
在条件从句和主句中均采用未完成过去时直陈式 ἦν 的反事实条件句,表示与现在事实或普遍真理相反的假设。
