- 底本
- Platonis Opera, Tomus III: Tetralogia V-VII. Burnet, John, editor. Oxford: Clarendon Press, 1903.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0059.tlg023.humanitext-grc2:462-463
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-27
苏格拉底与波洛斯展开对话,苏格拉底将修辞学定义为一种类似于烹饪术的“熟练”,而非技术,并指出其本质上属于“谄媚”的一部分。
ΣΩ. ἀλλὰ ἀντίθες τοι· σοῦ μακρὰ λέγοντος καὶ μὴ ἐθέλοντος τὸ ἐρωτώμενον ἀποκρίνεσθαι, οὐ δεινὰ ἂν αὖ ἐγὼ πάθοιμι, εἰ μὴ ἐξέσται μοι ἀπιέναι καὶ μὴ ἀκούειν σου; ἀλλʼ εἴ τι κήδῃ τοῦ λόγου τοῦ εἰρημένου καὶ ἐπανορθώσασθαι αὐτὸν βούλει, ὥσπερ νυνδὴ ἔλεγον, ἀναθέμενος ὅτι σοι δοκεῖ, ἐν τῷ μέρει ἐρωτῶν τε καὶ ἐρωτώμενος, ὥσπερ ἐγώ τε καὶ Γοργίας, ἔλεγχέ τε καὶ ἐλέγχου. φῂς γὰρ δήπου καὶ σὺ ἐπίστασθαι ἅπερ Γοργίας· ἢ οὔ; ΠΩΛ. ἔγωγε. ΣΩ. οὐκοῦν καὶ σὺ κελεύεις σαυτὸν ἐρωτᾶν ἑκάστοτε ὅτι ἄν τις βούληται, ὡς ἐπιστάμενος ἀποκρίνεσθαι; ΠΩΛ. πάνυ μὲν οὖν. ΣΩ. καὶ νῦν δὴ τούτων ὁπότερον βούλει ποίει, ἐρώτα ἢ ἀποκρίνου. ΠΩΛ. ἀλλὰ ποιήσω ταῦτα. καί μοι ἀπόκριναι, ὦ Σώκρατες· ἐπειδὴ Γοργίας ἀπορεῖν σοι δοκεῖ περὶ τῆς ῥητορικῆς, σὺ αὐτὴν τίνα φῂς εἶναι; ΣΩ. ἆρα ἐρωτᾷς ἥντινα τέχνην φημὶ εἶναι; ΠΩΛ. ἔγωγε. ΣΩ. οὐδεμία ἔμοιγε δοκεῖ, ὦ Πῶλε, ὥς γε πρὸς σὲ τἀληθῆ εἰρῆσθαι.1 ΠΩΛ. ἀλλὰ τί σοι δοκεῖ ἡ ῥητορικὴ εἶναι; ΣΩ. πρᾶγμα ὃ φῂς σὺ ποιῆσαι τέχνην2 ἐν τῷ συγγράμματι ὃ ἐγὼ ἔναγχος ἀνέγνων. ΠΩΛ. τί τοῦτο λέγεις; ΣΩ. ἐμπειρίαν ἔγωγέ τινα. ΠΩΛ. ἐμπειρία ἄρα σοι δοκεῖ ἡ ῥητορικὴ εἶναι; ΣΩ. ἔμοιγε, εἰ μή τι σὺ ἄλλο λέγεις. ΠΩΛ. τίνος ἐμπειρία; ΣΩ. χάριτός τινος καὶ ἡδονῆς ἀπεργασίας. ΠΩΛ. οὐκοῦν καλόν σοι δοκεῖ ἡ ῥητορικὴ εἶναι, χαρίζεσθαι οἷόν τε εἶναι ἀνθρώποις; ΣΩ. τί δέ, ὦ Πῶλε; ἤδη πέπυσαι παρʼ ἐμοῦ ὅτι φημὶ αὐτὴν εἶναι, ὥστε τὸ μετὰ τοῦτο ἐρωτᾷς εἰ οὐ καλή μοι δοκεῖ εἶναι; ΠΩΛ. οὐ γὰρ πέπυσμαι ὅτι ἐμπειρίαν τινὰ αὐτὴν φῂς εἶναι; ΣΩ. βούλει οὖν, ἐπειδὴ τιμᾷς τὸ χαρίζεσθαι, σμικρόν τί μοι χαρίσασθαι; ΠΩΛ. ἔγωγε. ΣΩ. ἐροῦ νῦν με, ὀψοποιία ἥτις μοι δοκεῖ τέχνη εἶναι. ΠΩΛ. ἐρωτῶ δή, τίς τέχνη ὀψοποιία; ΣΩ. οὐδεμία, ὦ Πῶλε. ΠΩΛ. ἀλλὰ τί; φάθι. ΣΩ. φημὶ δή, ἐμπειρία τις. ΠΩΛ. τίς; φάθι. ΣΩ. φημὶ δή, χάριτος καὶ ἡδονῆς ἀπεργασίας, ὦ Πῶλε. ΠΩΛ. ταὐτὸν ἄρʼ ἐστὶν ὀψοποιία καὶ ῥητορική; ΣΩ. οὐδαμῶς γε, ἀλλὰ τῆς αὐτῆς μὲν ἐπιτηδεύσεως μόριον. ΠΩΛ. τίνος λέγεις ταύτης;
苏格拉底:但你想想看:如果你长篇大论,不愿回答所提的问题,如果我没有离开而不听你说话的自由,那我不也同样会遭遇悲惨吗?但是,如果你对刚才说过的讨论有半点在乎,并且想要纠正它,就像我刚才说的那样,撤回任何你认为不妥的内容,像我和高尔吉亚那样轮流提问和回答,去反驳并且被反驳。因为想必你也主张自己懂得高尔吉亚所懂得的那些事物,不是吗? 波洛斯:的确如此。 苏格拉底:那么,你也要求自己每次在任何人愿意时接受提问,因为你懂得如何回答? 波洛斯:完全如此。 苏格拉底:那么现在,这两者中你愿意做哪一个就做哪一个:提问或者回答。 波洛斯:那我就这样做。苏格拉底,请回答我:既然高尔吉亚在你看来对修辞学感到困惑,那么你自己说它是什么? 苏格拉底:你是在问我认为它是什么技术吗? 波洛斯:正是。 苏格拉底:波洛斯,在我看来它根本不是任何技术,如果要对你说明真相的话。 波洛斯:那么在你看来修辞学是什么? 苏格拉底:就是你声称在你的著作中——我最近读过的那部——使之成为技术的那件事物。 波洛斯:你这话是什么意思? 苏格拉底:某种熟练(经验)。 波洛斯:那么在你看来,修辞学是某种熟练吗? 苏格拉底:在我看来是的,除非你另有说法。 波洛斯:是关于什么的熟练? 苏格拉底:产生某种取悦和快乐的熟练。 波洛斯:那么在你看来,修辞学是美好的,因为能够取悦于人? 苏格拉底:波洛斯,这是怎么回事?你已经从我这里得知我认为它是什么了吗?以至于在此之后你要问我是不是觉得它不美? 波洛斯:难道我没有得知你称它是某种熟练吗? 苏格拉底:那么,既然你推崇取悦,你愿意稍微取悦我一下吗? 波洛斯:愿意。 苏格拉底:那么现在请问我,烹饪术在我看来是什么技术。 波洛斯:那我问了:烹饪术是什么技术? 苏格拉底:根本不是,波洛斯。 波洛斯:那是什么?说吧。 苏格拉底:我说是某种熟练。 波洛斯:是关于什么的?说吧。 苏格拉底:我说是产生取悦和快乐的熟练,波洛斯。 波洛斯:那么烹饪术和修辞学是同一样东西吗? 苏格拉底:绝非如此,而是同一种行当的一部分。 波洛斯:你说的这种行当是什么?
ΣΩ. μὴ ἀγροικότερον ᾖ τὸ ἀληθὲς εἰπεῖν· ὀκνῶ γὰρ Γοργίου ἕνεκα λέγειν, μὴ οἴηταί με διακωμῳδεῖν τὸ ἑαυτοῦ ἐπιτήδευμα. ἐγὼ δέ, εἰ μὲν τοῦτό ἐστιν ἡ ῥητορικὴ ἣν Γοργίας ἐπιτηδεύει, οὐκ οἶδα—καὶ γὰρ ἄρτι ἐκ τοῦ λόγου οὐδὲν ἡμῖν καταφανὲς ἐγένετο τί ποτε οὗτος ἡγεῖται—ὃ δʼ ἐγὼ καλῶ τὴν ῥητορικήν, πράγματός τινός ἐστι μόριον οὐδενὸς τῶν καλῶν. ΓΟΡ. τίνος, ὦ Σώκρατες; εἰπέ· μηδὲν ἐμὲ αἰσχυνθῇς. ΣΩ. δοκεῖ τοίνυν μοι, ὦ Γοργία, εἶναί τι ἐπιτήδευμα τεχνικὸν μὲν οὔ, ψυχῆς δὲ στοχαστικῆς καὶ ἀνδρείας καὶ φύσει δεινῆς προσομιλεῖν τοῖς ἀνθρώποις·3 καλῶ δὲ αὐτοῦ ἐγὼ τὸ κεφάλαιον κολακείαν. ταύτης μοι δοκεῖ τῆς ἐπιτηδεύσεως πολλὰ μὲν καὶ ἄλλα μόρια εἶναι, ἓν δὲ καὶ ἡ ὀψοποιική· ὃ δοκεῖ μὲν εἶναι τέχνη, ὡς δὲ ὁ ἐμὸς λόγος, οὐκ ἔστιν τέχνη ἀλλʼ ἐμπειρία καὶ τριβή. ταύτης μόριον καὶ τὴν ῥητορικὴν ἐγὼ καλῶ καὶ τήν γε κομμωτικὴν καὶ τὴν σοφιστικήν, τέτταρα ταῦτα μόρια ἐπὶ τέτταρσιν πράγμασιν. εἰ οὖν βούλεται Πῶλος πυνθάνεσθαι, πυνθανέσθω· οὐ γάρ πω πέπυσται ὁποῖόν φημι ἐγὼ τῆς κολακείας μόριον εἶναι τὴν ῥητορικήν, ἀλλʼ αὐτὸν λέληθα οὔπω ἀποκεκριμένος,4 ὁ δὲ ἐπανερωτᾷ εἰ οὐ καλὸν ἡγοῦμαι εἶναι. ἐγὼ δὲ αὐτῷ οὐκ ἀποκρινοῦμαι πρότερον εἴτε καλὸν εἴτε αἰσχρὸν ἡγοῦμαι εἶναι τὴν ῥητορικὴν πρὶν ἂν πρῶτον ἀποκρίνωμαι ὅτι ἐστίν. οὐ γὰρ δίκαιον, ὦ Πῶλε· ἀλλʼ εἴπερ βούλει πυθέσθαι, ἐρώτα ὁποῖον μόριον τῆς κολακείας φημὶ εἶναι τὴν ῥητορικήν. ΠΩΛ. ἐρωτῶ δή, καὶ ἀπόκριναι ὁποῖον μόριον. ΣΩ. ἆρʼ οὖν ἂν μάθοις ἀποκριναμένου; ἔστιν γὰρ ἡ ῥητορικὴ κατὰ τὸν ἐμὸν λόγον πολιτικῆς μορίου εἴδωλον. ΠΩΛ. τί οὖν; καλὸν ἢ αἰσχρὸν λέγεις αὐτὴν εἶναι; ΣΩ. αἰσχρὸν ἔγωγε—τὰ γὰρ κακὰ αἰσχρὰ καλῶ—ἐπειδὴ δεῖ σοι ἀποκρίνασθαι ὡς ἤδη εἰδότι ἃ ἐγὼ λέγω. ΓΟΡ. μὰ τὸν Δία, ὦ Σώκρατες, ἀλλʼ ἐγὼ οὐδὲ αὐτὸς συνίημι ὅτι λέγεις. ΣΩ. εἰκότως γε, ὦ Γοργία· οὐδὲν γάρ πω σαφὲς λέγω, Πῶλος δὲ ὅδε νέος ἐστὶ καὶ ὀξύς. ΓΟΡ. ἀλλὰ τοῦτον μὲν ἔα, ἐμοὶ δʼ εἰπὲ πῶς λέγεις πολιτικῆς μορίου εἴδωλον εἶναι τὴν ῥητορικήν.
苏格拉底:说出真话可能显得有点粗俗;因为我顾及高尔吉亚,生怕他以为我在嘲弄他的行当。但是对我来说,高尔吉亚所从事的如果就是这种修辞学,我不知道——因为刚才从讨论中我们完全没弄清楚他究竟认为它是什么——但我所说的修辞学,只是某个绝不属于美好事物的事物的一部分。 高尔吉亚:是什么事物的一部分,苏格拉底?说吧,完全不用顾虑我。 苏格拉底:高尔吉亚,在我看来,它是一种行当,虽不是技术,却属于一个善于揣摩、勇敢且天生擅长与人交往的灵魂。我称其总和为谄媚(逢迎)。在我看来,这种行当有许多不同的部分,其中之一就是烹饪术。这看起来像是技术,但在我看来,它不是技术,而是熟练和惯性(经验)。而我把修辞学也称为这种行当的一部分,还有美容术和诡辩术,这四个部分对应于四个事物。所以,如果波洛斯想要探究,就让他探究吧;因为他还没有得知我所说的修辞学是谄媚的哪一部分,但他自己并没注意到我还没有回答,却又折回来问我是不是觉得它不美。但是,在首先回答它是什么之前,我不会先回答他我认为修辞学是美还是丑。因为这不公正,波洛斯;但如果你真的想得知,就请问我所说的修辞学是谄媚的哪一部分。 波洛斯:那我问了,请回答是哪一部分。 苏格拉底:那么,如果我回答了,你能明白吗?根据我的看法,修辞学是政治学一部分的幻影(影像)。 波洛斯:那么?你说它是美还是丑? 苏格拉底:我说是丑的——因为我把坏的东西称为丑——既然必须对你进行回答,就当你已经懂得我所说的话。 高尔吉亚:凭宙斯起誓,苏格拉底,我自己也不明白你是什么意思。 苏格拉底:理所当然,高尔吉亚;因为我还没说出任何明白的话,而这边的波洛斯还年轻而敏锐。 高尔吉亚:那就别管他了,请告诉我,你怎么说修辞学是政治学一部分的幻影。
- 462bὥς γε πρὸς σὲ τἀληθῆ εἰρῆσθαι
带有关系代词(或连接词) ὡς 的不定式绝对用法,构成插入语,意为“对你说明真相的话”。
- 462bὃ φῂς σὺ ποιῆσαι τέχνην
关系代词 ὃ 是 ποιῆσαι 的宾语。在此带对格的不定式结构中,σύ 是不定式的主语,τέχνην 作宾语补足语,构成“你声称已将其制作为技术的那个事物”。
- 463aψυχῆς δὲ στοχαστικῆς καὶ ἀνδρείας καὶ φύσει δεινῆς προσομιλεῖν τοῖς ἀνθρώποις
修饰名词 ἐπιτήδευμα(行当)的说明性属格。其后的不定式 προσομιλεῖν 是限定不定式(说明性不定式),修饰形容词 δεινῆς,意为“擅长与人交往”。
- 463cαὐτὸν λέληθα οὔπω ἀποκεκριμένος
动词 λανθάνω(此处为 λέληθα)与分词(ἀποκεκριμένος)结合的惯用结构,意为“我自己尚未回答这一事实瞒过了他”,即他自己没有注意到苏格拉底还没有回答。
翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・修订记录(2 处,最近 2026-10-15)
- 2026-10-15 读者报告(校订者修正) — 原文 2 处
