← 柏拉图

高尔吉亚篇

§459

面向无知者的说服与正义知识

苏格拉底使高尔吉亚承认,修辞学仅仅是一种让无知者在无知的大众面前显得比专家更有说服力的手段,并进而提问:在正义、美德和善恶等道德价值上是否也是如此,抑或学生在学习修辞学之前必须已经了解这些真理。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§459

ΣΩ. οὐκοῦν περὶ πάντων ὥστʼ ἐν ὄχλῳ πιθανὸν εἶναι, οὐ διδάσκοντα ἀλλὰ πείθοντα;1 ΓΟΡ. πάνυ μὲν οὖν. ΣΩ. ἔλεγές τοι νυνδὴ ὅτι καὶ περὶ τοῦ ὑγιεινοῦ τοῦ ἰατροῦ πιθανώτερος ἔσται ὁ ῥήτωρ. ΓΟΡ. καὶ γὰρ ἔλεγον, ἔν γε ὄχλῳ. ΣΩ. οὐκοῦν τὸ ἐν ὄχλῳ τοῦτό ἐστιν, ἐν τοῖς μὴ εἰδόσιν; οὐ γὰρ δήπου ἔν γε τοῖς εἰδόσι τοῦ ἰατροῦ πιθανώτερος ἔσται. ΓΟΡ. ἀληθῆ λέγεις. ΣΩ. οὐκοῦν εἴπερ τοῦ ἰατροῦ πιθανώτερος ἔσται, τοῦ εἰδότος πιθανώτερος γίγνεται; ΓΟΡ. πάνυ γε. ΣΩ. οὐκ ἰατρός γε ὤν· ἦ γάρ; ΓΟΡ. ναί. ΣΩ. ὁ δὲ μὴ ἰατρός γε δήπου ἀνεπιστήμων ὧν ὁ ἰατρὸς ἐπιστήμων. ΓΟΡ. δῆλον ὅτι. ΣΩ. ὁ οὐκ εἰδὼς ἄρα τοῦ εἰδότος ἐν οὐκ εἰδόσι πιθανώτερος ἔσται, ὅταν ὁ ῥήτωρ τοῦ ἰατροῦ πιθανώτερος ᾖ. τοῦτο συμβαίνει ἢ ἄλλο τι; ΓΟΡ. τοῦτο ἐνταῦθά γε συμβαίνει. ΣΩ. οὐκοῦν καὶ περὶ τὰς ἄλλας ἁπάσας τέχνας ὡσαύτως ἔχει ὁ ῥήτωρ καὶ ἡ ῥητορική· αὐτὰ μὲν τὰ πράγματα οὐδὲν δεῖ αὐτὴν εἰδέναι ὅπως ἔχει,2 μηχανὴν δέ τινα πειθοῦς ηὑρηκέναι ὥστε φαίνεσθαι τοῖς οὐκ εἰδόσι μᾶλλον εἰδέναι τῶν εἰδότων. ΓΟΡ. οὐκοῦν πολλὴ ῥᾳστώνη, ὦ Σώκρατες, γίγνεται, μὴ μαθόντα τὰς ἄλλας τέχνας ἀλλὰ μίαν ταύτην, μηδὲν ἐλαττοῦσθαι τῶν δημιουργῶν; ΣΩ. εἰ μὲν ἐλαττοῦται ἢ μὴ ἐλαττοῦται ὁ ῥήτωρ τῶν ἄλλων διὰ τὸ οὕτως ἔχειν, αὐτίκα ἐπισκεψόμεθα, ἐάν τι ἡμῖν πρὸς λόγου ᾖ· νῦν δὲ τόδε πρότερον σκεψώμεθα, ἆρα τυγχάνει περὶ τὸ δίκαιον καὶ τὸ ἄδικον καὶ τὸ αἰσχρὸν καὶ τὸ καλὸν καὶ ἀγαθὸν καὶ κακὸν οὕτως ἔχων ὁ ῥητορικὸς3 ὡς περὶ τὸ ὑγιεινὸν καὶ περὶ τὰ ἄλλα ὧν αἱ ἄλλαι τέχναι, αὐτὰ μὲν οὐκ εἰδώς, τί ἀγαθὸν ἢ τί κακόν ἐστιν ἢ τί καλὸν ἢ τί αἰσχρὸν ἢ δίκαιον ἢ ἄδικον, πειθὼ δὲ περὶ αὐτῶν μεμηχανημένος ὥστε δοκεῖν εἰδέναι οὐκ εἰδὼς ἐν οὐκ εἰδόσιν μᾶλλον τοῦ εἰδότος; ἢ ἀνάγκη εἰδέναι, καὶ δεῖ προεπιστάμενον ταῦτα ἀφικέσθαι παρὰ σὲ τὸν μέλλοντα μαθήσεσθαι τὴν ῥητορικήν; εἰ δὲ μή, σὺ ὁ τῆς ῥητορικῆς διδάσκαλος τούτων μὲν οὐδὲν διδάξεις τὸν ἀφικνούμενον4—οὐ γὰρ σὸν ἔργον —ποιήσεις δʼ ἐν τοῖς πολλοῖς δοκεῖν εἰδέναι αὐτὸν τὰ τοιαῦτα οὐκ εἰδότα καὶ δοκεῖν ἀγαθὸν εἶναι οὐκ ὄντα; ἢ τὸ παράπαν οὐχ οἷός τε ἔσῃ αὐτὸν διδάξαι τὴν ῥητορικήν, ἐὰν μὴ προειδῇ περὶ τούτων τὴν ἀλήθειαν; ἢ πῶς τὰ τοιαῦτα ἔχει, ὦ Γοργία; καὶ πρὸς Διός, ὥσπερ ἄρτι εἶπες, ἀποκαλύψας τῆς ῥητορικῆς εἰπὲ τίς ποθʼ ἡ δύναμίς ἐστιν.

苏格拉底:那么,是为了在群众中对一切事物都有说服力,不是通过教导,而是通过说服吗? 高尔吉亚:正是如此。 苏格拉底:你刚才确实说过,即使关于健康的事物,辩论家也比医生更有说服力。 高尔吉亚:是的,我确实说过,至少在群众中是这样。 苏格拉底:那么,这个‘在群众中’指的是在那些不知道的人当中吧?因为在那些知道的人当中,他绝不会比医生更有说服力。 高尔吉亚:你说得对。 苏格拉底:那么,如果他确实比医生更有说服力,他岂不就比知道的人更有说服力了? 高尔吉亚:完全是这样。 苏格拉底:而他自己并不是医生,对吧? 高尔吉亚:是的。 苏格拉底:而毫无疑问,非医生对于医生所精通的事情是无知的。 高尔吉亚:显然如此。 苏格拉底:那么,当辩论家比医生更有说服力时,在不知者当中,不知者就比知道者更有说服力了。结果是这样,还是别的什么? 高尔吉亚:在这个情况下,确实是这样。 苏格拉底:那么,对于所有其他技艺,辩论家和修辞学的情况也是如此吗?它完全不需要知道事情本身究竟如何,而只需要发现某种说服的窍门,好让它在不知者眼里显得比知道者知道得更多。 高尔吉亚:那么,苏格拉底,不学其他技艺而只学这一种,却在工匠面前毫不逊色,这岂不是极大的便宜吗? 苏格拉底:辩论家因为处于这种状态,在面对他人时究竟是处于劣势还是不处于劣势,如果对我们的讨论有用,我们待会儿再考察;但现在让我们先考察这一点:是否辩论家在面对正义与非正义、丑与美、善与恶时,也正像他面对健康和其它技艺所针对的事物一样?也就是说,他自己并不知道这些事情本身——什么是善,什么是恶,什么是美,什么是丑,什么是正义,什么是非正义——而只是对这些事情设计出了一种说服方式,使得他在不知者当中,在自己不知道的情况下,反而显得比知道的人更知道?或者说,必须知道这些,而那个将要学习修辞学的人,必须事先知道这些事情才能到你这里来?或者如果不是这样,你作为修辞学的教师,将不教给来学者任何这些东西——因为这不是你的职责——但你会让他在大众面前显得知道这些事情(即使他并不知道),并显得是个善人(即使他并不是)?或者,如果他事先不知道关于这些事情的真理,你根本就无法教他修辞学?还是说,这些事情究竟是怎么回事,高尔吉亚?凭宙斯起誓,就像你刚才说的那样,揭开修辞学的面纱,告诉我们它的力量到底是什么。

语法注4 条
  1. 459οὐ διδάσκοντα ἀλλὰ πείθοντα

    宾格分词 διδάσκοντα 和 πείθοντα 与前面 ὥστε 结果从句中不定式 εἶναι 的隐形宾格主语(指代学习者或辩论家)保持一致。该结果从句的结构意为“从而(使辩论家)在群众中具有说服力,不是通过教导,而是通过说服”。

  2. 459bαὐτὰ μὲν τὰ πράγματα οὐδὲν δεῖ αὐτὴν εἰδέναι ὅπως ἔχει

    代词 αὐτήν 是阴性单数宾格,指代“修辞学”(ἡ ῥητορική),作为无人称动词 δεῖ 引导的宾格不定式(A.C.I.)的主语。短语 αὐτὰ μὲν τὰ πράγματα ... ὅπως ἔχει 采用了先行格(prolepsis)结构,意为“事物本身究竟如何”。

  3. 459dτυγχάνει ... οὕτως ἔχων ὁ ῥητορικὸς

    动词 τυγχάνω 与主格分词 ἔχων(οὕτως ἔχων 意为“处于如此状态”)结合的经典分词句式,意为“碰巧是”或“实际上是”。主语是 ὁ ῥητορικός(修辞学家/辩论家)。

  4. 459eεἰ δὲ μή, σὺ ὁ τῆς ῥητορικῆς διδάσκαλος τούτων μὲν οὐδὲν διδάξεις τὸν ἀφικνούμενον

    短语 εἰ δὲ μή 是一个惯用表达,意为“如果不是这样”(即“如果他们来时并未预先知道这些”)。动词 διδάξεις 接双宾格:表示人的 τὸν ἀφικνούμενον(来学者)和表示事物的 τούτων μὲν οὐδέν(这些事物的任何一件)。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)urn:cts:greekLit:tlg0059.tlg023.humanitext-grc2:459