← 柏拉图

高尔吉亚篇

§452

作为最大之善的说服力与统治权力

苏格拉底通过引入医生、体育教师和理财家的假想反驳,敦促高尔吉亚具体定义修辞学所带来的“最大的善”。高尔吉亚回答说,这就是在政治集会中通过言辞说服他人的能力,它能带给人自由并赋予人统治他人的权力。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§452

ΣΩ. ὅτι1 εἴ σοι αὐτίκα παρασταῖεν οἱ δημιουργοὶ τούτων ὧν ἐπῄνεσεν2 ὁ τὸ σκολιὸν ποιήσας, ἰατρός τε καὶ παιδοτρίβης καὶ χρηματιστής, καὶ εἴποι πρῶτον μὲν ὁ ἰατρὸς ὅτι ὦ Σώκρατες, ἐξαπατᾷ σε Γοργίας· οὐ γάρ ἐστιν ἡ τούτου τέχνη περὶ τὸ μέγιστον ἀγαθὸν τοῖς ἀνθρώποις, ἀλλʼ ἡ ἐμή —εἰ οὖν αὐτὸν ἐγὼ ἐροίμην· σὺ δὲ τίς ὢν ταῦτα λέγεις; εἴποι ἂν ἴσως ὅτι ἰατρός. τί οὖν λέγεις; ἦ τὸ τῆς σῆς τέχνης ἔργον μέγιστόν ἐστιν ἀγαθόν; πῶς γὰρ οὔ, φαίη ἂν ἴσως, ὦ Σώκρατες, ὑγίεια; τί δʼ ἐστὶν μεῖζον ἀγαθὸν ἀνθρώποις ὑγιείας; εἰ δʼ αὖ μετὰ τοῦτον ὁ παιδοτρίβης εἴποι ὅτι θαυμάζοιμί τἄν, ὦ Σώκρατες, καὶ αὐτὸς εἴ σοι ἔχοι Γοργίας μεῖζον ἀγαθὸν ἐπιδεῖξαι τῆς αὑτοῦ τέχνης ἢ ἐγὼ τῆς ἐμῆς· εἴποιμʼ ἂν αὖ καὶ πρὸς τοῦτον· σὺ δὲ δὴ τίς εἶ, ὦ ἄνθρωπε, καὶ τί τὸ σὸν ἔργον; παιδοτρίβης, φαίη ἄν, τὸ δὲ ἔργον μού ἐστιν καλούς τε καὶ ἰσχυροὺς ποιεῖν τοὺς ἀνθρώπους τὰ σώματα. μετὰ δὲ τὸν παιδοτρίβην εἴποι ἂν ὁ χρηματιστής, ὡς ἐγᾦμαι πάνυ καταφρονῶν ἁπάντων· σκόπει δῆτα, ὦ Σώκρατες, ἐάν σοι πλούτου φανῇ τι μεῖζον ἀγαθὸν ὂν ἢ παρὰ Γοργίᾳ ἢ παρʼ ἄλλῳ ὁτῳοῦν. φαῖμεν ἂν οὖν πρὸς αὐτόν· τί δὲ δή; ἦ σὺ τούτου δημιουργός; φαίη ἄν. τίς ὤν; χρηματιστής. τί οὖν; κρίνεις σὺ μέγιστον ἀνθρώποις ἀγαθὸν εἶναι πλοῦτον; φήσομεν. πῶς γὰρ οὔκ; ἐρεῖ. καὶ μὴν ἀμφισβητεῖ γε Γοργίας ὅδε τὴν παρʼ αὑτῷ τέχνην μείζονος ἀγαθοῦ αἰτίαν εἶναι ἢ τὴν σήν, φαῖμεν ἂν ἡμεῖς. δῆλον οὖν ὅτι τὸ μετὰ τοῦτο ἔροιτʼ ἄν· καὶ τί ἐστιν τοῦτο τὸ ἀγαθόν; ἀποκρινάσθω Γοργίας. ἴθι οὖν νομίσας, ὦ Γοργία, ἐρωτᾶσθαι καὶ ὑπʼ ἐκείνων καὶ ὑπʼ ἐμοῦ, ἀπόκριναι τί ἐστιν τοῦτο ὃ φῂς σὺ μέγιστον ἀγαθὸν εἶναι τοῖς ἀνθρώποις καὶ σὲ δημιουργὸν εἶναι αὐτοῦ. ΓΟΡ. ὅπερ ἐστίν, ὦ Σώκρατες, τῇ ἀληθείᾳ μέγιστον ἀγαθὸν καὶ αἴτιον ἅμα μὲν ἐλευθερίας αὐτοῖς τοῖς ἀνθρώποις, ἅμα δὲ τοῦ ἄλλων ἄρχειν3 ἐν τῇ αὑτοῦ πόλει ἑκάστῳ. ΣΩ. τί οὖν δὴ τοῦτο λέγεις; ΓΟΡ. τὸ πείθειν ἔγωγʼ οἷόν τʼ εἶναι τοῖς λόγοις4 καὶ ἐν δικαστηρίῳ δικαστὰς καὶ ἐν βουλευτηρίῳ βουλευτὰς καὶ ἐν ἐκκλησίᾳ ἐκκλησιαστὰς καὶ ἐν ἄλλῳ συλλόγῳ παντί, ὅστις ἂν πολιτικὸς σύλλογος γίγνηται. καίτοι ἐν ταύτῃ τῇ δυνάμει δοῦλον μὲν ἕξεις τὸν ἰατρόν, δοῦλον δὲ τὸν παιδοτρίβην· ὁ δὲ χρηματιστὴς οὗτος ἄλλῳ ἀναφανήσεται χρηματιζόμενος καὶ οὐχ αὑτῷ, ἀλλὰ σοὶ τῷ δυναμένῳ λέγειν καὶ πείθειν τὰ πλήθη.

苏格拉底:因为,如果写那首短歌的诗人所赞美的事物的创造者们——医生、体育教师和理财家——此刻突然站在你面前,而医生首先说道: “苏格拉底,高尔吉亚在欺骗你。因为他的技艺所关涉的并不是对人类而言最大的善,我的技艺才是。” ——如果我问他:“你是什么人,竟说这话?”他大概会说:“我是医生。”“那么你说的是什么意思?难道你的技艺的成果就是最大的善吗?” “那怎么会不是呢,苏格拉底,那就是健康呀!”他大概会说,“对人类而言,还有什么比健康更大的善呢?” 如果在这之后,体育教师又说道: “苏格拉底,如果高尔吉亚能向你证明他的技艺所提供的善比我的还要大,我倒要感到奇怪了。” 我也会对这个人说:“那么你究竟是谁,朋友,你的工作又是什么?” “我是体育教师,”他会说,“我的工作就是使人们的身体变得美丽和强壮。” 在体育教师之后,理财家也会开口,我想他会带着彻底蔑视所有人的神气说: “苏格拉底,你就看看,无论在高尔吉亚那里还是在任何其他人那里,是否能显现出有什么善是比财富更大的。” 我们会对他说:“怎么?你就是财富的创造者吗?”他会说:“是的。”“是以什么身份呢?” “理财家。” “那么怎么说?你认为财富是人类最大的善吗?”我们会问。 “怎么会不是呢?”他会说。“可是,我们这位高尔吉亚却争辩说,他自己的技艺所带来的善比你的更大,”我们会这样说。那么显而易见,在这之后他会问: “那么这种善是什么呢?让高尔吉亚来回答吧。” 那么,高尔吉亚,请你当作正被他们和被我共同提问那样,回答我们:你所说的对人类而言最大的善、且你自身是其创造者的那个东西,究竟是什么? 高尔吉亚:苏格拉底,那在真理上确实是最大的善,它既是人类自身获得自由的原因,同时也是每个个人在自己的城邦中统治他人的原因。 苏格拉底:那么,你说的这个到底是什么呢? 高尔吉亚:我说的是,能够用言辞在法庭上说服法官、在议事会中说服议员、在公民大会上说服公民,以及在任何其他集会(只要是政治性的集会)中说服众人。而且,凭借这种能力,你将使医生变成你的奴隶,使体育教师也变成你的奴隶;而那个理财家,最终也会被发现是在为别人而不是为自己赚钱,也就是为你这个能够用言辞说服大众的人赚钱。

语法注4 条
  1. 452aὅτι

    引入对前文高尔吉亚提问“πρὸς τί τοῦτο λέγεις;”(你为什么说这个?)的回答,起解释说明的作用(相当于“因为……”),在语法上省略了回答的主句。

  2. 452aτούτων ὧν ἐπῄνεσεν

    关系代词的同化(attraction)。关系代词 ὧν 本来应是动词 ἐπῄνεσεν 的直接宾语(作夺格或宾格),但受其先行词 τούτων 的属格支配,同化成了属格 ὧν。

  3. 452dὅπερ ἐστίν... αἴτιον ἅμα μὲν ἐλευθερίας... ἅμα δὲ τοῦ ἄλλων ἄρχειν

    名词 αἴτιον(原因)支配两个由 ἅμα μὲν ... ἅμα δέ ...(既是……又是……)并列的属格结构:一个是名词属格 ἐλευθερίας(自由的),另一个是带冠词不定式(动名词)的属格短语 τοῦ ἄλλων ἄρχειν(统治他人的)。这里将不同的语法范畴通过相同的属格关系进行了并列。

  4. 452eτὸ πείθειν ἔγωγʼ οἷόν τʼ εἶναι τοῖς λόγοις

    带有中性冠词 τό 的不定式短语在句中充当名词,作为对前文提问的直接回答(定义)。οἷόν τʼ εἶναι 表示“能够/有能力”,整句构成一个名词性短语,意为“能够用言辞去说服”。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)urn:cts:greekLit:tlg0059.tlg023.humanitext-grc2:452