← 柏拉图

普罗泰戈拉篇

§332-333

节制与智慧的同一性及不义者的节制

苏格拉底基于“一物仅有一个对立面”的前提,引导普罗泰戈拉承认节制与智慧是同一的,随后开始探讨行不正义之人是否能具有节制的新议题。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§332

ΣΩ. οὐ πάνυ, ἔφη, οὕτως, οὐ μέντοι οὐδὲ αὖ ὡς σύ μοι δοκεῖς οἴεσθαι.1 —ἀλλὰ μήν, ἔφην ἐγώ, ἐπειδὴ δυσχερῶς δοκεῖς μοι ἔχειν πρὸς τοῦτο, τοῦτο μὲν ἐάσωμεν, τόδε δὲ ἄλλο ὧν ἔλεγες ἐπισκεψώμεθα. ἀφροσύνην τι καλεῖς;—ἔφη.—τούτῳ τῷ πράγματι οὐ πᾶν τοὐναντίον ἐστὶν ἡ σοφία;— ἔμοιγε δοκεῖ, ἔφη.—πότερον δὲ ὅταν πράττωσιν ἅνθρωποι ὀρθῶς τε καὶ ὠφελίμως, τότε σωφρονεῖν σοι δοκοῦσιν οὕτω πράττοντες, ἢ τοὐναντίον;— σωφρονεῖν, ἔφη.—οὐκοῦν σωφροσύνῃ σωφρονοῦσιν;— ἀνάγκη. —οὐκοῦν οἱ μὴ ὀρθῶς πράττοντες ἀφρόνως πράττουσιν καὶ οὐ σωφρονοῦσιν οὕτω πράττοντες;— συνδοκεῖ μοι, ἔφη.—τοὐναντίον ἄρα ἐστὶν τὸ ἀφρόνως πράττειν τῷ σωφρόνως;—ἔφη.—οὐκοῦν τὰ μὲν ἀφρόνως πραττόμενα ἀφροσύνῃ πράττεται, τὰ δὲ σωφρόνως σωφροσύνῃ;—ὡμολόγει.—οὐκοῦν εἴ τι ἰσχύϊ πράττεται, ἰσχυρῶς πράττεται, καὶ εἴ τι ἀσθενείᾳ, ἀσθενῶς;—ἐδόκει.—καὶ εἴ τι μετὰ τάχους, ταχέως, καὶ εἴ τι μετὰ βραδυτῆτος, βραδέως;—ἔφη.—καὶ εἴ τι δὴ ὡσαύτως πράττεται, ὑπὸ τοῦ αὐτοῦ πράττεται, καὶ εἴ τι ἐναντίως, ὑπὸ τοῦ ἐναντίου;—συνέφη.—φέρε δή, ἦν δʼ ἐγώ, ἔστιν τι καλόν;—συνεχώρει.—τούτῳ ἔστιν τι ἐναντίον πλὴν τὸ αἰσχρόν;— οὐκ ἔστιν. —τί δέ; ἔστιν τι ἀγαθόν;— ἔστιν. —τούτῳ ἔστιν τι ἐναντίον πλὴν τὸ κακόν;— οὐκ ἔστιν. —τί δέ; ἔστιν τι ὀξὺ ἐν φωνῇ;—ἔφη.—τούτῳ μὴ ἔστιν τι ἐναντίον ἄλλο πλὴν τὸ βαρύ;—οὐκ ἔφη.—οὐκοῦν, ἦν δʼ ἐγώ, ἑνὶ ἑκάστῳ τῶν ἐναντίων ἓν μόνον ἐστὶν ἐναντίον καὶ οὐ πολλά;—συνωμολόγει. ἴθι δή, ἦν δʼ ἐγώ, ἀναλογισώμεθα τὰ ὡμολογημένα ἡμῖν. ὡμολογήκαμεν ἓν ἑνὶ μόνον ἐναντίον εἶναι, πλείω δὲ μή;— ὡμολογήκαμεν. —τὸ δὲ ἐναντίως πραττόμενον ὑπὸ ἐναντίων πράττεσθαι;—ἔφη.—ὡμολογήκαμεν δὲ ἐναντίως πράττεσθαι ὃ ἂν ἀφρόνως πράττηται τῷ σωφρόνως πραττομένῳ;—ἔφη.—τὸ δὲ σωφρόνως πραττόμενον ὑπὸ σωφροσύνης πράττεσθαι, τὸ δὲ ἀφρόνως ὑπὸ ἀφροσύνης; —συνεχώρει.—οὐκοῦν εἴπερ ἐναντίως πράττεται, ὑπὸ ἐναντίου πράττοιτʼ ἄν;— ναί. —πράττεται δὲ τὸ μὲν ὑπὸ σωφροσύνης, τὸ δὲ ὑπὸ ἀφροσύνης;—ναί.—ἐναντίως;—πάνυ γε.—οὐκοῦν ὑπὸ ἐναντίων ὄντων;— ναί. —ἐναντίον ἄρʼ ἐστὶν ἀφροσύνη σωφροσύνης;— φαίνεται. —μέμνησαι οὖν ὅτι ἐν τοῖς ἔμπροσθεν ὡμολόγηται ἡμῖν ἀφροσύνη σοφίᾳ ἐναντίον εἶναι;—συνωμολόγει.—

苏格拉底:“并不完全是这样,”他说道,“然而,也并非像在我看来你所认为的那样。” “不过确实,”我说道,“既然你似乎对这个问题感到不悦,我们就把它放下一旁,来探讨一下你所说的另一件事。你称某种事物为‘愚蠢’吗?”他说是的。“对于这件事,智慧在各方面不都是其完全的对立面吗?” “在我看来是的,”他说道。 “那么,当人们行动正确且有益时,在这样行动时,他们在你看来是在表现出节制,还是其相反呢?” “表现出节制,”他说道。 “那么,他们是由于节制才表现出节制的吗?” “必然如此。” “而那些行动不正确的人,其行动是愚蠢的,而且在这样行动时并未表现出节制,对吗?” “我同意,”他说道。 “那么,愚蠢地行动是节制地行动的对立面吗?”他说是的。 “那么,愚蠢地进行的事物是由于愚蠢而行,而节制地进行的事物则是由于节制吗?”他同意了。 “那么,如果某事是由于力量而行,它就是强有力地进行的;如果由于软弱,就是虚弱地进行的,对吗?”似乎是这样。 “而如果伴随速度,就是迅速地进行;如果伴随缓慢,就是缓慢地进行吗?”他说是的。 “而如果某事是以同样的方式进行,它就是由同样的事物所行;如果以相反的方式进行,就是由相反的事物所行,对吗?”他同意了。 “来吧,”我说道,“有某种被称为‘美’的事物吗?”他承认有。 “对于这个,除了‘丑’之外,还有别的对立面吗?” “没有。” “那这个呢?有某种被称为‘善’的事物吗?” “有。” “对于这个,除了‘恶’之外,还有别的对立面吗?” “没有。” “那这个呢?声音中有‘高音’吗?”他说是的。 “对于这个,除了‘低音’之外,没有其他对立面吗?”他说没有。 “那么,”我说道,“对于每一个相反的事物,相反的只有一个,而不是很多,对吗?”他表示同意。 “来吧,”我说道,“让我们回顾一下我们达成一致的观点。我们已经同意,对于一个事物来说,相反的只有一个,而没有更多,对吗?” “我们已经同意了。” “而以相反方式进行的事物是由对立面所行的,对吗?”他说是的。 “我们也同意,愚蠢地进行的事物与节制地进行的事物是以相反方式进行的,对吗?”他说是的。 “而节制地进行的事物是由于节制而行,愚蠢地进行的事物则是由于愚蠢吗?”他同意了。 “那么,如果确实是以相反的方式进行,它应该是由对立面所行,对吗?” “是的。” “而一个是由节制所行,另一个是由愚蠢所行,对吗?”“是的。” “是以相反的方式吗?”“当然。” “因此是由对立面所行,对吗?” “是的。” “那么,愚蠢是节制的对立面吗?” “看起来是这样。” “那么你还记得吗,我们在前面已经同意,愚蠢是智慧的对立面?”他表示同意。

§333

ΣΩ. ἓν δὲ ἑνὶ μόνον ἐναντίον εἶναι;— φημί.—πότερον οὖν, ὦ Πρωταγόρα, λύσωμεν τῶν λόγων;2 τὸ ἓν ἑνὶ μόνον ἐναντίον εἶναι, ἢ ἐκεῖνον ἐν ᾧ ἐλέγετο ἕτερον εἶναι σωφροσύνης σοφία, μόριον δὲ ἑκάτερον ἀρετῆς, καὶ πρὸς τῷ ἕτερον εἶναι καὶ ἀνόμοια καὶ αὐτὰ καὶ αἱ δυνάμεις αὐτῶν, ὥσπερ τὰ τοῦ προσώπου μόρια; πότερον οὖν δὴ λύσωμεν; οὗτοι γὰρ οἱ λόγοι ἀμφότεροι οὐ πάνυ μουσικῶς λέγονται· οὐ γὰρ συνᾴδουσιν οὐδὲ συναρμόττουσιν ἀλλήλοις. πῶς γὰρ ἂν συνᾴδοιεν, εἴπερ γε ἀνάγκη ἑνὶ μὲν ἓν μόνον ἐναντίον εἶναι, πλείοσιν δὲ μή, τῇ δὲ ἀφροσύνῃ ἑνὶ ὄντι σοφία ἐναντία καὶ σωφροσύνη αὖ φαίνεται· ἦ γάρ, ὦ Πρωταγόρα, ἔφην ἐγώ, ἢ ἄλλως πως;—ὡμολόγησεν καὶ μάλʼ ἀκόντως.—οὐκοῦν ἓν ἂν εἴη ἡ σωφροσύνη καὶ ἡ σοφία; τὸ δὲ πρότερον αὖ ἐφάνη ἡμῖν ἡ δικαιοσύνη καὶ ἡ ὁσιότης σχεδόν τι ταὐτὸν ὄν. ἴθι δή, ἦν δʼ ἐγώ, ὦ Πρωταγόρα, μὴ ἀποκάμωμεν ἀλλὰ καὶ τὰ λοιπὰ διασκεψώμεθα. ἆρά τίς σοι δοκεῖ ἀδικῶν ἄνθρωπος σωφρονεῖν, ὅτι ἀδικεῖ;3— αἰσχυνοίμην ἂν ἔγωγʼ, ἔφη, ὦ Σώκρατες, τοῦτο ὁμολογεῖν, ἐπεὶ πολλοί γέ φασιν τῶν ἀνθρώπων. —πότερον οὖν πρὸς ἐκείνους τὸν λόγον ποιήσομαι, ἔφην, ἢ πρὸς σέ;— εἰ βούλει, ἔφη, πρὸς τοῦτον πρῶτον τὸν λόγον διαλέχθητι τὸν τῶν πολλῶν. —ἀλλʼ οὐδέν μοι διαφέρει, ἐὰν μόνον σύ γε ἀποκρίνῃ, εἴτʼ οὖν δοκεῖ σοι ταῦτα εἴτε μή· τὸν γὰρ λόγον ἔγωγε μάλιστα ἐξετάζω, συμβαίνει μέντοι ἴσως καὶ ἐμὲ τὸν ἐρωτῶντα καὶ τὸν ἀποκρινόμενον ἐξετάζεσθαι. τὸ μὲν οὖν πρῶτον ἐκαλλωπίζετο ἡμῖν ὁ Πρωταγόρας—τὸν γὰρ λόγον ᾐτιᾶτο δυσχερῆ εἶναι—ἔπειτα μέντοι συνεχώρησεν ἀποκρίνεσθαι.—ἴθι δή, ἔφην ἐγώ, ἐξ ἀρχῆς μοι ἀπόκριναι. δοκοῦσί τινές σοι σωφρονεῖν ἀδικοῦντες;— ἔστω, ἔφη.—τὸ δὲ σωφρονεῖν λέγεις εὖ φρονεῖν;—ἔφη.—τὸ δʼ εὖ φρονεῖν εὖ βουλεύεσθαι, ὅτι ἀδικοῦσιν;— ἔστω, ἔφη.—πότερον, ἦν δʼ ἐγώ, εἰ εὖ πράττουσιν ἀδικοῦντες ἢ εἰ κακῶς;— εἰ εὖ. —λέγεις οὖν ἀγαθὰ ἄττα εἶναι;— λέγω. —ἆρʼ οὖν, ἦν δʼ ἐγώ, ταῦτʼ ἐστὶν ἀγαθὰ ἅ ἐστιν ὠφέλιμα τοῖς ἀνθρώποις; — καὶ ναὶ μὰ Δίʼ, ἔφη, κἂν μὴ τοῖς ἀνθρώποις ὠφέλιμα ᾖ, ἔγωγε καλῶ ἀγαθά. —καί μοι ἐδόκει ὁ Πρωταγόρας ἤδη τετραχύνθαι τε καὶ ἀγωνιᾶν καὶ παρατετάχθαι πρὸς τὸ ἀποκρίνεσθαι· ἐπειδὴ οὖν ἑώρων αὐτὸν οὕτως ἔχοντα, εὐλαβούμενος ἠρέμα ἠρόμην.

苏格拉底:“以及对于一个事物来说,相反的只有一个?” “我是这样认为的。” “那么,普罗泰戈拉,我们要放弃这两个论点中的哪一个呢?是‘一物只有一个对立面’,还是‘智慧不同于节制,两者都是德行的部分,而且不仅不同,它们自身及其功用也互不相似,就像脸的部分一样’那一个?那么我们究竟要放弃哪一个?因为这两个论点都说得不那么和谐;它们既不合调,也无法相互契合。因为,如果一方面一物必然只有一个对立面,不能有更多,而对于同为一个事物的愚蠢,智慧被证明是其对立面,同时节制也被证明是其对立面,它们又怎么能合调呢?是这样吗,普罗泰戈拉,”我说道,“还是有别的情况?”他很不情愿地同意了。 “那么,节制与智慧就是同一个东西,对吗?而在此之前,正义和敬虔在我们看来也几乎是同一回事。来吧,普罗泰戈拉,”我说道,“我们别气馁,让我们也检验一下剩下的部分。你认为一个行不正义的人在行不正义时是在表现出节制吗?” “苏格拉底,我个人会觉得承认这一点很可耻,”他说道,“尽管确实有许多人这样说。” “那么我们是将论证针对他们呢,”我说道,“还是针对你?” “如果你愿意,”他说道,“先就大众的那个论点进行讨论吧。” “但对我来说这没有什么不同,只要你回答就行,无论你是否这样认为;因为我主要是在检验这个论证本身,尽管结果可能同样是在检验提问的我以及回答的你。”起初,普罗泰戈拉对我们摆架子——因为他抱怨这个论证很困难——不过后来他还是同意回答了。 “来吧,”我说道,“从头回答我。你认为有些人在行不正义时表现出节制吗?” “就算是这样吧,”他说道。 “你所谓的表现出节制,是指具有良好的判断力吗?”他说是的。 “而良好的判断力,是指在行不正义时能很好地筹划吗?” “就算是这样吧,”他说道。 “那么,”我说道,“是指他们在行不正义而获得好结果的时候,还是结果糟糕的时候?” “获得好结果的时候。” “那么你认为有些东西是‘好的’吗?” “是的。” “那么,”我说道,“这些好的东西,就是那些对人类有益的东西吗?” “的确,凭宙斯起誓,”他说道,“即使它们对人类无益,我至少也会称其为好的。” 在我看来,普罗泰戈拉已经变得有些急躁、挣扎,并在回答时摆出了严阵以待的架势;因此当我看到他处于这种状态时,便有所顾忌,温和地向他发问。

语法注3 条
  1. 332aοὐ πάνυ... οὕτως, οὐ μέντοι οὐδὲ αὖ ὡς σύ μοι δοκεῖς οἴεσθαι

    普罗泰戈拉简短回答中的省略现象。在 οὐ πάνυ... οὕτως 之后,需要补足对应苏格拉底前问(“仅具有极微小的相似性”)的动词短语,意为“并不完全如此”。短语 οὐ μέντοι οὐδὲ αὖ 起到双重否定的对照作用,意为“然而,也非像你以为的那样(即完全相同)”。

  2. 333aπότερον οὖν, ὦ Πρωταγόρα, λύσωμεν τῶν λόγων;

    动词 λύσωμεν 是表示商讨的疑虑虚拟语气(deliberative subjunctive),意为“我们应当放弃哪一个”。属格 τῶν λόγων 是部分属格,指向随后由 πότερον... ἤ...(是……还是……)引导的两个前提/主张中的某一个(即“一物仅有一个对立面”与“节制与智慧具有不同的功用”)。

  3. 333bἆρά τίς σοι δοκεῖ ἀδικῶν ἄνθρωπος σωφρονεῖν, ὅτι ἀδικεῖ;

    主格分词 ἀδικῶν 是修饰主语 ἄνθρωπος 的限制性或条件性分词(“行不正义之人”或“在行不正义时”)。连接词 ὅτι 既可以解释为原因(“因为他行不正义”),也可以解释为限定(“在行不正义这方面/就其行不正义而言”),在此处指代他们表现出节制的特定维度或依据。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(1 处,最近 2026-11-15)
  • 2026-11-15 AI校阅 — 译文 1 处
urn:cts:greekLit:tlg0059.tlg022.humanitext-grc2:332-333