- 底本
- Platonis Opera, Tomus III: Tetralogia V-VII. Burnet, John, editor. Oxford: Clarendon Press, 1903.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0059.tlg022.humanitext-grc2:309-310
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-26
苏格拉底告诉友人,他遇到了阿布德拉的普罗泰戈拉,并认为他比阿尔西比亚德斯更美、更智慧。随后,他开始讲述年轻的希波克拉底如何在清晨兴奋地叫醒他,告知普罗泰戈拉到来的消息,并恳求苏格拉底引荐。
ΕΤ. πόθεν, ὦ Σώκρατες, φαίνῃ; ἢ δῆλα δὴ ὅτι ἀπὸ κυνηγεσίου τοῦ περὶ τὴν Ἀλκιβιάδου ὥραν; καὶ μήν μοι καὶ πρῴην ἰδόντι καλὸς μὲν ἐφαίνετο ἀνὴρ ἔτι, ἀνὴρ μέντοι, ὦ Σώκρατες, ὥς γʼ ἐν αὐτοῖς ἡμῖν εἰρῆσθαι,1 καὶ πώγωνος ἤδη ὑποπιμπλάμενος. ΣΩ. εἶτα τί τοῦτο; οὐ σὺ μέντοι Ὁμήρου ἐπαινέτης εἶ, ὃς ἔφη χαριεστάτην ἥβην εἶναι τοῦ πρῶτον ὑπηνήτου,2 ἣν νῦν Ἀλκιβιάδης ἔχει; ΕΤ. τί οὖν τὰ νῦν; ἦ παρʼ ἐκείνου φαίνῃ; καὶ πῶς πρός σε ὁ νεανίας διάκειται; ΣΩ. εὖ, ἔμοιγε ἔδοξεν, οὐχ ἥκιστα δὲ καὶ τῇ νῦν ἡμέρᾳ· καὶ γὰρ πολλὰ ὑπὲρ ἐμοῦ εἶπε βοηθῶν ἐμοί, καὶ οὖν καὶ ἄρτι ἀπʼ ἐκείνου ἔρχομαι. ἄτοπον μέντοι τί σοι ἐθέλω εἰπεῖν· παρόντος γὰρ ἐκείνου, οὔτε προσεῖχον τὸν νοῦν, ἐπελανθανόμην τε αὐτοῦ θαμά. ΕΤ. καὶ τί ἂν γεγονὸς εἴη περὶ σὲ κἀκεῖνον τοσοῦτον πρᾶγμα; οὐ γὰρ δήπου τινὶ καλλίονι ἐνέτυχες ἄλλῳ ἔν γε τῇδε τῇ πόλει. ΣΩ. καὶ πολύ γε. ΕΤ. τί φῄς; ἀστῷ ἢ ξένῳ; ΣΩ. ξένῳ. ΕΤ. ποδαπῷ; ΣΩ. Ἀβδηρίτῃ. ΕΤ. καὶ οὕτω καλός τις ὁ ξένος ἔδοξέν σοι εἶναι, ὥστε τοῦ Κλεινίου ὑέος καλλίων σοι φανῆναι; ΣΩ. πῶς δʼ οὐ μέλλει, ὦ μακάριε, τὸ σοφώτατον κάλλιον φαίνεσθαι; ΕΤ. ἀλλʼ ἦ σοφῷ τινι ἡμῖν, ὦ Σώκρατες, ἐντυχὼν πάρει; ΣΩ. σοφωτάτῳ μὲν οὖν δήπου τῶν γε νῦν, εἴ σοι δοκεῖ σοφώτατος εἶναι Πρωταγόρας. ΕΤ. ὢ τί λέγεις; Πρωταγόρας ἐπιδεδήμηκεν; ΣΩ. τρίτην γε ἤδη ἡμέραν. ΕΤ. καὶ ἄρτι ἄρα ἐκείνῳ συγγεγονὼς ἥκεις;
友:苏格拉底,你从哪里来?莫非显然是从追逐阿尔西比亚德斯青春盛貌的狩猎中回来?其实,前天我见到他时,他看起来依然是个美男子,然而,苏格拉底,在我们私下里说,他已经是成年男子了,而且胡须也已经开始长出来了。 苏格拉底:那又怎样?难道你不是荷马的赞美者吗?荷马曾说,初生胡须之时的青春最为可爱,而这正是阿尔西比亚德斯如今的年纪。 友:那么现在情况如何?你刚从他那里来吗?那个年轻人对你的态度如何? 苏格拉底:很好,至少我觉得如此,尤其是今天。因为他为我说了许多话,极力维护我,所以我正是刚刚从他那里来的。不过,我想告诉你一件奇怪的事:虽然他在场,我却既没有把心思放在他身上,也常常忘记了他。 友:你和他之间会发生了什么如此重大的事情?因为在这个城邦里,你总不至于遇到了另外一个比他更美的人吧。 苏格拉底:是的,而且美得多。 友:你说什么?是公民还是外邦人? 苏格拉底:外邦人。 友:哪里人? 苏格拉底:阿布德拉人。 友:那个外邦人真的让你觉得如此美丽,以至于在你看来比克雷尼亚斯的儿子还要美吗? 苏格拉底:我亲爱的朋友,这怎么可能不呢?最智慧的人难道不该显得更美吗? 友:那么,苏格拉底,你真的是遇到了某个智者,然后才来到我们这里的吗? 苏格拉底:可以说是当今最智慧的人了,如果你也认为普罗泰戈拉是最智慧的人的话。 友:噢!你说什么?普罗泰戈拉来这里了吗? 苏格拉底:已经第三天了。 友:那么你刚刚是从他那里会面回来吗?
ΣΩ. πάνυ γε, πολλὰ καὶ εἰπὼν καὶ ἀκούσας. ΕΤ. τί οὖν οὐ διηγήσω ἡμῖν τὴν συνουσίαν, εἰ μή σέ τι κωλύει, καθεζόμενος ἐνταυθί, ἐξαναστήσας τὸν παῖδα τουτονί; ΣΩ. πάνυ μὲν οὖν· καὶ χάριν γε εἴσομαι, ἐὰν ἀκούητε. ΕΤ. καὶ μὴν καὶ ἡμεῖς σοί, ἐὰν λέγῃς. ΣΩ. διπλῆ ἂν εἴη ἡ χάρις. ἀλλʼ οὖν ἀκούετε. τῆς γὰρ παρελθούσης νυκτὸς ταυτησί,3 ἔτι βαθέος ὄρθρου, Ἱπποκράτης, ὁ Ἀπολλοδώρου ὑὸς Φάσωνος δὲ ἀδελφός, τὴν θύραν τῇ βακτηρίᾳ πάνυ σφόδρα ἔκρουε, καὶ ἐπειδὴ αὐτῷ ἀνέῳξέ τις, εὐθὺς εἴσω ᾔει ἐπειγόμενος, καὶ τῇ φωνῇ μέγα λέγων, ὦ Σώκρατες, ἔφη, ἐγρήγορας ἢ καθεύδεις; καὶ ἐγὼ τὴν φωνὴν γνοὺς αὐτοῦ, Ἱπποκράτης, ἔφην, οὗτος· μή τι νεώτερον ἀγγέλλεις; οὐδέν γʼ, ἦ δʼ ὅς, εἰ μὴ ἀγαθά γε. εὖ ἂν λέγοις, ἦν δʼ ἐγώ· ἔστι δὲ τί, καὶ τοῦ ἕνεκα τηνικάδε ἀφίκου; Πρωταγόρας, ἔφη, ἥκει, στὰς παρʼ ἐμοί. πρῴην, ἔφην ἐγώ· σὺ δὲ ἄρτι πέπυσαι; νὴ τοὺς θεούς, ἔφη, ἑσπέρας γε. καὶ ἅμα ἐπιψηλαφήσας τοῦ σκίμποδος ἐκαθέζετο παρὰ τοὺς πόδας μου, καὶ εἶπεν· ἑσπέρας δῆτα, μάλα γε ὀψὲ ἀφικόμενος ἐξ Οἰνόης. ὁ γάρ τοι παῖς με ὁ Σάτυρος ἀπέδρα· καὶ δῆτα μέλλων σοι φράζειν ὅτι διωξοίμην4 αὐτόν, ὑπό τινος ἄλλου ἐπελαθόμην. ἐπειδὴ δὲ ἦλθον καὶ δεδειπνηκότες ἦμεν καὶ ἐμέλλομεν ἀναπαύεσθαι, τότε μοι ἁδελφὸς λέγει ὅτι ἥκει Πρωταγόρας. καὶ ἔτι μὲν ἐνεχείρησα εὐθὺς παρὰ σὲ ἰέναι, ἔπειτά μοι λίαν πόρρω ἔδοξε τῶν νυκτῶν εἶναι· ἐπειδὴ δὲ τάχιστά με ἐκ τοῦ κόπου ὁ ὕπνος ἀνῆκεν, εὐθὺς ἀναστὰς οὕτω δεῦρο ἐπορευόμην. καὶ ἐγὼ γιγνώσκων αὐτοῦ τὴν ἀνδρείαν καὶ τὴν πτοίησιν, τί οὖν σοι, ἦν δʼ ἐγώ, τοῦτο; μῶν τί σε ἀδικεῖ Πρωταγόρας; καὶ ὃς γελάσας, νὴ τοὺς θεούς, ἔφη, ὦ Σώκρατες, ὅτι γε μόνος ἐστὶ σοφός, ἐμὲ δὲ οὐ ποιεῖ. ἀλλὰ ναὶ μὰ Δία, ἔφην ἐγώ, ἂν αὐτῷ διδῷς ἀργύριον καὶ πείθῃς ἐκεῖνον, ποιήσει καὶ σὲ σοφόν. εἰ γάρ, ἦ δʼ ὅς, ὦ Ζεῦ καὶ θεοί, ἐν τούτῳ εἴη·5 ὡς οὔτʼ ἂν τῶν ἐμῶν ἐπιλίποιμι οὐδὲν οὔτε τῶν φίλων· ἀλλʼ αὐτὰ ταῦτα καὶ νῦν ἥκω παρὰ σέ, ἵνα ὑπὲρ ἐμοῦ διαλεχθῇς αὐτῷ. ἐγὼ γὰρ ἅμα μὲν καὶ νεώτερός εἰμι, ἅμα δὲ οὐδὲ ἑώρακα Πρωταγόραν πώποτε οὐδʼ ἀκήκοα οὐδέν· ἔτι γὰρ παῖς ἦ ὅτε τὸ πρότερον ἐπεδήμησε.
苏格拉底:正是如此,我跟他谈了许多,也听了许多。 友:那么,如果没有什么阻碍你,何不坐在这里,让这个孩子让个座,给我们讲讲会面的经过? 苏格拉底:当然可以。如果你们愿意听,我将非常感激。 友:如果你愿意讲,我们也同样感激你。 苏格拉底:那么这就是双重的感激了。好了,请听吧。就在刚刚过去的这一夜,天还没亮,黎明尚深之时,阿波罗多洛斯之子、法松的兄弟希波克拉底,用他的手杖猛烈地敲我的门,一有人给他开门,他便立刻急匆匆地闯了进来,大声喊道: “噢,苏格拉底,”他说,“你醒着还是睡着了?” 我听出他的声音,便说: “是希波克拉底啊! 我说: 有什么新消息吗?” “没什么坏消息,”他说,“全是好消息。” “那真是太好了,”我说,“是什么消息,你为何在这样的时刻到来?” “普罗泰戈拉,”他说,“来了!” 他站在我身旁说道。 “那是前天的事了,”我说,“你刚才听说吗?” “指着诸神发誓,”他说,“是昨晚才知道的!” 与此同时,他摸索着床板,在我脚边坐下,说道: “确实是昨晚,我从奥诺埃回来得很晚。因为我的仆人萨提洛斯逃走了。我本来打算告诉你我要去追他,但因为别的事给忘了。等我回来吃完晚饭,正准备休息时,我弟弟才告诉我普罗泰戈拉来了。我当时就想马上到你这儿来,但后来觉得夜太深了。可当睡眠刚把我从疲劳中解脱出来,我立刻就起来,这样赶过来了。” 我知道他的勇敢和那股狂热劲,便说: “这对你来说, 我说: 难道普罗泰戈拉侵犯了你的利益吗?” 他笑了起来,说道: “指着诸神发誓,”他说,“苏格拉底,因为只有他一个人是智者,却不让我成为智者!” “但凭着宙斯起誓,”我说,“如果你给他钱并说服他,他也会让你成为智者的。” “但愿,”他说,“噢,宙斯和诸神啊,只要在这一点上可行!那我绝不会吝惜我自己的财产,也不会吝惜朋友们的财产。但我正是为了这个目的,现在来找你的,想请你替我去跟他谈谈。因为我一方面太年轻,另一方面也从没见过普罗泰戈拉,也没听过他讲学。因为他上次来这里时,我还只是个孩子。”
- 309aὥς γʼ ἐν αὐτοῖς ἡμῖν εἰρῆσθαι
带有 ὡς 的独立不定式结构,用于插入语以表示限制或条件:“在我们私下里说”或“限于我们之间”。
- 309bτοῦ πρῶτον ὑπηνήτου
修饰名词 ἥβη 的所有格或特征属格:“初生胡须之人的青春”。此句引用/暗指荷马史诗(《伊利亚特》24.348)。
- 310aτῆς γὰρ παρελθούσης νυκτὸς ταυτησί
表示时间的属格(“在刚过去的这一夜里”)。指示代词 ταυτησί 带有雅典方言的指示性后缀 -i,用以强调亲近或即时性(“正是这一夜”)。
- 310cδιωξοίμην
在 ὅτι 引导的间接引语中使用的将来祈愿式,代表次要时态(ἐμέλλον)从句中的将来直陈式(διώξομαι)。它表达主语过去的意图:“我将去追他”。
- 310dεἰ γάρ ... ἐν τούτῳ εἴη
由 εἰ γάρ 引导的表达愿望的祈愿式,表示一个可实现的愿望(“但愿就在于此”)。随后带有 ὡς 和 ἄν + 祈愿式(ἂν ἐπιλίποιμι)的从句作为可能从句,表达这一愿望的后果或原因。
翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(6 处,最近 2026-11-15)
- 2026-11-15 AI校阅 — 注 1 处
- 2026-11-15 AI校阅 — 译文 3 处
- 2026-09-21 AI校阅 — 注 1 处
- 2026-09-21 AI校阅 — 译文 1 处
