← 柏拉图

尤西德莫斯篇

§273-274

更衣室的相遇与传授美德的宣称

欧绪德谟等人进入更衣室,克莱尼亚斯和克特西波斯等众人也聚集过来。当苏格拉底介绍两人的才能时,他们宣称自己真正的主业是以最快的方式向人传授美德。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§273

ΣΩ. πάλιν οὖν ἐκαθεζόμην, καὶ ὀλίγῳ ὕστερον εἰσέρχεσθον τούτω—ὅ τʼ Εὐθύδημος καὶ ὁ Διονυσόδωρος—καὶ ἄλλοι μαθηταὶ ἅμα αὖ πολλοὶ ἐμοὶ δοκεῖν·1 εἰσελθόντε δὲ περιπατείτην ἐν τῷ καταστέγῳ δρόμῳ. καὶ οὔπω τούτω δύʼ ἢ τρεῖς δρόμους περιεληλυθότε ἤστην, καὶ εἰσέρχεται Κλεινίας, ὃν σὺ φῂς πολὺ ἐπιδεδωκέναι, ἀληθῆ λέγων· ὄπισθεν δὲ αὐτοῦ ἐρασταὶ πάνυ πολλοί τε καὶ ἄλλοι καὶ Κτήσιππος, νεανίσκος τις Παιανιεύς, μάλα καλός τε κἀγαθὸς τὴν φύσιν, ὅσον μὴ ὑβριστὴς διὰ τὸ νέος εἶναι. ἰδὼν οὖν με ὁ Κλεινίας ἀπὸ τῆς εἰσόδου μόνον καθήμενον, ἄντικρυς ἰὼν παρεκαθέζετο ἐκ δεξιᾶς, ὥσπερ καὶ σὺ φῄς. ἰδόντε δὲ αὐτὸν ὅ τε Διονυσόδωρος καὶ ὁ Εὐθύδημος πρῶτον μὲν ἐπιστάντε διελεγέσθην ἀλλήλοιν, ἄλλην καὶ ἄλλην ἀποβλέποντε εἰς ἡμᾶς—καὶ γὰρ πάνυ αὐτοῖν προσεῖχον τὸν νοῦν—ἔπειτα ἰόντε ὁ μὲν παρὰ τὸ μειράκιον ἐκαθέζετο, ὁ Εὐθύδημος, ὁ δὲ παρʼ αὐτὸν ἐμὲ ἐξ ἀριστερᾶς, οἱ δʼ ἄλλοι ὡς ἕκαστος ἐτύγχανεν. ἠσπαζόμην οὖν αὐτὼ ἅτε διὰ χρόνου ἑωρακώς· μετὰ δὲ τοῦτο εἶπον πρὸς τὸν Κλεινίαν· ὦ Κλεινία, τώδε μέντοι τὼ ἄνδρε σοφώ, Εὐθύδημός τε καὶ Διονυσόδωρος, οὐ τὰ σμικρὰ ἀλλὰ τὰ μεγάλα· τὰ γὰρ περὶ τὸν πόλεμον πάντα ἐπίστασθον, ὅσα δεῖ τὸν μέλλοντα ἀγαθὸν στρατηγὸν ἔσεσθαι, τάς τε τάξεις καὶ τὰς ἡγεμονίας τῶν στρατοπέδων καὶ ἐν ὅπλοις μάχεσθαι· οἵω τε δὲ καὶ ποιῆσαι δυνατὸν εἶναι αὐτὸν αὑτῷ βοηθεῖν ἐν τοῖς δικαστηρίοις, ἄν τις αὐτὸν ἀδικῇ. εἰπὼν οὖν ταῦτα κατεφρονήθην ὑπʼ αὐτοῖν· ἐγελασάτην οὖν ἄμφω βλέψαντε εἰς ἀλλήλω, καὶ ὁ Εὐθύδημος εἶπεν· οὔτοι ἔτι ταῦτα, ὦ Σώκρατες, σπουδάζομεν, ἀλλὰ παρέργοις αὐτοῖς χρώμεθα. κἀγὼ θαυμάσας εἶπον· καλὸν ἄν που τὸ ἔργον ὑμῶν εἴη, εἰ τηλικαῦτα πράγματα πάρεργα ὑμῖν τυγχάνει ὄντα, καὶ πρὸς θεῶν εἴπετόν μοι τί ἐστι τοῦτο τὸ καλόν. ἀρετήν, ἔφη, ὦ Σώκρατες, οἰόμεθα οἵω τʼ εἶναι παραδοῦναι κάλλιστʼ ἀνθρώπων καὶ τάχιστα. ὦ Ζεῦ, οἷον, ἦν δʼ ἐγώ, λέγετον πρᾶγμα· πόθεν τοῦτο τὸ ἕρμαιον ηὑρέτην; ἐγὼ δὲ περὶ ὑμῶν διενοούμην ἔτι, ὥσπερ νυνδὴ ἔλεγον, ὡς τὸ πολὺ τοῦτο δεινοῖν ὄντοιν,2 ἐν ὅπλοις μάχεσθαι, καὶ ταῦτα ἔλεγον περὶ σφῷν· ὅτε γὰρ τὸ πρότερον ἐπεδημησάτην, τοῦτο μέμνημαι σφὼ ἐπαγγελλομένω.

苏格拉底:于是我又坐了下去。过了一会儿,这两个人——欧绪德谟和狄奥尼索多洛——走了进来,而且据我看来,同时还有许多其他的门生也进来了。进来之后,他们在有屋顶的跑道上散步。他们还没走上两三圈,克莱尼亚斯就进来了,正如你所说他长高了许多,你说的确实是真的。随他而来的,有非常多的爱慕者以及其他的人,还有克特西波斯,一个派阿尼亚区出身的青年,他天生非常俊美而高尚,只是由于年轻而有些傲慢。克莱尼亚斯从入口处看到我独自坐着,便径直朝我走来,坐在了我的右手边,正如你所说的那样。狄奥尼索多洛和欧绪德谟看到他,首先停下脚步互相对话,不时向我们这边张望(因为我非常留心他们),接着他们走上前来,欧绪德谟坐在那少年的身旁,另一个则坐在我左手边靠着我的位置,其他人也各自随意坐下。于是我向他们打招呼,因为好久没见他们了。在这之后,我对克莱尼亚斯说:“克莱尼亚斯,这两位,欧绪德谟和狄奥尼索多洛,确实是智者,不是在小事上,而是在大事上。因为他们通晓关于战争的一切,凡是一个未来要成为优秀将军的人所必须掌握的,无论是阵法、军队的指挥,还是武装战斗。而且他们还能使一个人在有人冤枉他时,能够在法庭上自救。”我说了这些话后,就被他们俩轻视了。他们俩看着对方笑了起来,欧绪德谟说:“苏格拉底,我们不再认真对待这些事了,我们只是把它们当作副业。”我听了感到十分惊讶,说道:“如果这么重大的事情对你们来说只是副业,那么你们的主业想必是极其美妙的了。看在众神的份上,请告诉我,这美妙的事业到底是什么?”“美德,苏格拉底,”他说,“我们认为我们能比任何人都要完美、快捷地传授它。” “天哪,朱庇特(宙斯)啊!”我说,“你们说的是多么惊人的事情!你们是从哪里发现这个意外之财的?我刚才还像我所说的那样,一直认为你们在这方面最厉害,也就是武装战斗,并且我当时正对你们说着这些话。因为当你们上次来这里时,我记得你们俩就是公开宣称掌握这门手艺的。”

§274

ΣΩ. εἰ δὲ νῦν ἀληθῶς ταύτην τὴν ἐπιστήμην ἔχετον, ἵλεω εἶτον—ἀτεχνῶς γὰρ ἔγωγε σφὼ ὥσπερ θεὼ προσαγορεύω, συγγνώμην δεόμενος ἔχειν μοι τῶν ἔμπροσθεν εἰρημένων. ἀλλʼ ὁρᾶτον, ὦ Εὐθύδημέ τε καὶ Διονυσόδωρε, εἰ ἀληθῆ λέγετον· ὑπὸ γὰρ τοῦ μεγέθους τοῦ ἐπαγγέλματος οὐδὲν θαυμαστὸν ἀπιστεῖν. ἀλλʼ εὖ ἴσθι, ὦ Σώκρατες, τοῦτο οὕτως ἔχον. μακαρίζω ἄρʼ ὑμᾶς ἔγωγε τοῦ κτήματος πολὺ μᾶλλον ἢ μέγαν βασιλέα τῆς ἀρχῆς· τοσόνδε δέ μοι εἴπετον, εἰ ἐν νῷ ἔχετον ἐπιδεικνύναι ταύτην τὴν σοφίαν, ἢ πῶς σφῷν βεβούλευται. ἐπʼ αὐτό γε τοῦτο πάρεσμεν, ὦ Σώκρατες, ὡς ἐπιδείξοντε καὶ διδάξοντε, ἐάν τις ἐθέλῃ μανθάνειν. ἀλλʼ ὅτι μὲν ἐθελήσουσιν ἅπαντες οἱ μὴ ἔχοντες, ἐγὼ ὑμῖν ἐγγυῶμαι, πρῶτος μὲν ἐγώ, ἔπειτα δὲ Κλεινίας οὑτοσί, πρὸς δʼ ἡμῖν Κτήσιππός τε ὅδε καὶ οἱ ἄλλοι οὗτοι, ἦν δʼ ἐγὼ δεικνὺς αὐτῷ τοὺς ἐραστὰς τοὺς Κλεινίου· οἱ δὲ ἐτύγχανον ἡμᾶς ἤδη περιιστάμενοι. ὁ γὰρ Κτήσιππος ἔτυχε πόρρω καθεζόμενος τοῦ Κλεινίου—κἀμοὶ δοκεῖν3 ὡς ἐτύγχανεν ὁ Εὐθύδημος ἐμοὶ διαλεγόμενος προνενευκὼς εἰς τὸ πρόσθεν, ἐν μέσῳ ὄντος ἡμῶν τοῦ Κλεινίου ἐπεσκότει τῷ Κτησίππῳ τῆς θέας—βουλόμενός τε οὖν θεάσασθαι ὁ Κτήσιππος τὰ παιδικὰ καὶ ἅμα φιλήκοος ὢν ἀναπηδήσας πρῶτος προσέστη ἡμῖν ἐν τῷ καταντικρύ· οὕτως οὖν καὶ οἱ ἄλλοι ἐκεῖνον ἰδόντες περιέστησαν ἡμᾶς, οἵ τε τοῦ Κλεινίου ἐρασταὶ καὶ οἱ τοῦ Εὐθυδήμου τε καὶ Διονυσοδώρου ἑταῖροι. τούτους δὴ ἐγὼ δεικνὺς ἔλεγον τῷ Εὐθυδήμῳ ὅτι πάντες ἕτοιμοι εἶεν μανθάνειν· ὅ τε οὖν Κτήσιππος συνέφη μάλα προθύμως καὶ οἱ ἄλλοι, καὶ ἐκέλευον αὐτὼ κοινῇ πάντες ἐπιδείξασθαι τὴν δύναμιν τῆς σοφίας. εἶπον οὖν ἐγώ· ὦ Εὐθύδημε καὶ Διονυσόδωρε, πάνυ μὲν οὖν παντὶ τρόπῳ καὶ τούτοις χαρίσασθον καὶ ἐμοῦ ἕνεκα ἐπιδείξασθον. τὰ μὲν οὖν πλεῖστα δῆλον ὅτι οὐκ ὀλίγον ἔργον ἐπιδεῖξαι· τόδε δέ μοι εἴπετον, πότερον πεπεισμένον ἤδη ὡς χρὴ παρʼ ὑμῶν μανθάνειν δύναισθʼ ἂν ἀγαθὸν ποιῆσαι ἄνδρα μόνον, ἢ καὶ ἐκεῖνον τὸν μήπω πεπεισμένον διὰ τὸ μὴ οἴεσθαι ὅλως τὸ πρᾶγμα τὴν ἀρετὴν μαθητὸν εἶναι ἢ μὴ σφὼ εἶναι αὐτῆς διδασκάλω; φέρε, καὶ τὸν οὕτως ἔχοντα τῆς αὐτῆς τέχνης ἔργον4 πεῖσαι ὡς καὶ διδακτὸν ἡ ἀρετὴ καὶ οὗτοι ὑμεῖς ἐστὲ παρʼ ὧν ἂν κάλλιστά τις αὐτὸ μάθοι, ἢ ἄλλης; ταύτης μὲν οὖν, ἔφη, τῆς αὐτῆς, ὦ Σώκρατες, ὁ Διονυσόδωρος.

“但如果你们现在真的拥有这门知识,请宽恕我——因为我简直要把你们两个当作神明来称呼,请求你们原谅我刚才所说的话。但是请看,欧绪德谟和狄奥尼索多洛,你们说的是否是真话;因为由于这个诺言的宏大,不相信也是不足为奇的。”“但是,苏格拉底,你要确信,事情确实就是这样。”“那么,我祝贺你们拥有这一财富,这远胜过祝贺大王拥有他的帝国。但请告诉我这么一点:你们是否打算展示这种智慧,或者你们俩是如何打算的?”“正是为了这个目的,苏格拉底,我们来到了这里,为了进行展示并进行传授,只要有人愿意学习。”“但是,凡是还没有掌握它的人都会愿意学习,这一点我向你们保证。首先是我,其次是这边的克莱尼亚斯,除了我们,还有这边的克特西波斯以及这里的其他人,”我指着克莱尼亚斯的爱慕者们对他说。他们当时正好已经围在我们身旁了。因为克特西波斯当时正好坐得离克莱尼亚斯很远——在我看来,因为欧绪德谟在跟我说话时正好向前俯着身子,坐在我们中间的克莱尼亚斯就遮挡了克特西波斯的视线——因此,克特西波斯既想看着他所爱慕的少年,同时又是个爱听说话的人,便第一个跳了起来,站在了我们的正对面。于是,其他人看到他这样,也都围了过来,既有克莱尼亚斯的爱慕者,也有欧绪德谟和狄奥尼索多洛的同伴们。于是我指着这些人,对欧绪德谟说,大家都已经准备好学习了。于是克特西波斯非常热切地表示赞同,其他人也是如此,他们大家一起催促他们俩展示其智慧的威力。于是我说:“欧绪德谟和狄奥尼索多洛,务请通过各种方式满足这些人的愿望,也看在我的份上展示一下吧。显然,展示其大部分内容绝非易事;但请告诉我这一点:你们是只能把那个已经确信应该向你们学习的人培养成一个优秀的人,还是也能把那个因为根本不相信美德是可以传授的、或者不相信你们俩是它的教师而尚未确信的人,也培养成那样的人?且慢,让处于这种心态的人相信美德是可以传授的,而且你们正是人们能最完美地学到它的人,这是属于这同一门技术的工作,还是属于另一门技术的工作?”“正是这同一门,苏格拉底,”狄奥尼索多洛说。

语法注4 条
  1. 273aἐμοὶ δοκεῖν

    绝对不定式(限制性用法),表示“据我看来”或“在我看来”。

  2. 273eὡς τὸ πολὺ τοῦτο δεινοῖν ὄντοιν

    带 ὡς 的属格独立(genitive absolute)结构,表示主句动词 διενοούμην 的主观判断,指向双数形式的这两个人。

  3. 274bκἀμοὶ δοκεῖν

    此处亦为插入语式的绝对不定式(“而且据我看来”),用以舒缓接下来的 ὡς 从句(表示因果关系,“因为遮挡了视线”)的语气。

  4. 274eτῆς αὐτῆς τέχνης ἔργον

    谓语性属格(所有或特征属格),表示“〔是〕属于同一门技术的工作(任务)”,此处省略了系动词(ἐστί)。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・修订记录(1 处,最近 2026-09-21)
  • 2026-09-21 AI校阅 — 译文 1 处
urn:cts:greekLit:tlg0059.tlg021.humanitext-grc2:273-274