- 底本
- Platonis Opera, Tomus III: Tetralogia V-VII. Burnet, John, editor. Oxford: Clarendon Press, 1903.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0059.tlg020.humanitext-grc2:221
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
苏格拉底指出,即使恶消灭了,无害或中性的欲望仍会存在,它们依然可以成为爱的因由。由此他提出了一个新的假说,即友爱与欲望的本质在于渴望并追求自身所缺乏的“属于自己的”东西。
πότερον, ἦν δʼ ἐγώ, πρὸς Διός, ἐὰν τὸ κακὸν ἀπόληται, οὐδὲ πεινῆν ἔτι ἔσται οὐδὲ διψῆν οὐδὲ ἄλλο οὐδὲν τῶν τοιούτων; ἢ πείνη μὲν ἔσται, ἐάνπερ ἄνθρωποί τε καὶ τἆλλα ζῷα ᾖ, οὐ μέντοι βλαβερά γε; καὶ δίψα δὴ καὶ αἱ ἄλλαι ἐπιθυμίαι, ἀλλʼ οὐ κακαί, ἅτε τοῦ κακοῦ ἀπολωλότος; ἢ γελοῖον τὸ ἐρώτημα, ὅτι ποτʼ ἔσται τότε ἢ μὴ ἔσται; τίς γὰρ οἶδεν; ἀλλʼ οὖν τόδε γʼ ἴσμεν, ὅτι καὶ νῦν ἔστιν πεινῶντα βλάπτεσθαι,1 ἔστιν δὲ καὶ ὠφελεῖσθαι. ἦ γάρ;— πάνυ γε. —οὐκοῦν καὶ διψῶντα καὶ τῶν ἄλλων τῶν τοιούτων πάντων ἐπιθυμοῦντα ἔστιν ἐνίοτε μὲν ὠφελίμως ἐπιθυμεῖν, ἐνίοτε δὲ βλαβερῶς, ἐνίοτε δὲ μηδέτερα;— σφόδρα γε. —οὐκοῦν ἐὰν ἀπολλύηται τὰ κακά, ἅ γε μὴ τυγχάνει ὄντα κακά, τί προσήκει τοῖς κακοῖς συναπόλλυσθαι;— οὐδέν. —ἔσονται ἄρα αἱ μήτε ἀγαθαὶ μήτε κακαὶ ἐπιθυμίαι καὶ ἐὰν ἀπόληται τὰ κακά.— φαίνεται. —οἷόν τε οὖν ἐστιν ἐπιθυμοῦντα καὶ ἐρῶντα τούτου οὗ ἐπιθυμεῖ καὶ ἐρᾷ μὴ φιλεῖν;— οὐκ ἔμοιγε δοκεῖ. —ἔσται ἄρα καὶ τῶν κακῶν ἀπολομένων, ὡς ἔοικεν, φίλʼ ἄττα.— ναί. —οὐκ ἄν, εἴ γε τὸ κακὸν αἴτιον ἦν2 τοῦ φίλον τι εἶναι, οὐκ ἂν ἦν τούτου ἀπολομένου φίλον ἕτερον ἑτέρῳ. αἰτίας γὰρ ἀπολομένης ἀδύνατόν που ἦν ἔτʼ ἐκεῖνο εἶναι, οὗ ἦν αὕτη ἡ αἰτία.— ὀρθῶς λέγεις. —οὐκοῦν ὡμολόγηται ἡμῖν τὸ φίλον φιλεῖν τι καὶ διά τι· καὶ ᾠήθημεν τότε γε διὰ τὸ κακὸν τὸ μήτε ἀγαθὸν μήτε κακὸν τὸ ἀγαθὸν φιλεῖν;— ἀληθῆ. — νῦν δέ γε, ὡς ἔοικε, φαίνεται ἄλλη τις αἰτία τοῦ φιλεῖν τε καὶ φιλεῖσθαι.— ἔοικεν. —ἆρʼ οὖν τῷ ὄντι, ὥσπερ ἄρτι ἐλέγομεν, ἡ ἐπιθυμία τῆς φιλίας αἰτία, καὶ τὸ ἐπιθυμοῦν φίλον ἐστὶν τούτῳ οὗ ἐπιθυμεῖ καὶ τότε ὅταν ἐπιθυμῇ, ὃ δὲ τὸ πρότερον ἐλέγομεν φίλον εἶναι, ὕθλος τις ἦν, ὥσπερ ποίημα μακρὸν συγκείμενον;— κινδυνεύει, ἔφη.—ἀλλὰ μέντοι, ἦν δʼ ἐγώ, τό γε ἐπιθυμοῦν, οὗ ἂν ἐνδεὲς ᾖ, τούτου ἐπιθυμεῖ. ἦ γάρ;— ναί. —τὸ δʼ ἐνδεὲς ἄρα φίλον ἐκείνου οὗ ἂν ἐνδεὲς ᾖ;— δοκεῖ μοι. —ἐνδεὲς δὲ γίγνεται οὗ ἄν τι ἀφαιρῆται.— πῶς δʼ οὔ; —τοῦ οἰκείου δή, ὡς ἔοικεν, ὅ τε ἔρως καὶ ἡ φιλία καὶ ἡ ἐπιθυμία τυγχάνει οὖσα,3 ὡς φαίνεται, ὦ Μενέξενέ τε καὶ Λύσι.—συνεφάτην.—ὑμεῖς ἄρα εἰ φίλοι ἐστὸν ἀλλήλοις, φύσει πῃ οἰκεῖοί ἐσθʼ ὑμῖν αὐτοῖς.— κομιδῇ, ἐφάτην.—
“到底,”我说道,“看在宙斯的份上,如果恶消灭了,难道就再也没有饥饿,也没有口渴,以及其他任何这类的事情了吗?还是说,只要人和别的动物还存在,饥饿就还会存在,只是不再有害罢了?而口渴以及其他欲望也是如此,只是不再是恶的,因为恶已经消灭了?或者,这个问题本身就很可笑,即那时到底会有什么或者不会有什么?因为谁知道呢?但无论如何,至少我们知道这一点:即便在现在,挨饿也可能是受害,但也可能是受益。不是吗?”— “当然。” —“那么,对于口渴以及渴望所有其他这类事情的人来说,有时是有益地渴望,有时是有害地渴望,有时则是既无益也无害,不也是这样吗?”— “非常对。” —“那么,如果恶被消灭了,那些碰巧并非是恶的东西,有什么理由要与恶一同消灭呢?”— “没有。” —“那么,既非善也非恶的欲望,即使在恶消灭之后,也仍然会存在。”— “看来是这样。” —“那么,渴望并爱恋着某物的人,可能不爱他所渴望和爱恋的东西吗?”— “在我看来不可能。” —“因此,看来即使在恶消灭之后,也仍然会有一些可亲之物。”— “是的。” —“如果恶确实是某物成为可亲之物的原因,那么在恶消灭之后,就不可能再有一个东西对另一个东西是可亲的了。因为如果原因消灭了,那个作为这个原因之结果的东西恐怕也就无法继续存在了。”— “你说得对。” —“那么,我们已经同意,可亲之物是爱某物的,并且是因为某种原因而爱的;而我们当时认为,是因为恶,那既非善也非恶的东西才爱善,对吗?”— “确实如此。” — “但现在看来,似乎又出现了另一种爱与被爱的因由。”— “看来是这样。” —“那么,正如刚才所说,难道欲望真的是友爱的因由,而渴望着的东西在它渴望的时候对它所渴望的东西而言是可亲的,而我们之前所说的可亲之物,只是一种胡说八道,就像一首拼凑起来的长诗一样?”— “恐怕是这样,”他说。 —“然而,”我说道,“渴望者所渴望的,正是它所缺乏的东西。不是吗?”— “是的。” —“那么,缺乏者对它所缺乏的东西而言是可亲的吗?”— “在我看来是这样。” —“而当某物被夺走某样东西时,它就变得缺乏了,对吗?”— “怎么会不是呢?” —“那么看来,爱恋、友爱和欲望所指向的,似乎正是那属于它自己的东西,梅内克塞诺和莱西斯,看来是这样。”—他们两人都同意了。 —“那么,如果你们两人互为朋友,那么在天性上,你们在某种程度上就是彼此相合的。”— “完全正确,”他们两人说道。—
- 221aἔστιν πεινῶντα βλάπτεσθαι
单数宾格分词 πεινῶντα 用作被动不定式 βλάπτεσθαι 的逻辑主语,该不定式依赖于表示可能的非人称动词 ἔστιν。整句意为“处于饥饿状态的人是有可能受害的”。
- 221cοὐκ ἄν... οὐκ ἂν ἦν
这是表示过去相反事实假设(虚拟语气)中双重 ἄν 的用法。句首的 οὐκ ἄν 是为了强调结论句中 οὐκ ἂν ἦν 的 ἄν 而提前放置的。εἰ... ἦν 构成了与过去事实相反的条件从句。
- 221eτοῦ οἰκείου... τυγχάνει οὖσα
短语 τυγχάνει οὖσα 结合了 τυγχάνω 与分词 οὖσα,意为“实际上是/碰巧是”。属格 τοῦ οἰκείου(属于自己的/相合的东西)由主语 ἔρως、φιλία 和 ἐπιθυμία 支配,表示它们的对象(这对应于同源动词 ἐράω 和 ἐπιθυμέω 支配属格的用法)。
翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(3 处,最近 2026-11-15)
- 2026-11-15 AI校阅 — 译文 1 处
- 2026-09-21 AI校阅 — 注 1 处
- 2026-09-21 AI校阅 — 译文 1 处
