- 底本
- Platonis Opera, Tomus III: Tetralogia V-VII. Burnet, John, editor. Oxford: Clarendon Press, 1903.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0059.tlg020.humanitext-grc2:214
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
苏格拉底探讨了诗人和自然学家关于“相似者是相似者的朋友”的观点,得出只有善人之间才能成为朋友的结论,因为恶人自身就是矛盾的;但他随后提出质疑,即相似者之间是否能真正互惠。
ἀλλὰ ταύτῃ μὲν μηκέτι ἴωμεν— καὶ γὰρ χαλεπή τίς μοι φαίνεται ὥσπερ ὁδὸς ἡ σκέψις—ᾗ δὲ ἐτράπημεν, δοκεῖ μοι χρῆναι ἰέναι, σκοποῦντα1 κατὰ τοὺς ποιητάς· οὗτοι γὰρ ἡμῖν ὥσπερ πατέρες τῆς σοφίας εἰσὶν καὶ ἡγεμόνες. λέγουσι δὲ δήπου οὐ φαύλως ἀποφαινόμενοι περὶ τῶν φίλων, οἳ τυγχάνουσιν ὄντες· ἀλλὰ τὸν θεὸν αὐτόν φασιν ποιεῖν φίλους αὐτούς, ἄγοντα παρʼ ἀλλήλους. λέγουσι δέ πως ταῦτα, ὡς ἐγᾦμαι, ὡδί— "αἰεί τοι τὸν ὁμοῖον ἄγει θεὸς ὡς τὸν ὁμοῖον" καὶ ποιεῖ γνώριμον· ἢ οὐκ ἐντετύχηκας τούτοις τοῖς ἔπεσιν;— ἔγωγʼ, ἔφη.—οὐκοῦν καὶ τοῖς τῶν σοφωτάτων συγγράμμασιν ἐντετύχηκας ταῦτα αὐτὰ λέγουσιν, ὅτι τὸ ὅμοιον τῷ ὁμοίῳ ἀνάγκη ἀεὶ φίλον εἶναι; εἰσὶν δέ που οὗτοι οἱ περὶ φύσεώς τε καὶ τοῦ ὅλου διαλεγόμενοι καὶ γράφοντες.— ἀληθῆ, ἔφη, λέγεις. —ἆρʼ οὖν, ἦν δʼ ἐγώ, εὖ λέγουσιν;— ἴσως, ἔφη.—ἴσως, ἦν δʼ ἐγώ, τὸ ἥμισυ αὐτοῦ, ἴσως δὲ καὶ πᾶν, ἀλλʼ ἡμεῖς οὐ συνίεμεν. δοκεῖ γὰρ ἡμῖν ὅ γε πονηρὸς τῷ πονηρῷ, ὅσῳ ἂν ἐγγυτέρω προσίῃ καὶ μᾶλλον ὁμιλῇ, τοσούτῳ ἐχθίων γίγνεσθαι. ἀδικεῖ γάρ· ἀδικοῦντας δὲ καὶ ἀδικουμένους ἀδύνατόν που φίλους εἶναι. οὐχ οὕτως;— ναί, ἦ δʼ ὅς.—ταύτῃ μὲν ἂν τοίνυν τοῦ λεγομένου τὸ ἥμισυ οὐκ ἀληθὲς εἴη, εἴπερ οἱ πονηροὶ ἀλλήλοις ὅμοιοι.— ἀληθῆ λέγεις. —ἀλλά μοι δοκοῦσιν λέγειν τοὺς ἀγαθοὺς ὁμοίους εἶναι ἀλλήλοις καὶ φίλους, τοὺς δὲ κακούς, ὅπερ καὶ λέγεται περὶ αὐτῶν, μηδέποτε ὁμοίους μηδʼ αὐτοὺς αὑτοῖς εἶναι, ἀλλʼ ἐμπλήκτους τε καὶ ἀσταθμήτους· ὃ δὲ αὐτὸ αὑτῷ ἀνόμοιον εἴη καὶ διάφορον, σχολῇ2 γέ τῳ ἄλλῳ ὅμοιον ἢ φίλον γένοιτʼ ἄν. ἢ οὐ καὶ σοὶ δοκεῖ οὕτως;— ἔμοιγʼ, ἔφη.—τοῦτο τοίνυν αἰνίττονται, ὡς ἐμοὶ δοκοῦσιν, ὦ ἑταῖρε, οἱ τὸ ὅμοιον τῷ ὁμοίῳ φίλον λέγοντες, ὡς ὁ ἀγαθὸς τῷ ἀγαθῷ μόνος μόνῳ φίλος, ὁ δὲ κακὸς οὔτε ἀγαθῷ οὔτε κακῷ οὐδέποτε εἰς ἀληθῆ φιλίαν ἔρχεται. συνδοκεῖ σοι;—κατένευσεν.—ἔχομεν ἄρα ἤδη τίνες εἰσὶν οἱ φίλοι· ὁ γὰρ λόγος ἡμῖν σημαίνει ὅτι οἳ ἂν ὦσιν ἀγαθοί.— πάνυ γε, ἔφη, δοκεῖ. καὶ ἐμοί, ἦν δʼ ἐγώ. καίτοι δυσχεραίνω τί γε ἐν αὐτῷ· φέρε οὖν, ὦ πρὸς Διός, ἴδωμεν τί καὶ ὑποπτεύω. ὁ ὅμοιος τῷ ὁμοίῳ καθʼ ὅσον ὅμοιος φίλος, καὶ ἔστιν χρήσιμος ὁ τοιοῦτος τῷ τοιούτῳ; μᾶλλον δὲ ὧδε· ὁτιοῦν ὅμοιον ὁτῳοῦν ὁμοίῳ τίνα ὠφελίαν ἔχειν ἢ τίνα βλάβην ἂν ποιῆσαι δύναιτο, ὃ μὴ καὶ αὐτὸ αὑτῷ;3
但我们不要再走这条路了——因为在我看来,这一探求确实像是一条艰难的道路——而在我们转向的那个方向,我以为我们应当走下去,按照诗人们的说法来进行考察;因为他们对我们来说,就像是智慧的父亲和导师。关于那些碰巧是朋友的人,他们发表的见解想必绝非平庸;他们说,神亲自使他们成为朋友,把他们带到彼此身边。他们说这话的方式,依我之见,大致如下: “神总是把相似的人引向相似的人” 并且使他们相识;难道你没有读过这些诗句吗? “我读过,”他说。 “那么,你是否也读过那些最聪明的人的著作,他们也说着同样的话,即相似者对于相似者总是必然互为朋友?我想,这些人就是那些讨论并撰写关于自然和宇宙整体的人。” “你说得对,”他说。 “那么,”我说,“他们说得对吗?” “也许吧,”他说。 “也许,”我说,“说对了一半,也许甚至说全了,但我们没有理解。因为在我们看来,恶人越是接近恶人,越是与他交往,就变得越是有敌意。因为他行不义;而行不义者与受不义者,我想,是不可能成为朋友的。难道不是这样吗?” “是的,”他说。 “那么,在这方面,如果恶人之间彼此相似的话,那么所说的话有一半就不是真的了。” “你说得对。” “但我认为,他们的意思是指善人之间彼此相似且互为朋友,而恶人则正如人们对他们的评价那样,绝不相似,甚至对自己也不相似,而是反复无常、难以捉摸的;而与自身不相似且有分歧的东西,很难与别的东西相似或成为朋友。难道你不也是这样认为吗?” “是的,”他说。 “那么在我看来,我的同伴,那些说‘相似者是相似者的朋友’的人,他们所隐射的正是这一点:只有善人才是善人的朋友,唯有彼此,而恶人无论对善人还是恶人,都绝不能进入真正的友谊。你同意吗?” 他点头表示同意。 “那么,我们现在已经知道谁是朋友了;因为这一论证向我们表明,凡是善人就是朋友。” “非常明显,”他说,“看来是这样。” “我也这样认为,”我说。“然而,我对其中的某点感到有些不安。来吧,凭宙斯起誓,让我们看看我所怀疑的是什么。相似者对于相似者,只要他是相似的,就是朋友吗?这样的人对于这样的人是有用的吗?或者不如这样说:任何相似的东西对于任何相似的东西,能有什么益处,或者能造成什么危害,是它自己不能对自己做到的?”
- 214σκοποῦντα
分词 σκοποῦντα 是单数阳性宾格。这是因为在非人称短语 δοκεῖ μοι χρῆναι 之后,不定式 ἰέναι 的逻辑主语被理解为单数的“我”(单数宾格 ἐμέ),而不是“我们”,从而使分词保持单数形式。
- 214dσχολῇ
σχολῇ 原本是表示“闲暇”的名词的与格形式,在此处用作副词,与表示潜在的 ἄν 连用,加强否定语气,意为“很难”、“绝不”或“简直不”。
- 214eὃ μὴ καὶ αὐτὸ αὑτῷ
在关系从句 ὃ μὴ καὶ αὐτὸ αὑτῷ 中省略了动词。根据前文的动词短语 ὠφελίαν ἔχειν ἢ τίνα βλάβην ἂν ποιῆσαι δύναιτο,应补全理解为“那它自己也不能对自己拥有或做到的”。
翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(1 处,最近 2026-09-21)
- 2026-09-21 AI校阅 — 译文 1 处
