← 柏拉图

赖西斯篇

§211

梅内克塞诺归来与苏格拉底对朋友的渴望

随着梅内克塞诺的归来,吕西斯希望进行一场有他参与的对话,苏格拉底便开始向梅内克塞诺讲述自己从小到大如何热切地渴望获得“朋友”。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§211

κατιδὼν οὖν αὐτὸν1 ἀγωνιῶντα καὶ τεθορυβημένον ὑπὸ τῶν λεγομένων, ἀνεμνήσθην ὅτι καὶ προσεστὼς λανθάνειν τὸν Λύσιν ἐβούλετο· ἀνέλαβον οὖν ἐμαυτὸν καὶ ἐπέσχον τοῦ λόγου. καὶ ἐν τούτῳ ὁ Μενέξενος πάλιν ἧκεν, καὶ ἐκαθέζετο παρὰ τὸν Λύσιν, ὅθεν καὶ ἐξανέστη. ὁ οὖν Λύσις μάλα παιδικῶς καὶ φιλικῶς, λάθρᾳ τοῦ Μενεξένου, σμικρὸν πρός με λέγων ἔφη· ὦ Σώκρατες, ἅπερ καὶ ἐμοὶ λέγεις, εἰπὲ καὶ Μενεξένῳ. καὶ ἐγὼ εἶπον, ταῦτα μὲν σὺ αὐτῷ ἐρεῖς, ὦ Λύσι· πάντως γὰρ προσεῖχες τὸν νοῦν. πάνυ μὲν οὖν, ἔφη. πειρῶ τοίνυν, ἦν δʼ ἐγώ, ἀπομνημονεῦσαι αὐτὰ ὅτι μάλιστα, ἵνα τούτῳ σαφῶς πάντα εἴπῃς· ἐὰν δέ τι αὐτῶν ἐπιλάθῃ, αὖθίς με ἀνερέσθαι ὅταν ἐντύχῃς πρῶτον. ἀλλὰ ποιήσω, ἔφη, ταῦτα, ὦ Σώκρατες, πάνυ σφόδρα, εὖ ἴσθι. ἀλλά τι ἄλλο αὐτῷ λέγε, ἵνα καὶ ἐγὼ ἀκούω, ἕως ἂν οἴκαδε ὥρα ᾖ ἀπιέναι. ἀλλὰ χρὴ ποιεῖν ταῦτα, ἦν δʼ ἐγώ, ἐπειδή γε καὶ σὺ κελεύεις. ἀλλὰ ὅρα ὅπως ἐπικουρήσεις μοι, ἐάν με ἐλέγχειν ἐπιχειρῇ ὁ Μενέξενος· ἢ οὐκ οἶσθα ὅτι ἐριστικός ἐστιν; ναὶ μὰ Δία, ἔφη, σφόδρα γε· διὰ ταῦτά τοι καὶ βούλομαί σε αὐτῷ διαλέγεσθαι. ἵνα, ἦν δʼ ἐγώ, καταγέλαστος γένωμαι; οὐ μὰ Δία, ἔφη, ἀλλʼ ἵνα αὐτὸν κολάσῃς. πόθεν; ἦν δʼ ἐγώ. οὐ ῥᾴδιον· δεινὸς γὰρ ὁ ἄνθρωπος, Κτησίππου μαθητής. πάρεστι δέ τοι αὐτός—οὐχ ὁρᾷς; — Κτήσιππος. μηδενός σοι, ἔφη, μελέτω, ὦ Σώκρατες, ἀλλʼ ἴθι διαλέγου αὐτῷ. διαλεκτέον, ἦν δʼ ἐγώ. ταῦτα οὖν ἡμῶν λεγόντων πρὸς ἡμᾶς αὐτούς, τί ὑμεῖς, ἔφη ὁ Κτήσιππος, αὐτὼ μόνω ἑστιᾶσθον, ἡμῖν δὲ οὐ μεταδίδοτον2 τῶν λόγων; ἀλλὰ μήν, ἦν δʼ ἐγώ, μεταδοτέον. ὅδε γάρ τι ὧν λέγω3 οὐ μανθάνει, ἀλλά φησιν οἴεσθαι Μενέξενον εἰδέναι, καὶ κελεύει τοῦτον ἐρωτᾶν. τί οὖν, ἦ δʼ ὅς, οὐκ ἐρωτᾷς; ἀλλʼ ἐρήσομαι, ἦν δʼ ἐγώ. καί μοι εἰπέ, ὦ Μενέξενε, ὃ ἄν σε ἔρωμαι. τυγχάνω γὰρ ἐκ παιδὸς ἐπιθυμῶν κτήματός του, ὥσπερ ἄλλος ἄλλου. ὁ μὲν γάρ τις ἵππους ἐπιθυμεῖ κτᾶσθαι, ὁ δὲ κύνας, ὁ δὲ χρυσίον, ὁ δὲ τιμάς· ἐγὼ δὲ πρὸς μὲν ταῦτα πρᾴως ἔχω, πρὸς δὲ τὴν τῶν φίλων κτῆσιν πάνυ ἐρωτικῶς, καὶ βουλοίμην ἄν μοι φίλον ἀγαθὸν γενέσθαι μᾶλλον ἢ τὸν ἄριστον ἐν ἀνθρώποις ὄρτυγα ἢ ἀλεκτρυόνα, καὶ ναὶ μὰ Δία ἔγωγε μᾶλλον ἢ ἵππον τε καὶ κύνα—οἶμαι δέ, νὴ τὸν κύνα, μᾶλλον ἢ τὸ Δαρείου χρυσίον κτήσασθαι δεξαίμην πολὺ πρότερον ἑταῖρον, μᾶλλον δὲ ἢ αὐτὸν Δαρεῖον—οὕτως ἐγὼ φιλέταιρός τίς εἰμι.

看到他因所说的话而焦虑和慌乱,我想起他虽然站在附近,却希望不被吕西斯注意到。于是我收敛心神,止住了话头。就在这时,梅内克塞诺回来了,在吕西斯身边坐下,也就是他刚才站起来的地方。于是吕西斯带着十分孩子气和友好的神情,避开梅内克塞诺,小声对我说:“苏格拉底,把你对我说的话,也对梅内克塞诺说一遍吧。”我说:“这些话你自己去对他说吧,吕西斯。因为你方才听得非常专心。”“确实非常专心,”他说。“那么,”我说,“你就尽量把它们记清楚,以便向他讲得明明白白。如果你忘了其中什么,下次一见到我,就再问我。”“苏格拉底,我一定会这样做的,”他说,“非常当真,请你放心。不过,你再跟他说点别的吧,让我也能听听,直到该回家的时候。”“好吧,必须这样做,”我说,“既然你这么要求。但是,如果梅内克塞诺试图反驳我,你可要注意帮我的忙。难道你不知道他是个好辩的人吗?”“是的,凭宙斯起誓,”他说,“非常明显。正因如此,我才想让你和他谈谈。”“是为了让我成为笑柄吗?”我说。“绝非如此,凭宙斯起誓,”他说,“而是为了让你教训教训他。”“怎么教训呢?”我说,“这可不容易。这人可厉害了,他是克特西波斯的弟子。而且克特西波斯本人就在这里——你没看到吗?”“什么也别担心,苏格拉底,”他说,“去和他谈吧。”“那必须谈谈了,”我说。正当我们自言自语说这些话时,“你们两个,”克特西波斯说,“怎么只顾自己享用宴席,却不让我们分享谈话呢?”“不过,确实,”我说,“必须分享。因为这位说,我所说的有些话他听不懂,但他认为梅内克塞诺懂得,所以让我问问梅内克塞诺。”“那你为什么不问呢?”他说。“那我就问了,”我说。“梅内克塞诺,回答我的问题。因为我从小就渴望得到某种财产,就像别人渴望别的东西一样。有人渴望拥有马匹,有人渴望狗,有人渴望金子,有人渴望荣誉。而我对这些东西看得很淡,但对获得朋友却非常有热情。我宁愿得到一个好朋友,也不愿得到人间最好的鹌鹑或公鸡。是的,凭宙斯起誓,我宁愿要一个朋友,也不愿要马和狗——而且我认为,凭狗发誓,我远宁愿获得一个伙伴,也不愿得到大流士的金子,甚至不愿得到大流士本人。我就是这样一个极爱伙伴的人。”

语法注3 条
  1. 211αὐτὸν

    在上下文中,第三人称代词 αὐτόν 的指代对象是在前一节末尾(210e)苏格拉底所注视的希波塔勒斯(Hippothales),他希望不被吕西斯注意到。如果将其解释为吕西斯,则会与紧接着的从句 ὅτι καὶ προσεστὼς λανθάνειν τὸν λύσιν ἐβούλετο(他希望避开吕西斯的注意)相矛盾,因此该解释不予采用。

  2. 211cἑστιᾶσθον ... μεταδίδοτον

    这是第二人称双数动词,指代直到刚才还在亲密耳语的苏格拉底和吕西斯两人。克特西波斯用比喻的方式,将他们独占谈话的行为形容为“你们两人独自享用宴席(ἑστιᾶσθον)”。

  3. 211dτι ὧν λέγω

    ὧν 是关系代词被吸引至其先行词的属格形式,整句意为 τι ἐκείνων ἃ λέγω(我所说的那些话中的某些内容)。这表明吕西斯未能理解苏格拉底论证中的一部分。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(4 处,最近 2026-11-15)
  • 2026-11-15 AI校阅 — 原文 2 处
  • 2026-11-15 AI校阅 — 译文 2 处
urn:cts:greekLit:tlg0059.tlg020.humanitext-grc2:211