- 底本
- Platonis Opera, Tomus III: Tetralogia V-VII. Burnet, John, editor. Oxford: Clarendon Press, 1903.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0059.tlg019.humanitext-grc2:185
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-25
苏格拉底主张,在决定关乎儿子教育的重大事项时,应当听从在照料灵魂方面有专业知识的人,而非诉诸多数;他强调,在寻找专家之前,必须首先明确讨论的真正目的和对象是什么。
ΣΩ. οὐκοῦν καὶ νῦν χρὴ πρῶτον αὐτὸ τοῦτο σκέψασθαι, εἰ ἔστιν τις ἡμῶν τεχνικὸς περὶ οὗ βουλευόμεθα ἢ οὔ· καὶ εἰ μὲν ἔστιν, ἐκείνῳ πείθεσθαι ἑνὶ ὄντι, τοὺς δʼ ἄλλους ἐᾶν, εἰ δὲ μή, ἄλλον τινὰ ζητεῖν. ἢ περὶ σμικροῦ οἴεσθε νυνὶ κινδυνεύειν καὶ σὺ καὶ Λυσίμαχος ἀλλʼ οὐ περὶ τούτου τοῦ κτήματος ὃ τῶν ὑμετέρων μέγιστον ὂν τυγχάνει; ὑέων γάρ που ἢ χρηστῶν ἢ τἀναντία γενομένων1 καὶ πᾶς ὁ οἶκος ὁ τοῦ πατρὸς οὕτως οἰκήσεται, ὁποῖοι ἄν τινες οἱ παῖδες γένωνται. ΜΕ. ἀληθῆ λέγεις. ΣΩ. πολλὴν ἄρα δεῖ προμηθίαν αὐτοῦ ἔχειν. ΜΕ. πάνυ γε. ΣΩ. πῶς οὖν, ὃ ἐγὼ ἄρτι ἔλεγον, ἐσκοποῦμεν ἄν, εἰ ἐβουλόμεθα σκέψασθαι τίς ἡμῶν περὶ ἀγωνίαν τεχνικώτατος; ἆρʼ οὐχ ὁ μαθὼν καὶ ἐπιτηδεύσας, ᾧ καὶ διδάσκαλοι ἀγαθοὶ γεγονότες ἦσαν αὐτοῦ τούτου; ΜΕ. ἔμοιγε δοκεῖ. ΣΩ. οὐκοῦν ἔτι πρότερον, τίνος ὄντος τούτου2 ζητοῦμεν τοὺς διδασκάλους; ΜΕ. πῶς λέγεις; ΣΩ. ὧδε ἴσως μᾶλλον κατάδηλον ἔσται. οὔ μοι δοκεῖ ἐξ ἀρχῆς ἡμῖν ὡμολογῆσθαι τί ποτʼ ἔστιν περὶ οὗ βουλευόμεθα, ὅστις ἡμῶν τεχνικὸς καὶ τούτου ἕνεκα διδασκάλους ἐκτήσατο, καὶ ὅστις μή. ΝΙ. οὐ γάρ, ὦ Σώκρατες, περὶ τοῦ ἐν ὅπλοις μάχεσθαι σκοποῦμεν, εἴτε χρὴ αὐτὸ τοὺς νεανίσκους μανθάνειν εἴτε μή; ΣΩ. πάνυ μὲν οὖν, ὦ Νικία. ἀλλʼ ὅταν περὶ φαρμάκου τίς του πρὸς ὀφθαλμοὺς σκοπῆται, εἴτε χρὴ αὐτὸ ὑπαλείφεσθαι εἴτε μή, πότερον οἴει τότε εἶναι τὴν βουλὴν περὶ τοῦ φαρμάκου ἢ περὶ τῶν ὀφθαλμῶν; ΝΙ. περὶ τῶν ὀφθαλμῶν. ΣΩ. οὐκοῦν καὶ ὅταν ἵππῳ χαλινὸν σκοπῆταί τις εἰ προσοιστέον ἢ μή, καὶ ὁπότε, τότε που περὶ τοῦ ἵππου βουλεύεται ἀλλʼ οὐ περὶ τοῦ χαλινοῦ; ΝΙ. ἀληθῆ. ΣΩ. οὐκοῦν ἑνὶ λόγῳ, ὅταν τίς τι ἕνεκά του σκοπῇ, περὶ ἐκείνου ἡ βουλὴ τυγχάνει οὖσα οὗ ἕνεκα ἐσκόπει, ἀλλʼ οὐ περὶ τοῦ ὃ ἕνεκα ἄλλου ἐζήτει. ΝΙ. ἀνάγκη. ΣΩ. δεῖ ἄρα καὶ τὸν σύμβουλον σκοπεῖν ἆρα τεχνικός ἐστιν εἰς ἐκείνου θεραπείαν, οὗ ἕνεκα σκοπούμενοι σκοποῦμεν. ΝΙ. πάνυ γε. ΣΩ. οὐκοῦν νῦν φαμεν περὶ μαθήματος σκοπεῖν τῆς ψυχῆς ἕνεκα τῆς τῶν νεανίσκων; ΝΙ. ναί. ΣΩ. εἴ τις ἄρα ἡμῶν τεχνικὸς περὶ ψυχῆς θεραπείαν καὶ οἷός τε καλῶς τοῦτο θεραπεῦσαι, καὶ ὅτῳ διδάσκαλοι ἀγαθοὶ γεγόνασιν, τοῦτο σκεπτέον. ΛΑ. τί δέ, ὦ Σώκρατες; οὔπω ἑώρακας ἄνευ διδασκάλων τεχνικωτέρους γεγονότας εἰς ἔνια ἢ μετὰ διδασκάλων; ΣΩ. ἔγωγε, ὦ Λάχης· οἷς γε σὺ οὐκ ἂν ἐθέλοις πιστεῦσαι, εἰ φαῖεν ἀγαθοὶ εἶναι δημιουργοί, εἰ μή τί σοι τῆς αὑτῶν τέχνης ἔργον ἔχοιεν ἐπιδεῖξαι εὖ εἰργασμένον, καὶ ἓν καὶ πλείω.
苏格拉底:那么,现在我们也必须首先考察这一点本身:在我们所讨论的事情上,我们当中是否有人是专家,还是没有;如果是有的,就应当听从他那单单一个人,而放过其他人,但如果没有,就必须寻找别人。或者,你和吕西马科认为现在所冒的风险是一件小事,而不是关乎你们拥有的最大财产?因为随着儿子们变得优秀还是相反,父亲的整个家室也将如此运转,这取决于孩子们变成怎样的人。 麦勒西亚斯:你说得对。 苏格拉底:因此,必须对此有极大的预见。 麦勒西亚斯:非常对。 苏格拉底:那么,正如我刚才所说,如果我们想考察我们当中谁在竞技训练上最专业,我们将如何审视呢?难道不就是那个学习过、实践过,并且在这件事情本身上拥有过优秀教师的人吗? 麦勒西亚斯:我正是这么想。 苏格拉底:那么,在那之前,我们要找的是关于什么事物的教师? 麦勒西亚斯:你是指什么? 苏格拉底:这样说或许会更明白一些。在我看来,我们起初并没有就“我们所讨论的事情究竟是什么”达成一致,因而也无法讨论我们当中谁是专家、并为了它请了教师,而谁没有。 尼基亚斯:苏格拉底,难道我们不是在考察关于武装格斗,即年轻人是否应该学习它吗? 苏格拉底:确实如此,尼基亚斯。但是,当有人考察某种眼药水,考虑是否应该涂抹它时,你认为当时的咨询是关于药水,还是关于眼睛? 尼基亚斯:关于眼睛。 苏格拉底:那么,当有人考察是否应该以及何时应该给马配上缰绳时,他显然是在讨论关于马,而不是关于缰绳吧? 尼基亚斯:没错。 苏格拉底:所以简而言之,当有人为了某事而考察另一事时,其咨询所指向的,正是作为目的的那件事,而不是那件为了别的事情而寻找的手段。 尼基亚斯:必然如此。 苏格拉底:因此,我们也必须考察顾问在照料那件事上是否专业,那件事正是我们进行研究所要达到的目的。 尼基亚斯:非常对。 苏格拉底:那么,现在我们说自己考察这门学问,是为了年轻人的灵魂吗? 尼基亚斯:是的。 苏格拉底:因此,必须考察我们当中是否有人在照料灵魂上是专家,并且能够很好地照料它,以及谁曾拥有过优秀的教师。 拉刻斯:但是,苏格拉底,难道你从未见过有人没有教师,在某些事情上反而比有教师的人更专业吗? 苏格拉底:我是见过的,拉刻斯;但即使他们自称是优秀的工匠,如果他们不能向你展示他们自己手艺的、制作精良的成果——无论是单单一个还是多个——你也是不愿相信他们的。
- 185aὑέων γάρ που ἢ χρηστῶν ἢ τἀναντία γενομένων
悬空属格或提前引入话题的属格(“因为关于儿子们,不论他们变得优秀还是相反……”),在文法上不直接作后文主句或从句的成分,而是用来提前预示整个句子的讨论主题并限制其讨论范围。
- 185bτίνος ὄντος τούτου
独立属格结构。指示代词 τούτου 作逻辑主语,疑问代词 τίνος 作分词 ὄντος 的表语。字面意思是“在此物是什么的情况下”,强调在寻找教师之前,必须首先对寻找的对象本身做出本源性的定义。
