- 底本
- Platonis Opera, Tomus II: Tetralogia III-IV. Burnet, John, editor. Oxford: Clarendon Press, 1910.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0059.tlg016.humanitext-grc2:138-139
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-25
苏格拉底论证了认识自己(节制)与治理他人(正义和政治术)是同一门技术,并指出哲学家在家庭和国家中不应甘居第二,而应起主导作用,从而得出结论:哲学绝非博而不精或热衷于各种手艺。
τί δʼ; ἐπειδὰν ἄνθρωπός τις ὢν ἀγνοῇ τοὺς χρηστοὺς καὶ μοχθηροὺς ἀνθρώπους, ἆρʼ οὐχ αὑτὸν ἀγνοεῖ πότερον χρηστός ἐστιν ἢ πονηρός, ἐπειδὴ καὶ αὐτὸς ἄνθρωπός ἐστιν; συνεχώρει. τὸ δὲ αὑτὸν ἀγνοεῖν σωφρονεῖν1 ἐστιν ἢ μὴ σωφρονεῖν; μὴ σωφρονεῖν. τὸ ἑαυτὸν ἄρα γιγνώσκειν ἐστὶ σωφρονεῖν; φημί, ἔφη. τοῦτʼ ἄρα, ὡς ἔοικε, τὸ ἐν Δελφοῖς γράμμα παρακελεύεται, σωφροσύνην ἀσκεῖν καὶ δικαιοσύνην. ἔοικεν. τῇ αὐτῇ δὲ ταύτῃ καὶ κολάζειν ὀρθῶς ἐπιστάμεθα; ναί. οὐκοῦν ᾗ μὲν κολάζειν ὀρθῶς ἐπιστάμεθα, δικαιοσύνη αὕτη ἐστίν, ᾗ δὲ διαγιγνώσκειν καὶ ἑαυτὸν καὶ ἄλλους, σωφροσύνη; ἔοικεν, ἔφη. ταὐτὸν ἄρα ἐστὶ καὶ δικαιοσύνη καὶ σωφροσύνη; φαίνεται. καὶ μὴν οὕτω γε καὶ αἱ πόλεις εὖ οἰκοῦνται, ὅταν οἱ ἀδικοῦντες δίκην διδῶσιν. ἀληθῆ λέγεις, ἔφη. καὶ πολιτικὴ ἄρα αὑτή ἐστιν. συνεδόκει. τί δὲ ὅταν εἷς ἀνὴρ ὀρθῶς πόλιν διοικῇ, ὄνομά γε τούτῳ οὐ τύραννός τε καὶ βασιλεύς; φημί. οὐκοῦν βασιλικῇ τε καὶ τυραννικῇ τέχνῃ διοικεῖ; οὕτως. καὶ αὗται ἄρʼ αἱ αὐταὶ τέχναι εἰσὶν ἐκείναις; φαίνονται. τί δʼ ὅταν εἷς ὢν ἀνὴρ οἰκίαν διοικῇ ὀρθῶς, τί ὄνομα τούτῳ ἐστίν; οὐκ οἰκονόμος τε καὶ δεσπότης; ναί. πότερον οὖν καὶ οὗτος δικαιοσύνῃ εὖ ἂν τὴν οἰκίαν διοικοῖ ἢ κἄλλῃ τινὶ τέχνῃ; δικαιοσύνῃ. ἔστιν ἄρα ταὐτόν, ὡς ἔοικε, βασιλεύς, τύραννος, πολιτικός, οἰκονόμος, δεσπότης, σώφρων, δίκαιος. καὶ μία τέχνη ἐστὶν βασιλική, τυραννική, πολιτική, δεσποτική, οἰκονομική, δικαιοσύνη, σωφροσύνη. φαίνεται, ἔφη, οὕτως. πότερον οὖν τῷ φιλοσόφῳ,2 ὅταν μὲν ἰατρὸς περὶ τῶν καμνόντων τι λέγῃ, αἰσχρὸν μήθʼ ἕπεσθαι τοῖς λεγομένοις δύνασθαι μήτε συμβάλλεσθαι μηδὲν περὶ τῶν λεγομένων ἢ πραττομένων, καὶ ὁπόταν ἄλλος τις τῶν δημιουργῶν, ὡσαύτως· ὅταν δὲ δικαστὴς ἢ βασιλεὺς ἢ ἄλλος τις ὧν νυνδὴ διεληλύθαμεν, οὐκ αἰσχρὸν περὶ τούτων μήτε ἕπεσθαι δύνασθαι μήτε συμβάλλεσθαι περὶ αὐτῶν; πῶς δʼ οὐκ αἰσχρόν, ὦ Σώκρατες, περί γε τοσούτων πραγμάτων μηδὲν ἔχειν συμβάλλεσθαι; πότερον οὖν καὶ περὶ ταῦτα λέγωμεν, ἔφην, πένταθλον αὐτὸν δεῖν εἶναι καὶ ὕπακρον, καὶ ταύτης μὲν τὰ δευτερεῖα ἔχοντα πάντων τὸν φιλόσοφον, καὶ ἀχρεῖον εἶναι ἕως ἂν τούτων τις ᾖ, ἢ πρῶτον μὲν τὴν αὑτοῦ οἰκίαν οὐκ ἄλλῳ ἐπιτρεπτέον οὐδὲ τὰ δευτερεῖα ἐν τούτῳ ἑκτέον, ἀλλʼ αὐτὸν κολαστέον δικάζοντα ὀρθῶς, εἰ μέλλει εὖ οἰκεῖσθαι αὐτοῦ ἡ οἰκία; συνεχώρει δή μοι.
“那又怎么说呢?当一个人虽然是人,却认不清优秀和恶劣的人时,既然他自己也是人,难道他不是也认不清自己是优秀的还是恶劣的吗?” 他同意了。 “而认不清自己,是属于有节制,还是属于没有节制?” “没有节制。” “那么,认识自己就是有节制了?” “我说是的,”他说。 “那么,看来德尔斐的碑文所劝诫的正是这个,即修习节制和正义。” “看来是这样。” “而我们也是凭借这门同一的技术,懂得如何正确管教人的吗?” “是的。” “那么,我们凭以懂得正确管教人的,这便是正义;而凭以识别自己和他人的,这便是节制?” “看来是这样,”他说。 “那么,正义与节制是同一回事了?” “看来是这样。” “而且,这样一来,当行不义者受到惩罚时,城邦也会治理得很好吧。” “你说得对,”他说。 “那么这也就是政治技术了。” 他表示赞同。 “而当一个男人正确地治理城邦时,这个人的名字难道不是既叫僭主又叫国王吗?” “我说是的。” “那么他是凭借着国王技术和僭主技术来治理的吗?” “是的。” “那么这些技术与刚才那些是相同的技术吗?” “看来是的。” “那当一个男人正确地治理家庭时,这个人的名字叫什么?难道不是家政管理者和主人吗?” “是的。” “那么这个人也是凭借正义治好家庭的,还是凭借别的什么技术?” “凭借正义。” “那么,看来,国王、僭主、政治家、家政管理者、主人、有节制者、正义者,都是同一回事。而且只有一门技术,它既是国王技术、僭主技术、政治技术、主人技术、家政技术,也是正义和节制。” “看来是这样,”他说。 “那么,对哲学家来说,当医生谈论病人的时候,如果他既不能跟上所说的话,又不能对所说所做的事情做出任何贡献,当其他任何一个手艺人说话时也是如此,这是可耻的;但当法官、国王或我们刚才列举的其他任何人说话时,在这些事情上如果他也不能跟上,不能做出贡献,这难道不可耻吗?” “怎么能不可耻呢,苏格拉底,对这么重大的事情竟然无法做出任何贡献?” “那么,”我说,“我们是否也要说,哲学家在这些事情上也是个五项全能运动员和次等优秀的人,在所有这些事情中都占有第二等的位置,只要这些专门家中有一个在场,他就是无用的?还是说,他首先不应将自己的家庭托付给他人,也不应在这件事上占有第二等位置,而是为了让自己的家庭治理得好,他必须自己行使审判,进行正确的管教?” 他同意了我的看法。
ἔπειτά γε δήπου ἐάντε οἱ φίλοι αὐτῷ διαίτας ἐπιτρέπωσιν, ἐάντε ἡ πόλις τι προστάττῃ διακρίνειν ἢ δικάζειν, αἰσχρὸν ἐν τούτοις, ὦ ἑταῖρε, δεύτερον φαίνεσθαι ἢ τρίτον καὶ μὴ οὐχ ἡγεῖσθαι;3 δοκεῖ μοι. πολλοῦ ἄρα δεῖ ἡμῖν, ὦ βέλτιστε, τὸ φιλοσοφεῖν πολυμαθία τε εἶναι καὶ ἡ περὶ τὰς τέχνας πραγματεία. εἰπόντος δʼ ἐμοῦ ταῦτα ὁ μὲν σοφὸς αἰσχυνθεὶς τοῖς προειρημένοις ἐσίγησεν, ὁ δὲ ἀμαθὴς ἔφη ἐκείνως εἶναι· καὶ οἱ ἄλλοι ἐπῄνεσαν τὰ εἰρημένα.
“其次,无论他的朋友们把调停委托给他,还是城邦命令他裁决或审判某事,我的朋友,在这些事情上如果显得是第二或第三,而不是充当领导者,难道不可耻吗?” “在我看来是这样。” “那么,我优秀的年轻朋友,研究哲学对我们来说,远远不是博而不精和热衷于技艺。” 当我说完这些话时,那个“聪明”的人因先前说的话感到羞愧而保持沉默,而那个“无知”的人则说确实如此;其他人也对所说的话表示赞赏。
- 138aσωφρονεῖν
动词 σωφρονεῖν(有节制、有思虑)在此处被与德尔斐神谕“认识你自己”直接联系起来,从而将“认识自己”等同于“有节制”,它作为“认不清自己”的直接对立面而被定义。
- 138dπότερον οὖν τῷ φιλοσόφῳ...
这个长句具有 πότερον ... ὅταν μὲν ... ὅταν δὲ ...的对比结构,其中共同的无人称形容词 αἰσχρόν(可耻的)支配着两个对比情况下的宾格不定式结构(ἕπεσθαι 和 συμβάλλεσθαι)(即手艺人的专业领域与统治、审判等哲学家的本质领域)。需要注意并列关系以避免句法混乱。
- 139aμὴ οὐχ ἡγεῖσθαι
在前文带有否定评价的语境 αἰσχρὸν ... φαίνεσθαι(显得……是可耻的)中,双重否定 μὴ οὐ 修饰不定式 ἡγεῖσθαι(引导、领先)。这一句法选择实际上引导了一个强烈的肯定意义:“在这些事情上不领先难道不可耻吗(即必须领先)”。
翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(2 处,最近 2026-11-15)
- 2026-11-15 AI校阅 — 注 1 处
- 2026-09-21 AI校阅 — 注 1 处
