- 底本
- Platonis Opera, Tomus II: Tetralogia III-IV. Burnet, John, editor. Oxford: Clarendon Press, 1910.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0059.tlg013.humanitext-grc2:129-130
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
苏格拉底与阿尔基比亚德在确认认识自己的困难性后,通过“使用者与被使用者相区别”的论证,得出人类作为身体的使用者,其本质不外乎是“灵魂”这一结论。
ΑΛ. ἀδύνατον. ΣΩ. πότερον οὖν δὴ ῥᾴδιον τυγχάνει τὸ γνῶναι ἑαυτόν, καί τις ἦν φαῦλος ὁ τοῦτο ἀναθεὶς εἰς τὸν ἐν Πυθοῖ νεών, ἢ χαλεπόν τι καὶ οὐχὶ παντός;1 ΑΛ. ἐμοὶ μέν, ὦ Σώκρατες, πολλάκις μὲν ἔδοξε παντὸς εἶναι, πολλάκις δὲ παγχάλεπον. ΣΩ. ἀλλʼ, ὦ Ἀλκιβιάδη, εἴτε ῥᾴδιον εἴτε μή ἐστιν, ὅμως γε ἡμῖν ὧδʼ ἔχει· γνόντες μὲν αὐτὸ τάχʼ ἂν γνοῖμεν τὴν ἐπιμέλειαν ἡμῶν αὐτῶν, ἀγνοοῦντες δὲ οὐκ ἄν ποτε. ΑΛ. ἔστι ταῦτα. ΣΩ. φέρε δή, τίνʼ ἂν τρόπον εὑρεθείη αὐτὸ ταὐτό;2 οὕτω μὲν γὰρ ἂν τάχʼ εὕροιμεν τί ποτʼ ἐσμὲν αὐτοί, τούτου δʼ ἔτι ὄντες ἐν ἀγνοίᾳ ἀδύνατοί που. ΑΛ. ὀρθῶς λέγεις. ΣΩ. ἔχε οὖν πρὸς Διός. τῷ διαλέγῃ σὺ νῦν; ἄλλο τι ἢ ἐμοί; ΑΛ. ναί. ΣΩ. οὐκοῦν καὶ ἐγὼ σοί; ΑΛ. ναί. ΣΩ. Σωκράτης ἄρʼ ἐστὶν ὁ διαλεγόμενος; ΑΛ. πάνυ γε. ΣΩ. Ἀλκιβιάδης δʼ ὁ ἀκούων; ΑΛ. ναί. ΣΩ. οὐκοῦν λόγῳ διαλέγεται ὁ Σωκράτης; ΑΛ. τί μήν; ΣΩ. τὸ δὲ διαλέγεσθαι καὶ τὸ λόγῳ χρῆσθαι ταὐτόν που καλεῖς. ΑΛ. πάνυ γε. ΣΩ. ὁ δὲ χρώμενος καὶ ᾧ χρῆται οὐκ ἄλλο; ΑΛ. πῶς λέγεις; ΣΩ. ὥσπερ σκυτοτόμος τέμνει που τομεῖ καὶ σμίλῃ καὶ ἄλλοις ὀργάνοις. ΑΛ. ναί. ΣΩ. οὐκοῦν ἄλλο μὲν ὁ τέμνων καὶ χρώμενος, ἄλλο δὲ οἷς τέμνων χρῆται; ΑΛ. πῶς γὰρ οὔ; ΣΩ. ἆρʼ οὖν οὕτως καὶ οἷς ὁ κιθαριστὴς κιθαρίζει καὶ αὐτὸς ὁ κιθαριστὴς ἄλλο ἂν εἴη; ΑΛ. ναί. ΣΩ. τοῦτο τοίνυν ἀρτίως ἠρώτων, εἰ ὁ χρώμενος καὶ ᾧ χρῆται ἀεὶ δοκεῖ ἕτερον εἶναι. ΑΛ. δοκεῖ. ΣΩ. τί οὖν φῶμεν τὸν σκυτοτόμον; τέμνειν ὀργάνοις μόνον ἢ καὶ χερσίν; ΑΛ. καὶ χερσίν. ΣΩ. χρῆται ἄρα καὶ ταύταις; ΑΛ. ναί. ΣΩ. ἦ καὶ τοῖς ὀφθαλμοῖς χρώμενος σκυτοτομεῖ; ΑΛ. ναί. ΣΩ. τὸν δὲ χρώμενον καὶ οἷς χρῆται ἕτερα ὁμολογοῦμεν; ΑΛ. ναί. ΣΩ. ἕτερον ἄρα σκυτοτόμος καὶ κιθαριστὴς χειρῶν καὶ ὀφθαλμῶν οἷς ἐργάζονται; ΑΛ. φαίνεται. ΣΩ. οὐκοῦν καὶ παντὶ τῷ σώματι χρῆται ἅνθρωπος; ΑΛ. πάνυ γε. ΣΩ. ἕτερον δʼ ἦν τό τε χρώμενον καὶ ᾧ χρῆται; ΑΛ. ναί. ΣΩ. ἕτερον ἄρα ἅνθρωπός ἐστι τοῦ σώματος τοῦ ἑαυτοῦ; ΑΛ. ἔοικεν. ΣΩ. τί ποτʼ οὖν ὁ ἄνθρωπος; ΑΛ. οὐκ ἔχω λέγειν. ΣΩ. ἔχεις μὲν οὖν, ὅτι γε τὸ τῷ σώματι χρώμενον. ΑΛ. ναί.
阿尔基比亚德:不可能。 苏格拉底:那么,认识自己到底是一件容易的事,而把这句话献纳在皮托神殿里的是个无用之辈,还是说它是一件困难且非人人都能做到的事? 阿尔基比亚德:苏格拉底,对我来说,它有时显得是人人都能做到的,有时又显得极其困难。 苏格拉底:但是,阿尔基比亚德,无论它是容易还是不易,我们面临的情况依然是:如果我们认识了它,我们也许会很快知道对我们自身的关照;如果对它一无所知,我们就永远无法知道。 阿尔基比亚德:确实如此。 苏格拉底:来吧,“自身本身”能通过什么方式被找到呢?因为这样我们也许会很快发现我们自身究竟是什么;但如果对这还处于无知之中,我们大概是无能为力的。 阿尔基比亚德:你说得对。 苏格拉底:那么请凭宙斯起誓。你现在是在和谁对话?难道是除了我以外的其他人吗? 阿尔基比亚德:不是。 苏格拉底:那我也是在和你对话吗? 阿尔基比亚德:是的。 苏格拉底:那么说话的人是苏格拉底吗? 阿尔基比亚德:正是。 苏格拉底:而听的人是阿尔基比亚德吗? 阿尔基比亚德:是的。 苏格拉底:那么苏格拉底是通过语言来进行对话的吗? 阿尔基比亚德:当然。 苏格拉底:而你大概认为“对话”和“使用语言”是同一回事吧。 阿尔基比亚德:正是。 苏格拉底:但是,使用者和被使用者不是不同的吗? 阿尔基比亚德:你这是什么意思? 苏格拉底:就像鞋匠大概用裁刀、锥子和其他工具进行裁剪。 阿尔基比亚德:是的。 苏格拉底:那么,裁剪和使用者,与他裁剪时所使用的东西,不是不同的吗? 阿尔基比亚德:当然是。 苏格拉底:那么,琴手弹琴时所使用的东西,和琴手自身,不也是不同的吗? 阿尔基比亚德:是的。 苏格拉底:那么,这就是我刚才所问的,使用者和被使用者是否总是显得不同。 阿尔基比亚德:是的。 苏格拉底:那么对于鞋匠我们怎么说?他仅仅是用工具裁剪,还是也用手? 阿尔基比亚德:也用手。 苏格拉底:那么他也使用手了? 阿尔基比亚德:是的。 苏格拉底:他也是在使用眼睛的情况下制鞋的吗? 阿尔基比亚德:是的。 苏格拉底:而我们同意,使用者和被使用者是不同的? 阿尔基比亚德:是的。 苏格拉底:那么,鞋匠和琴手,与他们工作时所使用的手和眼睛是不同的? 阿尔基比亚德:看来是这样。 苏格拉底:那么,人不是也使用他的整个身体吗? 阿尔基比亚德:正是。 苏格拉底:而使用者和被使用者是不同的? 阿尔基比亚德:是的。 苏格拉底:那么,人与他自己的身体是不同的? 阿尔基比亚德:看来是这样。 苏格拉底:那么,人究竟是什么? 阿尔基比亚德:我不知道该怎么说。 苏格拉底:不,你其实知道,至少知道他是使用身体的那个东西。 阿尔基比亚德:是的。
ΣΩ. ἦ οὖν ἄλλο τι χρῆται αὐτῷ ἢ ψυχή; ΑΛ. οὐκ ἄλλο. ΣΩ. οὐκοῦν ἄρχουσα; ΑΛ. ναί. ΣΩ. καὶ μὴν τόδε γʼ οἶμαι οὐδένα ἂν ἄλλως οἰηθῆναι. ΑΛ. τὸ ποῖον; ΣΩ. μὴ οὐ τριῶν ἕν γέ τι εἶναι τὸν ἄνθρωπον.3 ΑΛ. τίνων; ΣΩ. ψυχὴν ἢ σῶμα ἢ συναμφότερον, τὸ ὅλον τοῦτο. ΑΛ. τί μήν; ΣΩ. ἀλλὰ μὴν αὐτό γε τὸ τοῦ σώματος ἄρχον ὡμολογήσαμεν ἄνθρωπον εἶναι; ΑΛ. ὡμολογήσαμεν. ΣΩ. ἆρʼ οὖν σῶμα αὐτὸ αὑτοῦ ἄρχει; ΑΛ. οὐδαμῶς. ΣΩ. ἄρχεσθαι γὰρ αὐτὸ εἴπομεν. ΑΛ. ναί. ΣΩ. οὐκ ἂν δὴ τοῦτό γε εἴη ὃ ζητοῦμεν. ΑΛ. οὐκ ἔοικεν. ΣΩ. ἀλλʼ ἄρα τὸ συναμφότερον τοῦ σώματος ἄρχει, καὶ ἔστι δὴ τοῦτο ἄνθρωπος; ΑΛ. ἴσως δῆτα. ΣΩ. πάντων γε ἥκιστα· μὴ γὰρ συνάρχοντος τοῦ ἑτέρου οὐδεμία που μηχανὴ τὸ συναμφότερον ἄρχειν. ΑΛ. ὀρθῶς. ΣΩ. ἐπειδὴ δʼ οὔτε σῶμα οὔτε τὸ συναμφότερόν ἐστιν ἄνθρωπος, λείπεται οἶμαι ἢ μηδὲν αὔτʼ εἶναι, ἢ εἴπερ τί ἐστι, μηδὲν ἄλλο τὸν ἄνθρωπον συμβαίνειν ἢ ψυχήν. ΑΛ. κομιδῇ μὲν οὖν. ΣΩ. ἔτι οὖν τι σαφέστερον δεῖ ἀποδειχθῆναί σοι ὅτι ἡ ψυχή ἐστιν ἄνθρωπος; ΑΛ. μὰ Δία, ἀλλʼ ἱκανῶς μοι δοκεῖ ἔχειν. ΣΩ. εἰ δέ γε μὴ ἀκριβῶς ἀλλὰ καὶ μετρίως, ἐξαρκεῖ ἡμῖν· ἀκριβῶς μὲν γὰρ τότε εἰσόμεθα, ὅταν εὕρωμεν ὃ νυνδὴ παρήλθομεν διὰ τὸ πολλῆς εἶναι σκέψεως. ΑΛ. τί τοῦτο; ΣΩ. ὃ ἄρτι οὕτω πως ἐρρήθη, ὅτι πρῶτον σκεπτέον εἴη αὐτὸ τὸ αὐτό· νῦν δὲ ἀντὶ τοῦ αὐτοῦ αὐτὸ ἕκαστον ἐσκέμμεθα4 ὅτι ἐστί. καὶ ἴσως ἐξαρκέσει· οὐ γάρ που κυριώτερόν γε οὐδὲν ἂν ἡμῶν αὐτῶν φήσαιμεν ἢ τὴν ψυχήν. ΑΛ. οὐ δῆτα. ΣΩ. οὐκοῦν καλῶς ἔχει οὕτω νομίζειν, ἐμὲ καὶ σὲ προσομιλεῖν ἀλλήλοις τοῖς λόγοις χρωμένους τῇ ψυχῇ πρὸς τὴν ψυχήν; ΑΛ. πάνυ μὲν οὖν. ΣΩ. τοῦτʼ ἄρα ἦν ὃ καὶ ὀλίγῳ ἔμπροσθεν εἴπομεν, ὅτι Σωκράτης Ἀλκιβιάδῃ διαλέγεται λόγῳ χρώμενος, οὐ πρὸς τὸ σὸν πρόσωπον, ὡς ἔοικεν, ἀλλὰ πρὸς τὸν Ἀλκιβιάδην ποιούμενος τοὺς λόγους· τοῦτο δέ ἐστιν ἡ ψυχή. ΑΛ. ἔμοιγε δοκεῖ. ΣΩ. ψυχὴν ἄρα ἡμᾶς κελεύει γνωρίσαι ὁ ἐπιτάττων γνῶναι ἑαυτόν.
苏格拉底:那么,使用身体的难道是除了灵魂以外的其他东西吗? 阿尔基比亚德:不是其他东西。 苏格拉底:而且作为支配者? 阿尔基比亚德:是的。 苏格拉底:而且,我认为任何人对这一点都不会有其他想法。 阿尔基比亚德:哪一点? 苏格拉底:人不会不是三种东西中的某一个。 阿尔基比亚德:哪三种? 苏格拉底:灵魂,或者身体,或者这二者结合的整体。 阿尔基比亚德:当然。 苏格拉底:但是我们已经同意,支配身体的那个东西就是人? 阿尔基比亚德:已经同意了。 苏格拉底:那么,身体自身支配它自己吗? 阿尔基比亚德:绝不。 苏格拉底:因为我们说过它是被支配的。 阿尔基比亚德:是的。 苏格拉底:那么这绝不会是我们正在寻找的东西。 阿尔基比亚德:看来不是。 苏格拉底:那么,是二者结合的整体支配身体,而这正是人吗? 阿尔基比亚德:也许确实是。 苏格拉底:绝对不可能。因为如果其中一个不同时支配,二者结合的整体大概无论如何都不可能进行支配。 阿尔基比亚德:对。 苏格拉底:既然身体和二者结合的整体都不是人,那么我想,剩下的要么人什么都不是,要么如果他是某种东西,那么人最终只能是灵魂。 阿尔基比亚德:完全如此。 苏格拉底:那么,还需要向你更清楚地证明灵魂就是人吗? 阿尔基比亚德:不,凭宙斯起誓,我觉得这已经足够了。 苏格拉底:哪怕不够精确,只要还算过得去,对我们也就够了。因为我们将来会精确地知道,那时我们会找到我们刚才因为需要大量的考察而放过去的那个东西。 阿尔基比亚德:那是哪一个? 苏格拉底:刚才大约是这样说到的,即我们必须首先考察“自身本身”;但现在,我们没有考察那个“自身”,而是考察了“每个东西自身”是什么。而这也许就足够了,因为我们大概不能说有什么比灵魂更主宰我们自身的了。 阿尔基比亚德:确实不能。 苏格拉底:那么,我们这样认为也是对的吧:我和你正通过语言,用灵魂对灵魂,在互相交流? 阿尔基比亚德:完全如此。 苏格拉底:这就是我们刚才不久前说过的,苏格拉底是用语言与阿尔基比亚德对话,看来他不是对着你的脸,而是对着阿尔基比亚德进行对话——而这就是灵魂。 阿尔基比亚德:在我看来是这样。 苏格拉底:那么,那道命令“认识你自己”的诫命,是在命令我们要认识灵魂。
- 129aτὸ γνῶναι ἑαυτόν, καί τις ἦν φαῦλος ὁ τοῦτο ἀναθεὶς εἰς τὸν ἐν Πυθοῖ νεών, ἢ χαλεπόν τι καὶ οὐχὶ παντός
未完成过去时 ἦν 既指向在德尔斐奉纳该箴言的历史事实,同时也带有在语境中进行省察或质疑的语气(“那个人难道终究是个无用之辈吗?”)。
- 129bαὐτὸ ταὐτό
指“自身同一物”或“自身本身”,与130d处出现的 αὐτὸ τὸ αὐτό 实质同义。这一表达旨在探讨“自我这一概念的本质”,而非具体的个别事物。
- 130aμὴ οὐ τριῶν ἕν γέ τι εἶναι τὸν ἄνθρωπον
紧接前文的否定表达 οὐδένα ἂν ἄλλως οἰηθῆναι(没有人会持相反看法),从属句中的 μὴ οὐ 构成了双重否定,表示强烈的肯定语气:“人不可能不是这三者之中的某一个(即必然是其中之一)”。
- 130dἀντὶ τοῦ αὐτοῦ αὐτὸ ἕκαστον ἐσκέμμεθα
此处将属格名词 τοῦ αὐτοῦ(此处为 αὐτοῦ τοῦ αὐτοῦ“自身本身”的省略形式)与宾格的 αὐτὸ ἕκαστον(“每个事物自身”,即鞋子、指环等个别事物的本质)作为探求对象进行了对比。代词格变化的对立构成了一种紧凑的句法。
