- 底本
- Platonis Opera, Tomus II: Tetralogia III-IV. Burnet, John, editor. Oxford: Clarendon Press, 1910.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0059.tlg013.humanitext-grc2:109
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
苏格拉底追问阿尔基比亚德,迫使他承认在战争与和平中的“更好”无非就是“更公正”。接着,苏格拉底揭示出阿尔基比亚德既从未向任何老师学习过如何辨别公正与不公正,也从未靠自己去寻找过它。
ΣΩ. ἀλλὰ μέντοι αἰσχρόν γε εἰ μέν τις σε λέγοντα καὶ συμβουλεύοντα περὶ σιτίων ὅτι βέλτιον τόδε τοῦδε καὶ νῦν καὶ τοσοῦτον, ἔπειτα ἐρωτήσειεν τί τὸ ἄμεινον λέγεις, ὦ Ἀλκιβιάδη; περὶ μὲν τούτων ἔχειν εἰπεῖν1 ὅτι τὸ ὑγιεινότερον, καίτοι οὐ προσποιῇ γε ἰατρὸς εἶναι· περὶ δὲ οὗ προσποιῇ ἐπιστήμων εἶναι καὶ συμβουλεύσεις ἀνιστάμενος ὡς εἰδώς, τούτου δʼ, ὡς ἔοικας, πέρι ἐρωτηθεὶς ἐὰν μὴ ἔχῃς εἰπεῖν, οὐκ αἰσχύνῃ; ἢ οὐκ αἰσχρὸν φανεῖται; ΑΛ. πάνυ γε. ΣΩ. σκόπει δὴ καὶ προθυμοῦ εἰπεῖν πρὸς τί τείνει τὸ ἐν τῷ εἰρήνην τε ἄγειν ἄμεινον καὶ τὸ ἐν τῷ πολεμεῖν οἷς δεῖ; ΑΛ. ἀλλὰ σκοπῶν οὐ δύναμαι ἐννοῆσαι. ΣΩ. οὐδʼ οἶσθα, ἐπειδὰν πόλεμον ποιώμεθα, ὅτι ἐγκαλοῦντες ἀλλήλοις πάθημα ἐρχόμεθα εἰς τὸ πολεμεῖν, καὶ ὅτι αὐτὸ ὀνομάζοντες ἐρχόμεθα; ΑΛ. ἔγωγε, ὅτι γε ἐξαπατώμενοί τι ἢ βιαζόμενοι ἢ ἀποστερούμενοι. ΣΩ. ἔχε· πῶς ἕκαστα τούτων πάσχοντες; πειρῶ εἰπεῖν τί διαφέρει τὸ ὧδε ἢ ὧδε. ΑΛ. ἦ τὸ ὧδε λέγεις, ὦ Σώκρατες, τὸ δικαίως ἢ τὸ ἀδίκως; ΣΩ. αὐτὸ τοῦτο. ΑΛ. ἀλλὰ μὴν τοῦτο γε διαφέρει ὅλον τε καὶ πᾶν. ΣΩ. τί οὖν; Ἀθηναίοις σὺ πρὸς ποτέρους συμβουλεύσεις πολεμεῖν, τοὺς ἀδικοῦντας ἢ τοὺς τὰ δίκαια πράττοντας; ΑΛ. δεινὸν τοῦτό γε ἐρωτᾷς· εἰ γὰρ καὶ διανοεῖταί τις ὡς δεῖ πρὸς τοὺς τὰ δίκαια πράττοντας πολεμεῖν, οὐκ ἂν ὁμολογήσειέν γε. ΣΩ. οὐ γὰρ νόμιμον τοῦθʼ, ὡς ἔοικεν. ΑΛ. οὐ δῆτα· οὐδέ γε καλὸν δοκεῖ εἶναι. ΣΩ. πρὸς ταῦτʼ ἄρα καὶ σὺ τοὺς λόγους ποιήσῃ; ΑΛ. ἀνάγκη. ΣΩ. ἄλλο τι οὖν,2 ὃ νυνδὴ ἐγὼ ἠρώτων βέλτιον πρὸς τὸ πολεμεῖν καὶ μή, καὶ οἷς δεῖ καὶ οἷς μή, καὶ ὁπότε καὶ μή, τὸ δικαιότερον τυγχάνει ὄν; ἢ οὔ; ΑΛ. φαίνεταί γε. ΣΩ. πῶς οὖν, ὦ φίλε Ἀλκιβιάδη; πότερον σαυτὸν λέληθας ὅτι οὐκ ἐπίστασαι τοῦτο, ἢ ἐμὲ ἔλαθες μανθάνων3 καὶ φοιτῶν εἰς διδασκάλου ὅς σε ἐδίδασκε διαγιγνώσκειν τὸ δικαιότερόν τε καὶ ἀδικώτερον; καὶ τίς ἐστιν οὗτος; φράσον καὶ ἐμοί, ἵνα αὐτῷ φοιτητὴν προξενήσῃς καὶ ἐμέ. ΑΛ. σκώπτεις, ὦ Σώκρατες. ΣΩ. οὐ μὰ τὸν Φίλιον τὸν ἐμόν τε καὶ σόν, ὃν ἐγὼ ἥκιστʼ ἂν ἐπιορκήσαιμι· ἀλλʼ εἴπερ ἔχεις, εἰπὲ τίς ἐστιν. ΑΛ. τί δʼ εἰ μὴ ἔχω; οὐκ ἂν οἴει με ἄλλως εἰδέναι περὶ τῶν δικαίων καὶ ἀδίκων; ΣΩ. ναί, εἴ γε εὕροις. ΑΛ. ἀλλʼ οὐκ ἂν εὑρεῖν με ἡγῇ; ΣΩ. καὶ μάλα γε, εἰ ζητήσαις. ΑΛ. εἶτα ζητῆσαι οὐκ ἂν οἴει με; ΣΩ. ἔγωγε, εἰ οἰηθείης γε μὴ εἰδέναι. ΑΛ. εἶτα οὐκ ἦν ὅτʼ εἶχον οὕτω;
苏格拉底:然而,这真的很可耻。如果一方面,当你就食物发表言论和建议说“这个比那个更好,且在此时,且在这个分量”,然后有人问你:“阿尔基比亚德,你说的‘更好’是什么意思?”,而对于这些,你能够说出那是“更健康的”,尽管你并未自称是医生;但另一方面,关于你自称是行家、并且将站起来作为知情者提供建议的那些事,如果关于这个被问到时,你似乎无法说出,你难道不感到羞耻吗?或者难道这不会显得可耻吗? 阿尔基比亚德:当然非常可耻。 苏格拉底:那么,请仔细考虑,并试着说出:在保持和平以及对该开战的人开战中,所谓的“更好”是指向什么? 阿尔基比亚德:但我虽然在考虑,却实在想不出来。 苏格拉底:难道你甚至不知道,每当我们要进行战争时,我们都是在互相指控某种伤害,并且指名道姓地称呼它,从而走向战争的吗? 阿尔基比亚德:我当然知道,那就是指控我们受到了某种欺骗、强暴或掠夺。 苏格拉底:且慢。遭受这些之中的每一样,是以何种方式?试着说说这样遭受和那样遭受有什么不同。 阿尔基比亚德:苏格拉底,你说的这样或那样,是指“公正地”还是“不公正地”? 苏格拉底:正是这回事。 阿尔基比亚德:但这确实有着天壤之别。 苏格拉底:那又怎样?你会建议雅典人对哪一方开战:是不公正的人,还是行公正之事的人? 阿尔基比亚德:你问的这可真是个可怕的问题。因为即使有人心里认为应该对行公正之事的人开战,他也绝不会承认的。 苏格拉底:因为这似乎是不合法的。 阿尔基比亚德:当然不合法;而且它也显得不体面。 苏格拉底:那么,你也是针对这些来发表你的言论吧? 阿尔基比亚德:必须如此。 苏格拉底:那么,难道不是这样吗:我刚才所问的,关于是否开战、对谁该开战和不该开战、何时该开战和不该开战的那个“更合适”,结果其实就是“更公正”?还是不是呢? 阿尔基比亚德:确实显得如此。 苏格拉底:那么,亲爱的阿尔基比亚德,这该怎么解释呢?是你自己没有发觉你其实并不知道这件事,还是你瞒着我,去某个老师那里上学,由他教你如何辨别更公正和更不公正?而这个人是谁呢?也告诉我吧,好让你把我也引荐给他作个学生。 阿尔基比亚德:你在取笑我,苏格拉底。 苏格拉底:不,凭着你我共同的友谊之神发誓,我绝不会指着他起假誓。但如果你真的有这么一位老师,就告诉我是谁吧。 阿尔基比亚德:那如果我没有呢?难道你认为我不能通过其他途径知道关于公正和不公正的事吗? 苏格拉底:能的,只要你真的找到了它。 阿尔基比亚德:但难道你认为我不可能找到它吗? 苏格拉底:当然有可能,如果你曾寻找过。 阿尔基比亚德:那难道你认为我没有寻找过吗? 苏格拉底:我认为你找过,只要你曾以为自己不知道。 阿尔基比亚德:那难道就没有我处于这种状态的时候吗?
- 109ἔχειν εἰπεῖν
意为“能够说出”。这是 ἔχω 接不定式表示“能够”的惯用法。在此句中,尽管它位于 εἰ 条件从句的范围内,但作为对比(μὲν ... δέ)的一侧,它在语法上呼应了主句的形容词 αἰσχρόν(是可耻的),以不定式形式出现。
- 109cἄλλο τι οὖν
惯用表达 ἄλλο τι ἤ...(难道不是……吗?不就是……吗?)省略了 虚词 ἤ 的形式,或构成了 ἄλλο τι οὖν... ἤ... 的句式。用于引导一个强烈期待肯定回答的疑问句。
- 109dσαυτὸν λέληθας... ἐμὲ ἔλαθες μανθάνων
动词 λανθάνω(不被察觉)的两种主要句式。前者的 σαυτὸν λέληθας ὅτι... 带有 ὅτι 从句,表示“你自己没有发觉自己(处于某种状态)”;后者的 ἐμὲ ἔλαθες μανθάνων 带有宾格(ἐμέ)和补充性分词(μανθάνων),表示“我没有察觉到你在学习”,是更经典的伴随分词用法。
