← 柏拉图

斐德罗篇

§229-230

伊利索斯河畔的憩息与认识自己

苏格拉底和斐德罗沿着伊利索斯河漫步,在 一棵美丽的悬铃木下找到了憩息之所。途中,在探讨了神话的合理解释之后,苏格拉底强调了自我认识的重要性,并准备倾听斐德罗带来的辞章。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§229

ΣΩ. δεῦρʼ ἐκτραπόμενοι κατὰ τὸν Ἰλισὸν ἴωμεν, εἶτα ὅπου ἂν δόξῃ ἐν ἡσυχίᾳ καθιζησόμεθα. ΦΑΙ. εἰς καιρόν, ὡς ἔοικεν, ἀνυπόδητος ὢν ἔτυχον·1 σὺ μὲν γὰρ δὴ ἀεί. ῥᾷστον οὖν ἡμῖν κατὰ τὸ ὑδάτιον βρέχουσι τοὺς πόδας ἰέναι, καὶ οὐκ ἀηδές, ἄλλως τε καὶ τήνδε τὴν ὥραν τοῦ ἔτους τε καὶ τῆς ἡμέρας. ΣΩ. πρόαγε δή, καὶ σκόπει ἅμα ὅπου καθιζησόμεθα. ΦΑΙ. ὁρᾷς οὖν ἐκείνην τὴν ὑψηλοτάτην πλάτανον; ΣΩ. τί μήν; ΦΑΙ. ἐκεῖ σκιά τʼ ἐστὶν καὶ πνεῦμα μέτριον, καὶ πόα καθίζεσθαι ἢ ἂν βουλώμεθα κατακλινῆναι. ΣΩ. προάγοις ἄν. ΦΑΙ. εἰπέ μοι, ὦ Σώκρατες, οὐκ ἐνθένδε μέντοι ποθὲν ἀπὸ τοῦ Ἰλισοῦ λέγεται ὁ Βορέας τὴν Ὠρείθυιαν ἁρπάσαι; ΣΩ. λέγεται γάρ. ΦΑΙ. ἆρʼ οὖν ἐνθένδε; χαρίεντα γοῦν καὶ καθαρὰ καὶ διαφανῆ τὰ ὑδάτια φαίνεται, καὶ ἐπιτήδεια κόραις παίζειν παρʼ αὐτά. ΣΩ. οὔκ, ἀλλὰ κάτωθεν ὅσον δύʼ ἢ τρία στάδια, ᾗ πρὸς τὸ ἐν Ἄγρας διαβαίνομεν· καὶ πού τίς ἐστι βωμὸς αὐτόθι Βορέου. ΦΑΙ. οὐ πάνυ νενόηκα· ἀλλʼ εἰπὲ πρὸς Διός, ὦ Σώκρατες, σὺ τοῦτο τὸ μυθολόγημα πείθῃ ἀληθὲς εἶναι; ΣΩ. ἀλλʼ εἰ ἀπιστοίην, ὥσπερ οἱ σοφοί, οὐκ ἂν ἄτοπος εἴην,2 εἶτα σοφιζόμενος φαίην αὐτὴν πνεῦμα Βορέου κατὰ τῶν πλησίον πετρῶν σὺν Φαρμακείᾳ παίζουσαν ὦσαι, καὶ οὕτω δὴ τελευτήσασαν λεχθῆναι ὑπὸ τοῦ Βορέου ἀνάρπαστον γεγονέναι—ἢ ἐξ Ἀρείου πάγου· λέγεται γὰρ αὖ καὶ οὗτος ὁ λόγος, ὡς ἐκεῖθεν ἀλλʼ οὐκ ἐνθένδε ἡρπάσθη. ἐγὼ δέ, ὦ Φαῖδρε, ἄλλως μὲν τὰ τοιαῦτα χαρίεντα ἡγοῦμαι, λίαν δὲ δεινοῦ καὶ ἐπιπόνου καὶ οὐ πάνυ εὐτυχοῦς ἀνδρός, κατʼ ἄλλο μὲν οὐδέν, ὅτι δʼ αὐτῷ ἀνάγκη μετὰ τοῦτο τὸ τῶν Ἱπποκενταύρων εἶδος ἐπανορθοῦσθαι, καὶ αὖθις τὸ τῆς Χιμαίρας, καὶ ἐπιρρεῖ δὲ ὄχλος τοιούτων Γοργόνων καὶ Πηγάσων καὶ ἄλλων ἀμηχάνων πλήθη τε καὶ ἀτοπίαι τερατολόγων τινῶν φύσεων· αἷς εἴ τις ἀπιστῶν προσβιβᾷ κατὰ τὸ εἰκὸς ἕκαστον, ἅτε ἀγροίκῳ τινὶ σοφίᾳ χρώμενος, πολλῆς αὐτῷ σχολῆς δεήσει.3

苏格拉底:我们从这里转过去,沿着伊利索斯河走吧,然后只要觉得合适,就在安静的地方坐下来。 斐德罗:这似乎正合时宜,我碰巧光着脚;而你当然总是不穿鞋的。所以,对我们来说,把脚浸在水里顺流而行是最容易不过的了,而且也很惬意,特别是在一年中的这个季节和一天之中的这个时刻。 苏格拉底:那就前行吧,同时留意一下我们在哪里坐下来。 斐德罗:那么,你看见那边那棵最高的悬铃木了吗? 苏格拉底:怎么会看不见呢? 斐德罗:那儿既有绿荫,又有和煦的微风,还有草地,可以坐着,要是我们愿意,也可以躺下。 苏格拉底:那你前行吧。 斐德罗:告诉我,苏格拉底,传说中波瑞阿斯劫走俄瑞堤亚的地方,不就是在这伊利索斯河畔的某处吗? 苏格拉底:确实是这样传说的。 斐德罗:那么,难道就是在这里吗?至少这里的河水看起来极其优美、纯净而清澈,非常适合女孩子们在水边玩耍。 苏格拉底:不,是在下游大约两三斯塔德的地方,也就是我们渡河去往阿格莱神庙的那里。我想那里某处还有个波瑞阿斯的祭坛。 斐德罗:我没怎么注意到。不过请因宙斯之名告诉我,苏格拉底,你相信这个神话是真实的吗? 苏格拉底:如果我像那些智者一样不相信它,我也不算荒谬;然后我可以运用理性解释说,当她和法尔玛刻娅在附近的岩石上玩耍时,被北风(波瑞阿斯)的烈风推了下去,并以此方式死去,因而被说成是被波瑞阿斯劫走的——或者是从阿瑞奥帕戈斯劫走的;因为还有另一种传说,说她是从那里而不是从这里被劫走的。但是,斐德罗,我一方面认为这类解释挺有趣的,但另一方面,我认为这是一个过于聪明、劳碌且并不怎么幸运的人的工作,不为别的原因,只因为在此之后,他必须去修正半人马的形象,接着又是奇美拉,而且还有一大群戈耳工、飞马以及其他数不尽的、具有怪诞特征的奇异自然生物涌向他。如果有人不相信这些,并企图用一种粗俗的智慧,把它们每一个都还原为合理的可能性,他将需要大量的闲暇。

§230

ΣΩ. ἐμοὶ δὲ πρὸς αὐτὰ οὐδαμῶς ἐστι σχολή· τὸ δὲ αἴτιον, ὦ φίλε, τούτου τόδε. οὐ δύναμαί πω κατὰ τὸ Δελφικὸν γράμμα γνῶναι ἐμαυτόν· γελοῖον δή μοι φαίνεται τοῦτο ἔτι ἀγνοοῦντα τὰ ἀλλότρια σκοπεῖν.4 ὅθεν δὴ χαίρειν ἐάσας ταῦτα, πειθόμενος δὲ τῷ νομιζομένῳ περὶ αὐτῶν, ὃ νυνδὴ ἔλεγον, σκοπῶ οὐ ταῦτα ἀλλʼ ἐμαυτόν, εἴτε τι θηρίον ὂν τυγχάνω Τυφῶνος πολυπλοκώτερον καὶ μᾶλλον ἐπιτεθυμμένον, εἴτε ἡμερώτερόν τε καὶ ἁπλούστερον ζῷον, θείας τινὸς καὶ ἀτύφου μοίρας φύσει μετέχον. ἀτάρ, ὦ ἑταῖρε, μεταξὺ τῶν λόγων, ἆρʼ οὐ τόδε ἦν τὸ δένδρον ἐφʼ ὅπερ ἦγες ἡμᾶς; ΦΑΙ. τοῦτο μὲν οὖν αὐτό. ΣΩ. νὴ τὴν Ἥραν, καλή γε ἡ καταγωγή. ἥ τε γὰρ πλάτανος αὕτη μάλʼ ἀμφιλαφής τε καὶ ὑψηλή, τοῦ τε ἄγνου τὸ ὕψος καὶ τὸ σύσκιον πάγκαλον, καὶ ὡς ἀκμὴν ἔχει τῆς ἄνθης, ὡς ἂν εὐωδέστατον παρέχοι τὸν τόπον·5 ἥ τε αὖ πηγὴ χαριεστάτη ὑπὸ τῆς πλατάνου ῥεῖ μάλα ψυχροῦ ὕδατος, ὥστε γε τῷ ποδὶ τεκμήρασθαι. Νυμφῶν τέ τινων καὶ Ἀχελῴου ἱερὸν ἀπὸ τῶν κορῶν τε καὶ ἀγαλμάτων ἔοικεν εἶναι. εἰ δʼ αὖ βούλει, τὸ εὔπνουν τοῦ τόπου ὡς ἀγαπητὸν καὶ σφόδρα ἡδύ· θερινόν τε καὶ λιγυρὸν ὑπηχεῖ τῷ τῶν τεττίγων χορῷ. πάντων δὲ κομψότατον τὸ τῆς πόας, ὅτι ἐν ἠρέμα προσάντει ἱκανὴ πέφυκε κατακλινέντι τὴν κεφαλὴν παγκάλως ἔχειν. ὥστε ἄριστά σοι ἐξενάγηται,6 ὦ φίλε Φαῖδρε. ΦΑΙ. σὺ δέ γε, ὦ θαυμάσιε, ἀτοπώτατός τις φαίνῃ. ἀτεχνῶς γάρ, ὃ λέγεις, ξεναγουμένῳ τινὶ καὶ οὐκ ἐπιχωρίῳ ἔοικας· οὕτως ἐκ τοῦ ἄστεος οὔτʼ εἰς τὴν ὑπερορίαν ἀποδημεῖς, οὔτʼ ἔξω τείχους ἔμοιγε δοκεῖς τὸ παράπαν ἐξιέναι. ΣΩ. συγγίγνωσκέ μοι, ὦ ἄριστε. φιλομαθὴς γάρ εἰμι· τὰ μὲν οὖν χωρία καὶ τὰ δένδρα οὐδέν μʼ ἐθέλει διδάσκειν,7 οἱ δʼ ἐν τῷ ἄστει ἄνθρωποι. σὺ μέντοι δοκεῖς μοι τῆς ἐμῆς ἐξόδου τὸ φάρμακον ηὑρηκέναι. ὥσπερ γὰρ οἱ τὰ πεινῶντα θρέμματα θαλλὸν ἤ τινα καρπὸν προσείοντες ἄγουσιν, σὺ ἐμοὶ λόγους οὕτω προτείνων ἐν βιβλίοις τήν τε Ἀττικὴν φαίνῃ περιάξειν ἅπασαν καὶ ὅποι ἂν ἄλλοσε βούλῃ. νῦν δʼ οὖν ἐν τῷ παρόντι δεῦρʼ ἀφικόμενος ἐγὼ μέν μοι δοκῶ κατακείσεσθαι, σὺ δʼ ἐν ὁποίῳ σχήματι οἴει ῥᾷστα ἀναγνώσεσθαι, τοῦθʼ ἑλόμενος ἀναγίγνωσκε. ΦΑΙ. ἄκουε δή.

苏格拉底:但我根本没有闲暇去做这些事;我的朋友,原因就在于此。我还无法按照德尔斐的铭文去认识我自己;因此,在我仍然对此一无所知的时候,去研究身外之物,这在我看来是荒谬的。所以,我让这些事情随风而去,并接受关于它们的传统看法,正如我刚才所说,我研究的不是它们,而是我自己,看看我究竟是一个比台风般暴烈之怪兽(提丰)更复杂、更充满狂暴激情的野兽,还是一个更温顺、更简单的生物,天生分有着某种神圣且谦逊的天命。不过,我的朋友,在谈话间,这不就是你一直带我们来的那棵树吗? 斐德罗:没错,就是这一棵。 苏格拉底:凭赫拉起誓,这真是一个优美的休憩所。因为这棵悬铃木枝叶繁茂且高大,而黄荆树的高度和浓郁的绿荫也美极了,并且正值盛开之时,必定会让这个地方芬芳无比。此外,悬铃木下流淌着的泉水也令人心旷神怡,水温非常冰凉,这从我的脚就能试出来。从那些泥娃娃和神像来看,这里似乎是某些宁芙和阿克洛奥斯神的神圣之所。如果你愿意的话,这里的风息是多么令人向往和极其惬意啊!它回应着蝉群合唱的那种充满夏日气息且清脆的鸣声。但最优雅的还是这片草地,因为它长在平缓的斜坡上,刚好适合躺下的人把头靠在上面,感到无比舒适。所以,亲爱的人斐德罗,你做了一个最优秀的向导。 斐德罗:而你,奇特的人,看起来倒是一个最古怪的人。因为你简直像你所说的,是一个被向导指路的外来者,而不是本地人;你既不从城里到境外去旅行,在我看来,你也似乎根本不出城墙一步。 苏格拉底:宽恕我吧,我优秀的朋友。因为我是个好学之人;田野和树木不愿教我任何东西,而城里的人却能。然而,你似乎找到了治愈我外出的药方。因为正如人们拿着绿枝或水果在饥饿的牲口面前晃动来牵着它们走一样,你用这种方式在我面前呈示书中的辞章,看来就能牵着我走遍整个阿提卡,以及其他任何你想要去的地方。不过无论如何,既然现在来到了这里,我想我要躺下了,而你则选择一个你认为最容易阅读的姿势,开始读吧。 斐德罗:那么,请听着。

语法注7 条
  1. 229aἀνυπόδητος ὢν ἔτυχον

    现在分词 ὤν 与动词 τυγχάνω 连用,构成表示偶然或巧合状况的惯用句式(“我碰巧是……”)。

  2. 229cἀλλʼ εἰ ἀπιστοίην... οὐκ ἂν ἄτοπος εἴην

    条件从句使用 εἰ 加上祈愿语气(ἀπιστοίην),主句使用 ἄν 加上祈愿语气(εἴην),这并不表示与现在事实相反的虚拟,而是表示一种温和、委婉的可能性的假设(“即使我不相信……也不算荒谬”)。

  3. 229eαἷς εἴ τις ἀπιστῶν... πολλῆς αὐτῷ σχολῆς δεήσει

    关系代词 αἷς(阴性复数与格,指代前文提到的奇异怪兽)置于句首起连接作用,引导一个带有 εἴ 和分词 ἀπιστῶν 的条件句。主句使用将来直说法的非人称动词 δεήσει,表明确定的后果。

  4. 230aτοῦτο ἔτι ἀγνοοῦντα τὰ ἀλλότρια σκοπεῖν

    不定式 σκοπεῖν 是非人称短语 γελοῖόν μοι φαίνεται(在我看来是荒谬的)的实际主语。宾格分词 ἀγνοοῦντα(依然无知)作为该不定式的逻辑主语,指代苏格拉底本人(属于宾格加不定式结构)。

  5. 230bὡς ἂν εὐωδέστατον παρέχοι τὸν τόπον

    连词 ὡς 与表示潜在可能的助词 ἄν 及祈愿语气 παρέχοι 连用,表示基于客观观察的推测或潜在结果(“想必会使该处芬芳异常”)。

  6. 230cὥστε ἄριστά σοι ἐξενάγηται

    连词 ὥστε 引导结果从句,后接完成时态被动语态直说语气 ἐξενάγηται(作非人称使用,意为“导游工作已被做好”)。σοι 是表示被动语态施动者的与格(施动者与格)。

  7. 230dτὰ μὲν οὖν χωρία καὶ τὰ δένδρα οὐδέν μʼ ἐθέλει διδάσκειν

    由于主语 χωρία 和 δένδρα 是中性复数形式,其谓语动词采用了第三人称单数形式 ἐθέλει。这符合古典希腊语(特别是雅典方言)中中性复数主语搭配单数动词的标准一致性规则。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)urn:cts:greekLit:tlg0059.tlg012.humanitext-grc2:229-230