- 底本
- Platonis Opera, Tomus II: Tetralogia III-IV. Burnet, John, editor. Oxford: Clarendon Press, 1910.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0059.tlg011.humanitext-grc2:213
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
阿尔西比亚德斯在烂醉中进入阿伽通家并受到热烈欢迎,坐在了阿伽通与苏格拉底之间。发现苏格拉底也在场后,阿尔西比亚德斯大吃一惊,两人随即展开了关于嫉妒与爱欲的日常争执。最后,他也为苏格拉底戴上了花冠,并自封为酒司令。
ἆρα καταγελάσεσθέ μου ὡς μεθύοντος; ἐγὼ δέ, κἂν ὑμεῖς γελᾶτε, ὅμως εὖ οἶδʼ ὅτι ἀληθῆ λέγω. ἀλλά μοι λέγετε αὐτόθεν, ἐπὶ ῥητοῖς1 εἰσίω ἢ μή; συμπίεσθε ἢ οὔ; πάντας οὖν ἀναθορυβῆσαι καὶ κελεύειν εἰσιέναι καὶ κατακλίνεσθαι, καὶ τὸν Ἀγάθωνα καλεῖν αὐτόν. καὶ τὸν ἰέναι ἀγόμενον ὑπὸ τῶν ἀνθρώπων, καὶ περιαιρούμενον ἅμα τὰς ταινίας ὡς ἀναδήσοντα, ἐπίπροσθε τῶν ὀφθαλμῶν ἔχοντα οὐ κατιδεῖν τὸν Σωκράτη, ἀλλὰ καθίζεσθαι παρὰ τὸν Ἀγάθωνα ἐν μέσῳ Σωκράτους τε καὶ ἐκείνου· παραχωρῆσαι γὰρ τὸν Σωκράτη ὡς ἐκεῖνον κατιδεῖν.2 παρακαθεζόμενον δὲ αὐτὸν ἀσπάζεσθαί τε τὸν Ἀγάθωνα καὶ ἀναδεῖν. εἰπεῖν οὖν τὸν Ἀγάθωνα Ὑπολύετε, παῖδες, Ἀλκιβιάδην, ἵνα ἐκ τρίτων κατακέηται. πάνυ γε, εἰπεῖν τὸν Ἀλκιβιάδην· ἀλλὰ τίς ἡμῖν ὅδε τρίτος συμπότης; καὶ ἅμα μεταστρεφόμενον αὐτὸν ὁρᾶν τὸν Σωκράτη, ἰδόντα δὲ ἀναπηδῆσαι καὶ εἰπεῖν ὦ Ἡράκλεις, τουτὶ τί ἦν; Σωκράτης οὗτος; ἐλλοχῶν αὖ με ἐνταῦθα κατέκεισο, ὥσπερ εἰώθεις ἐξαίφνης ἀναφαίνεσθαι ὅπου ἐγὼ ᾤμην ἥκιστά σε ἔσεσθαι. καὶ νῦν τί ἥκεις; καὶ τί αὖ ἐνταῦθα κατεκλίνης; ὡς οὐ παρὰ Ἀριστοφάνει οὐδὲ εἴ τις ἄλλος γελοῖος ἔστι τε καὶ βούλεται, ἀλλὰ διεμηχανήσω ὅπως παρὰ τῷ καλλίστῳ τῶν ἔνδον κατακείσῃ.3 καὶ τὸν Σωκράτη, Ἀγάθων, φάναι, ὅρα εἴ μοι ἐπαμύνεις· ὡς ἐμοὶ ὁ τούτου ἔρως τοῦ ἀνθρώπου οὐ φαῦλον πρᾶγμα γέγονεν. ἀπʼ ἐκείνου γὰρ τοῦ χρόνου, ἀφʼ οὗ τούτου ἠράσθην, οὐκέτι ἔξεστίν μοι οὔτε προσβλέψαι οὔτε διαλεχθῆναι καλῷ οὐδʼ ἑνί, ἢ οὑτοσὶ ζηλοτυπῶν με καὶ φθονῶν θαυμαστὰ ἐργάζεται καὶ λοιδορεῖταί τε καὶ τὼ χεῖρε μόγις ἀπέχεται. ὅρα οὖν μή τι καὶ νῦν ἐργάσηται, ἀλλὰ διάλλαξον ἡμᾶς, ἢ ἐὰν ἐπιχειρῇ βιάζεσθαι, ἐπάμυνε, ὡς ἐγὼ τὴν τούτου μανίαν τε καὶ φιλεραστίαν πάνυ ὀρρωδῶ. ἀλλʼ οὐκ ἔστι, φάναι τὸν Ἀλκιβιάδην, ἐμοὶ καὶ σοὶ διαλλαγή. ἀλλὰ τούτων μὲν εἰς αὖθίς σε τιμωρήσομαι· νῦν δέ μοι, Ἀγάθων, φάναι, μετάδος τῶν ταινιῶν, ἵνα ἀναδήσω καὶ τὴν τούτου ταυτηνὶ τὴν θαυμαστὴν κεφαλήν, καὶ μή μοι μέμφηται ὅτι σὲ μὲν ἀνέδησα, αὐτὸν δὲ νικῶντα ἐν λόγοις πάντας ἀνθρώπους, οὐ μόνον πρῴην ὥσπερ σύ, ἀλλʼ ἀεί, ἔπειτα οὐκ ἀνέδησα. καὶ ἅμʼ αὐτὸν λαβόντα τῶν ταινιῶν ἀναδεῖν τὸν Σωκράτη καὶ κατακλίνεσθαι. ἐπειδὴ δὲ κατεκλίνη, εἰπεῖν· εἶεν δή, ἄνδρες· δοκεῖτε γάρ μοι νήφειν. οὐκ ἐπιτρεπτέον οὖν ὑμῖν, ἀλλὰ ποτέον· ὡμολόγηται γὰρ ταῦθʼ ἡμῖν. ἄρχοντα οὖν αἱροῦμαι τῆς πόσεως, ἕως ἂν ὑμεῖς ἱκανῶς πίητε, ἐμαυτόν. ἀλλὰ φερέτω, Ἀγάθων, εἴ τι ἔστιν ἔκπωμα μέγα.
“你们会因为我醉了而嘲笑我吗?但我,即使你们嘲笑,我也深知我说的是真话。但请立刻告诉我,我是按说好的条件进来,还是不进来?你们愿意一起喝,还是不喝?” 于是众人都喧嚷起来,催促他进来并就座,阿伽通也亲自邀请他。他被人们搀扶着走进来,同时把头上的缎带解下来准备为阿伽通戴上,因为这些缎带挡住了眼睛,所以他没有看见苏格拉底,而是在阿伽通身旁、也就是苏格拉底和阿伽通之间的位置坐了下来;因为苏格拉底让了座,好让他看见他。在他身旁坐下后,他向阿伽通问候并给他戴上缎带。阿伽通于是说:“仆人们,脱下阿尔西比亚德斯的鞋,好让他作为第三个人和我们一起躺着。” “好的,”阿尔西比亚德斯说,“但我们这第三位酒友是谁?” 同时,他转过身,看见了苏格拉底。一看见他,便跳了起来说道:“赫拉克勒斯啊,这是怎么回事?这不是苏格拉底吗?你又在这里埋伏我,躺在这儿,就像你平时那样,总是在我认为你最不可能出现的地方突然现身!现在你为什么来?为什么又躺在这里?你居然设法不躺在阿里斯托芬旁边,也不在任何其他滑稽且想变得滑稽的人旁边,而是挖空心思,要躺在屋里最美丽的人身边!” 苏格拉底说:“阿伽通,看看你能不能保护我。因为这个人的爱对我来说已经不是一件轻省的事了。因为从我爱上他的那个时候起,我就不再被允许注视任何一个美人,也不被允许与他们交谈,否则这个人就会出于嫉妒和羡慕,做出惊人的举动,既辱骂我,又勉强克制住不动手。所以,你看好他,免得他现在也做出什么事来。你要么让我们和解,要么如果他企图动粗,你就保护我,因为我极其害怕这个人的疯狂和爱执。” “但是,我和你之间不可能有什么和解,”阿尔西比亚德斯说,“对于这些事,我改日再惩罚你。但现在,阿伽通,”他说,“分给我一些缎带吧,好让我也给这个人这颗神奇的脑袋戴上,免得他埋怨我,说我给你戴了缎带,却对他在言辞上战胜所有人——不仅像你前天那样,而是永远如此——却不给他戴上。” 说着,他拿过一些缎带,给苏格拉底戴上,然后躺了下来。当他躺下后,说道:“好啦,诸位,我看你们似乎挺清醒的。因此不能放任你们这样,必须要喝。因为这是我们约定好了的。因此,在你们喝够之前,我选我自己作为这次饮酒的主持者。来吧,阿伽通,如果有大杯子,就拿一个来。”
- 213aἐπὶ ῥητοῖς
“基于约定的条件”这一惯用副词短语。此处指阿尔西比亚德斯询问,在座众人是否能在接受他烂醉如泥这一前提条件下允许他进入。
- 213bὡς ἐκεῖνον κατιδεῖν
由连词 ὡς 后接不定式构成,表示目的(或结果)的句式。不定式 κατιδεῖν(看见)的逻辑主语是宾格的阿尔西比亚德斯(由上下文省去),而宾格指示代词 ἐκεῖνον 则指向紧接在前面提到的阿伽通。苏格拉底让出座位是为了让阿尔西比亚德斯能看见阿伽通。
- 213cὅπως ... κατακείσῃ
隶属于动词 διεμηχανήσω(你挖空心思/策划)的宾语从句,表示努力或目的(努力从句)。连词 ὅπως 后接第二人称单数将来时中间语态直陈式 κατακείσῃ(躺下),这是努力从句的标准句式。
翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(3 处,最近 2026-11-15)
- 2026-11-15 AI校阅 — 注 1 处
- 2026-11-15 AI校阅 — 译文 1 处
- 2026-09-21 AI校阅 — 译文 1 处
