- 底本
- Platonis Opera, Tomus II: Tetralogia III-IV. Burnet, John, editor. Oxford: Clarendon Press, 1910.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0059.tlg011.humanitext-grc2:204
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
迪奥蒂玛解释说,介于智者与愚昧者之间的“中间者”才是追求智慧的人,而爱神也是其中之一。随后,她将爱的对象从“美”替换为“善”,以此阐明爱的终极目的是获得幸福。
ἔχει γὰρ ὧδε. θεῶν οὐδεὶς φιλοσοφεῖ οὐδʼ ἐπιθυμεῖ σοφὸς γενέσθαι—ἔστι γάρ—οὐδʼ εἴ τις ἄλλος σοφός, οὐ φιλοσοφεῖ. οὐδʼ αὖ οἱ ἀμαθεῖς φιλοσοφοῦσιν οὐδʼ ἐπιθυμοῦσι σοφοὶ γενέσθαι· αὐτὸ γὰρ τοῦτό ἐστι χαλεπὸν ἀμαθία, τὸ μὴ ὄντα καλὸν κἀγαθὸν μηδὲ φρόνιμον δοκεῖν αὑτῷ εἶναι ἱκανόν.1 οὔκουν ἐπιθυμεῖ ὁ μὴ οἰόμενος ἐνδεὴς εἶναι οὗ ἂν μὴ οἴηται ἐπιδεῖσθαι.2 τίνες οὖν, ἔφην ἐγώ, ὦ Διοτίμα, οἱ φιλοσοφοῦντες, εἰ μήτε οἱ σοφοὶ μήτε οἱ ἀμαθεῖς; δῆλον δή, ἔφη, τοῦτό γε ἤδη καὶ παιδί, ὅτι οἱ μεταξὺ τούτων ἀμφοτέρων, ὧν ἂν εἴη καὶ ὁ Ἔρως. ἔστιν γὰρ δὴ τῶν καλλίστων ἡ σοφία, Ἔρως δʼ ἐστὶν ἔρως περὶ τὸ καλόν, ὥστε ἀναγκαῖον ἔρωτα φιλόσοφον εἶναι, φιλόσοφον δὲ ὄντα μεταξὺ εἶναι σοφοῦ καὶ ἀμαθοῦς. αἰτία δὲ αὐτῷ καὶ τούτων ἡ γένεσις· πατρὸς μὲν γὰρ σοφοῦ ἐστι καὶ εὐπόρου, μητρὸς δὲ οὐ σοφῆς καὶ ἀπόρου. ἡ μὲν οὖν φύσις τοῦ δαίμονος, ὦ φίλε Σώκρατες, αὕτη· ὃν δὲ σὺ ᾠήθης ἔρωτα εἶναι, θαυμαστὸν οὐδὲν ἔπαθες. ᾠήθης δέ, ὡς ἐμοὶ δοκεῖ τεκμαιρομένῃ3 ἐξ ὧν σὺ λέγεις, τὸ ἐρώμενον ἔρωτα εἶναι, οὐ τὸ ἐρῶν· διὰ ταῦτά σοι οἶμαι πάγκαλος ἐφαίνετο ὁ Ἔρως. καὶ γὰρ ἔστι τὸ ἐραστὸν τὸ τῷ ὄντι καλὸν καὶ ἁβρὸν καὶ τέλεον καὶ μακαριστόν· τὸ δέ γε ἐρῶν ἄλλην ἰδέαν τοιαύτην ἔχον, οἵαν ἐγὼ διῆλθον. καὶ ἐγὼ εἶπον, εἶεν δή, ὦ ξένη, καλῶς γὰρ λέγεις· τοιοῦτος ὢν ὁ Ἔρως τίνα χρείαν ἔχει τοῖς ἀνθρώποις; τοῦτο δὴ μετὰ ταῦτʼ, ἔφη, ὦ Σώκρατες, πειράσομαί σε διδάξαι. ἔστι μὲν γὰρ δὴ τοιοῦτος καὶ οὕτω γεγονὼς ὁ Ἔρως, ἔστι δὲ τῶν καλῶν, ὡς σὺ φῄς. εἰ δέ τις ἡμᾶς ἔροιτο· τί τῶν καλῶν ἐστιν ὁ Ἔρως, ὦ Σώκρατές τε καὶ Διοτίμα; ὧδε δὲ σαφέστερον· ἐρᾷ ὁ ἐρῶν τῶν καλῶν· τί ἐρᾷ; καὶ ἐγὼ εἶπον ὅτι γενέσθαι αὑτῷ. ἀλλʼ ἔτι ποθεῖ, ἔφη, ἡ ἀπόκρισις ἐρώτησιν τοιάνδε· τί ἔσται ἐκείνῳ ᾧ ἂν γένηται τὰ καλά; οὐ πάνυ ἔφην ἔτι ἔχειν ἐγὼ πρὸς ταύτην τὴν ἐρώτησιν προχείρως ἀποκρίνασθαι. ἀλλʼ, ἔφη, ὥσπερ ἂν εἴ τις μεταβαλὼν ἀντὶ τοῦ καλοῦ τῷ ἀγαθῷ χρώμενος πυνθάνοιτο· φέρε, ὦ Σώκρατες, ἐρᾷ ὁ ἐρῶν τῶν ἀγαθῶν· τί ἐρᾷ; γενέσθαι, ἦν δʼ ἐγώ, αὑτῷ. καὶ τί ἔσται ἐκείνῳ ᾧ ἂν γένηται τἀγαθά; τοῦτʼ εὐπορώτερον, ἦν δʼ ἐγώ, ἔχω ἀποκρίνασθαι, ὅτι εὐδαίμων ἔσται.
因为事实是这样的。神明之中没有一个人追求智慧,也不渴望成为智者——因为他已经是了——而且其他任何已经是智者的人,也都不追求智慧。另一方面,愚昧的人也不追求智慧,不渴望成为智者;因为这正是愚昧的棘手之处:一个既不美、不善,也不睿智的人,却自以为已经足够。因此,那不认为自己缺乏的人,绝不会去渴望他认为自己不需要的东西。“那么,迪奥蒂玛,”我说,“如果既不是智者,也不是愚昧者,那么追求智慧的人到底是谁呢?” “这显然,”她说,“现在连小孩子都明白了:就是介于这两者之间的人,而爱神也就是其中之一。因为智慧确实是最美的事物之一,而爱神是对美的爱,所以爱神必然是追求智慧的,而作为追求智慧的人,他必然介于智者与愚昧者之间。而造成他这一状况的原因也在于他的出身:因为他出自一个聪明且富有办法的父亲,以及一个不聪明且匮乏的母亲。亲爱的苏格拉底,这个精灵的本性就是如此。至于你过去所认为的爱神究竟是什么,你会有那样的想法也并不奇怪。在我看来,根据你所说的话来推测,你是把被爱者当成了爱神,而不是把去爱者当成了爱神。我想正是因为这个原因,爱神在你眼里才显得无比美丽。因为确实,值得被爱的事物是那真正美丽、娇嫩、完美和幸福的事物;然而,去爱的主体却有着另一种形象,就像我刚才所描述的那样。”于是我说:“好吧,外邦的女士,您说得很好。既然爱神是这样一种存在,他对人类又有什么用处呢?” “苏格拉底,”她说,“在这之后,我这就试着教导你这件事。事实上,爱神确实是这样一种存在,也是这样诞生的,而且正如你所说,他是关乎美的事物的。但如果有人问我们:‘苏格拉底、迪奥蒂玛,爱神关乎美的事物,这指的是什么呢?’或者更明确地这样问:‘去爱美的事物的人,他是在爱什么?’”我回答说:“那是为了让它们属于自己。”“但是,”她说,“这个回答还需要追问这样一个问题:‘对于那个得到了美的事物的人,他会得到什么呢?’”我说,对于这第二个问题,我已经不怎么能立刻回答出来了。“那么,”她说,“就像是有人调换一下,用‘好的事物’代替‘美的事物’来提问一样:‘来吧,苏格拉底,去爱好的事物的人,他在爱什么?’”“为了让它们属于自己,”我说。“那么,对于得到了好的事物的人,他又会得到什么呢?”“这个,”我说,“我更容易回答了:他将会是幸福的。”
- 204aτὸ μὴ ὄντα καλὸν κἀγαθὸν μηδὲ φρόνιμον δοκεῖν αὑτῷ εἶναι ἱκανόν
不定词 δοκεῖν 的逻辑主语(宾格,指一般的“人”)被省略,因此分词 ὄντα 也相应地采用宾格(单数阳性)。αὑτῷ 是指代 δοκεῖν 逻辑主语的与格(“对他自己而言”)。整个带冠词的不定词短语与前文的 αὐτὸ τοῦτο... ἀμαθία 构成同格关系。
- 204aοὗ ἂν μὴ οἴηται ἐπιδεῖσθαι
οὗ 是关系代词,其先行词 τούτου(作为动词 ἐπιθυμεῖ 的宾语属格)被省略,而关系代词本身只是其所在从句动词 ἐπιδεῖσθαι 所支配的属格宾语(并非格的吸引)。ἂν μὴ οἴηται 是带有 ἄν 的虚拟式,表示一般性条件(“凡是他不认为自己需要的东西”)。
- 204cτεκμαιρομένῃ
阴性单数与格分词。它与无人称句 ὡς ἐμοὶ δοκεῖ(在我看来)中的与格代词 ἐμοί 一致,意为“正如根据……来推测的我所认为的那样”。
翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(3 处,最近 2026-11-15)
- 2026-11-15 AI校阅 — 注 2 处
- 2026-11-15 AI校阅 — 译文 1 处
