- 底本
- Platonis Opera, Tomus II: Tetralogia III-IV. Burnet, John, editor. Oxford: Clarendon Press, 1910.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0059.tlg011.humanitext-grc2:202
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
迪奥提玛论证正如正确意见介于智慧与愚昧之间,爱神也处于美与丑、好与坏之间,并最终将其定义为介于神人之间、起媒介作用的“精灵(达蒙)”。
μάλιστά γε. ἦ καὶ ἂν μὴ σοφόν, ἀμαθές; ἢ οὐκ ᾔσθησαι ὅτι ἔστιν τι μεταξὺ σοφίας καὶ ἀμαθίας; τί τοῦτο; τὸ ὀρθὰ δοξάζειν καὶ ἄνευ τοῦ ἔχειν λόγον δοῦναι1 οὐκ οἶσθʼ, ἔφη, ὅτι οὔτε ἐπίστασθαί ἐστιν—ἄλογον γὰρ πρᾶγμα πῶς ἂν εἴη ἐπιστήμη; —οὔτε ἀμαθία—τὸ γὰρ τοῦ ὄντος τυγχάνον πῶς ἂν εἴη ἀμαθία; —ἔστι δὲ δήπου τοιοῦτον ἡ ὀρθὴ δόξα, μεταξὺ φρονήσεως καὶ ἀμαθίας. ἀληθῆ, ἦν δʼ ἐγώ, λέγεις. μὴ τοίνυν ἀνάγκαζε ὃ μὴ καλόν ἐστιν αἰσχρὸν εἶναι, μηδὲ ὃ μὴ ἀγαθόν, κακόν. οὕτω δὲ καὶ τὸν ἔρωτα ἐπειδὴ αὐτὸς ὁμολογεῖς μὴ εἶναι ἀγαθὸν μηδὲ καλόν, μηδέν τι μᾶλλον οἴου δεῖν αὐτὸν αἰσχρὸν καὶ κακὸν εἶναι, ἀλλά τι μεταξύ, ἔφη, τούτοιν. καὶ μήν, ἦν δʼ ἐγώ, ὁμολογεῖταί γε παρὰ πάντων μέγας θεὸς εἶναι. τῶν μὴ εἰδότων, ἔφη, πάντων λέγεις,2 ἢ καὶ τῶν εἰδότων; συμπάντων μὲν οὖν. καὶ ἣ γελάσασα καὶ πῶς ἄν, ἔφη, ὦ Σώκρατες, ὁμολογοῖτο μέγας θεὸς εἶναι παρὰ τούτων, οἵ φασιν αὐτὸν οὐδὲ θεὸν εἶναι; τίνες οὗτοι; ἦν δʼ ἐγώ. εἷς μέν, ἔφη, σύ, μία δʼ ἐγώ. κἀγὼ εἶπον, πῶς τοῦτο, ἔφην, λέγεις; καὶ ἥ, ῥᾳδίως, ἔφη. λέγε γάρ μοι, οὐ πάντας θεοὺς φῂς εὐδαίμονας εἶναι καὶ καλούς; ἢ τολμήσαις ἄν τινα μὴ φάναι καλόν τε καὶ εὐδαίμονα θεῶν εἶναι; μὰ Δίʼ οὐκ ἔγωγʼ, ἔφην. εὐδαίμονας δὲ δὴ λέγεις οὐ τοὺς τἀγαθὰ καὶ τὰ καλὰ κεκτημένους; πάνυ γε. ἀλλὰ μὴν Ἔρωτά γε ὡμολόγηκας διʼ ἔνδειαν τῶν ἀγαθῶν καὶ καλῶν ἐπιθυμεῖν αὐτῶν τούτων ὧν ἐνδεής ἐστιν.3 ὡμολόγηκα γάρ. πῶς ἂν οὖν θεὸς εἴη ὅ γε τῶν καλῶν καὶ ἀγαθῶν ἄμοιρος; οὐδαμῶς, ὥς γʼ ἔοικεν. ὁρᾷς οὖν, ἔφη, ὅτι καὶ σὺ ἔρωτα οὐ θεὸν νομίζεις;τί οὖν ἄν, ἔφην, εἴη ὁ Ἔρως; θνητός; ἥκιστά γε. ἀλλὰ τί μήν; ὥσπερ τὰ πρότερα, ἔφη, μεταξὺ θνητοῦ καὶ ἀθανάτου. τί οὖν, ὦ Διοτίμα; δαίμων μέγας, ὦ Σώκρατες· καὶ γὰρ πᾶν τὸ δαιμόνιον μεταξύ ἐστι θεοῦ τε καὶ θνητοῦ. τίνα, ἦν δʼ ἐγώ, δύναμιν ἔχον; ἑρμηνεῦον καὶ διαπορθμεῦον θεοῖς τὰ παρʼ ἀνθρώπων καὶ ἀνθρώποις τὰ παρὰ θεῶν,4 τῶν μὲν τὰς δεήσεις καὶ θυσίας, τῶν δὲ τὰς ἐπιτάξεις τε καὶ ἀμοιβὰς τῶν θυσιῶν, ἐν μέσῳ δὲ ὂν ἀμφοτέρων συμπληροῖ, ὥστε τὸ πᾶν αὐτὸ αὑτῷ συνδεδέσθαι.
“确实如此。”“那么,不智慧的东西,就是愚昧的吗?还是说,你没有注意到在智慧与愚昧之间还有某种东西?”“这是什么?”“你难道不知道,”她说,“拥有正确的意见而无法给出论证,这既非理解——因为一个没有理性的事物怎能是知识?——也非愚昧——因为击中真实存在的东西怎能是愚昧?因此,正确的意见必然是诸如此类的东西,介于明智与愚昧之间。”“你说得对,”我说。“那么,不要强求不美的东西必须是丑的,也不要强求不好的东西必须是坏的。同样地,关于爱神,既然你自己承认他既不好也不美,那就绝不要认为他必须是丑的和坏的,而要认为他是”她说,“介于这两者之间的某种东西。”“然而,”我说,“大家一致公认他是一位伟大的神。”“你说的‘大家’是指那些不知道的人,”她说,“还是也包括那些知道的人?”“包括所有人。”她笑着说:“苏格拉底啊,那些甚至说他根本不是神的人,怎能一致公认他是一位伟大的神呢?”“这些人是谁?”我说。“一个是你,”她说,“另一个是我。”我说:“你怎么能这样说呢?”她说:“很容易。请告诉我,你难道不认为所有的神都是幸福且美丽的吗?还是说,你敢断言神明之中有谁是不美或不幸福的?”“凭宙斯起誓,我绝不,”我说。“而你所说的幸福,不正是指那些占有了好和美的事物的人吗?”“当然是。” “但是,你已经承认,爱神因为缺乏好和美的事物,所以渴望着他所缺乏的这些东西。”“我确实承认了。”“那么,一个不分享美和好的事物的人,怎能是神呢?”“绝不可能,看起来确实如此。”“那么,你看到了吗,”她说,“你也不认为爱神是神?”“那么,爱神会是什么呢?”我说。“凡人吗?”“绝非如此。”“那到底是什么呢?”“就像前面的情况一样,”她说,“是介于凡人与不死者之间。”“那是什么,迪奥提玛?”“是一个伟大的精灵(达蒙),苏格拉底;因为所有属于精灵(达蒙)的事物都介于神与凡人之间。”“它具有什么力量呢?”我说。“它为神明翻译和传送来自凡人的事物,为凡人翻译和传送来自神明的事物——将凡人的祈祷和祭祀传送给神明,将神明的命令和对祭祀的回报传送给凡人。由于它处于两者之间,它充实了整体,从而使宇宙万物自身联结为一个整体。”
- 202aτὸ ὀρθὰ δοξάζειν καὶ ἄνευ τοῦ ἔχειν λόγον δοῦναι
冠词 τὸ 修饰由 καί 连接的整个短语:ὀρθὰ δοξάζειν(拥有正确意见)和 ἄνευ τοῦ ἔχειν λόγον δοῦναι(没有能力给出论证)。这整个复合结构在接下来的 οὔτε ... οὔτε 句中作为主语或被说明的对象。
- 202bτῶν μὴ εἰδότων, ἔφη, πάντων λέγεις
属格的 τῶν μὴ εἰδότων... πάντων 呼应前文的 παρὰ πάντων(被所有人),限定或澄清了 λέγεις(你是指)的具体指代范围。
- 202dαὐτῶν τούτων ὧν ἐνδεής ἐστιν
关系代词 ὧν 采用属格,是因为它受形容词 ἐνδεής(要求属格补足语)的支配,其先行词是指示代词 αὐτῶν τούτων。
- 202eἑρμηνεῦον καὶ διαπορθμεῦον θεοῖς τὰ παρʼ ἀνθρώπων καὶ ἀνθρώποις τὰ παρὰ θεῶν
两个现在活动分词 ἑρμηνεῦον(翻译)和 διαπορθμεῦον(传送)均为中性单数,与 τὸ δαιμόνιον 一致。与格 θεοῖς 和 ἀνθρώποις 作间接宾语表示接受方,而宾格 τὰ παρʼ ... 表示被传送的具体内容。
翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(2 处,最近 2026-11-15)
- 2026-11-15 AI校阅 — 译文 2 处
