← 柏拉图

会饮篇

§175

苏格拉底的入席与阿伽通论智慧

阿里斯托德莫斯在阿伽通的晚宴上受到款待,随后到达的苏格拉底坐在阿伽通身旁。阿伽通希望分享苏格拉底的智慧,苏格拉底则幽默地将智慧比作杯子间流动的水,自谦其智慧微不足道。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§175

ὄπισθεν ἐμοῦ ἄρτι εἰσῄει· ἀλλὰ θαυμάζω καὶ αὐτὸς ποῦ ἂν εἴη. οὐ σκέψῃ, ἔφη, παῖ, φάναι τὸν Ἀγάθωνα, καὶ εἰσάξεις Σωκράτη; σὺ δʼ, ἦ δʼ ὅς, Ἀριστόδημε, παρʼ Ἐρυξίμαχον κατακλίνου. καὶ ἓ μὲν ἔφη ἀπονίζειν τὸν παῖδα1 ἵνα κατακέοιτο· ἄλλον δέ τινα τῶν παίδων ἥκειν ἀγγέλλοντα ὅτι Σωκράτης οὗτος ἀναχωρήσας ἐν τῷ τῶν γειτόνων προθύρῳ ἕστηκεν, κἀμοῦ καλοῦντος οὐκ ἐθέλει εἰσιέναι. ἄτοπόν γʼ, ἔφη, λέγεις· οὔκουν καλεῖς αὐτὸν καὶ μὴ ἀφήσεις; καὶ ὃς ἔφη εἰπεῖν μηδαμῶς, ἀλλʼ ἐᾶτε αὐτόν. ἔθος γάρ τι τοῦτʼ ἔχει· ἐνίοτε ἀποστὰς ὅποι ἂν τύχῃ ἕστηκεν. ἥξει δʼ αὐτίκα, ὡς ἐγὼ οἶμαι. μὴ οὖν κινεῖτε, ἀλλʼ ἐᾶτε. ἀλλʼ οὕτω χρὴ ποιεῖν, εἰ σοὶ δοκεῖ, ἔφη φάναι τὸν Ἀγάθωνα. ἀλλʼ ἡμᾶς, ὦ παῖδες, τοὺς ἄλλους ἑστιᾶτε. πάντως παρατίθετε ὅτι ἂν βούλησθε, ἐπειδάν τις ὑμῖν μὴ ἐφεστήκῃ2—ὃ ἐγὼ οὐδεπώποτε ἐποίησα—νῦν οὖν, νομίζοντες καὶ ἐμὲ ὑφʼ ὑμῶν κεκλῆσθαι ἐπὶ δεῖπνον καὶ τούσδε τοὺς ἄλλους, θεραπεύετε, ἵνʼ ὑμᾶς ἐπαινῶμεν. μετὰ ταῦτα ἔφη σφᾶς μὲν δειπνεῖν, τὸν δὲ Σωκράτη οὐκ εἰσιέναι. τὸν οὖν Ἀγάθωνα πολλάκις κελεύειν μεταπέμψασθαι τὸν Σωκράτη, ἓ δὲ οὐκ ἐᾶν.3 ἥκειν οὖν αὐτὸν οὐ πολὺν χρόνον ὡς εἰώθει διατρίψαντα, ἀλλὰ μάλιστα σφᾶς μεσοῦν δειπνοῦντας. τὸν οὖν Ἀγάθωνα—τυγχάνειν γὰρ ἔσχατον κατακείμενον μόνον—δεῦρʼ, ἔφη φάναι, Σώκρατες, παρʼ ἐμὲ κατάκεισο, ἵνα καὶ τοῦ σοφοῦ ἁπτόμενός σου ἀπολαύσω, ὅ σοι προσέστη4 ἐν τοῖς προθύροις. δῆλον γὰρ ὅτι ηὗρες αὐτὸ καὶ ἔχεις· οὐ γὰρ ἂν προαπέστης. καὶ τὸν Σωκράτη καθίζεσθαι καὶ εἰπεῖν ὅτι εὖ ἂν ἔχοι, φάναι, ὦ Ἀγάθων, εἰ τοιοῦτον εἴη ἡ σοφία ὥστʼ ἐκ τοῦ πληρεστέρου εἰς τὸ κενώτερον ῥεῖν ἡμῶν, ἐὰν ἁπτώμεθα ἀλλήλων, ὥσπερ τὸ ἐν ταῖς κύλιξιν ὕδωρ τὸ διὰ τοῦ ἐρίου ῥέον ἐκ τῆς πληρεστέρας εἰς τὴν κενωτέραν. εἰ γὰρ οὕτως ἔχει καὶ ἡ σοφία, πολλοῦ τιμῶμαι τὴν παρὰ σοὶ κατάκλισιν· οἶμαι γάρ με παρὰ σοῦ πολλῆς καὶ καλῆς σοφίας πληρωθήσεσθαι. ἡ μὲν γὰρ ἐμὴ φαύλη τις ἂν εἴη, ἢ καὶ ἀμφισβητήσιμος ὥσπερ ὄναρ οὖσα, ἡ δὲ σὴ λαμπρά τε καὶ πολλὴν ἐπίδοσιν ἔχουσα, ἥ γε παρὰ σοῦ νέου ὄντος οὕτω σφόδρα ἐξέλαμψεν5 καὶ ἐκφανὴς ἐγένετο πρῴην ἐν μάρτυσι τῶν Ἑλλήνων πλέον ἢ τρισμυρίοις. ὑβριστὴς εἶ, ἔφη, ὦ Σώκρατες, ὁ Ἀγάθων. καὶ ταῦτα μὲν καὶ ὀλίγον ὕστερον διαδικασόμεθα ἐγώ τε καὶ σὺ περὶ τῆς σοφίας, δικαστῇ χρώμενοι τῷ Διονύσῳ· νῦν δὲ πρὸς τὸ δεῖπνον πρῶτα τρέπου.

“他刚才还跟在我后面进来;但我自己也感到纳闷,他会在哪里呢。”阿伽通说:“童子,你去看看,把苏格拉底领进来好吗?而你,阿里斯托德莫斯,就在埃里希马库斯旁边落座吧。”于是,他说一个仆人帮他洗脚以便他能就座;而另一个仆人跑来报告说:“那位苏格拉底躲到邻居家的门廊里站着,我叫他,他也不愿意进来。”“真怪,”阿伽通说,“那你怎么不叫他,别让他走了?”而阿里斯托德莫斯说他回答道:“千万不要,随他去吧。因为他有这种习惯;有时他会避开人群,在随便什么碰巧的地方站着。我想他马上就会来的。所以请不要打扰他,随他去吧。”“既然你这么认为,那就这么办吧,”阿伽通说。“那么,童子们,款待我们其他的人吧。只要没有人在上面监督你们——我可从来不干这事——你们就尽管把你们想上的菜端上来。所以现在,把我和其他这些人都当作是由你们邀请来赴宴的客人,好好伺候我们,好让我们赞美你们。” 在这之后,他说他们开始用餐,但苏格拉底仍然没有进来。因此,阿伽通一再吩咐派人去请苏格拉底,而阿里斯托德莫斯则不让这么做。结果,苏格拉底并没有像往常那样耽搁太久就来了,但来时他们大约已经吃到一半了。当时碰巧一个人坐在最末座的阿伽通说:“苏格拉底,到这儿来,坐在我旁边,好让我能通过抚摸你,来分享你在门廊里悟到的智慧。因为显然你已经找到了它并拥有了它;否则你不会离开那里的。” 于是苏格拉底坐下来说道:“阿伽通啊,如果智慧是这样一种东西,只要我们互相接触,它就会从我们之中较满的一方流向较空的一方,那该有多好啊,就像杯子里的水通过羊毛线从较满的杯子流向较空的一样。因为如果智慧也是这样,我可就非常看重在你身旁就座了;因为我想,我一定会从你那里充满许多又美妙的智慧。因为我自己的智慧或许有些平庸,甚至像梦境一样靠不住,而你的智慧却是灿烂耀眼并有着极大的进步前景,它从年轻的你身上喷涌而出,前天在三万多希腊目击者面前显得如此耀眼、如此彰显。” “你真会挖苦人,苏格拉底,”阿伽通说。“关于智慧的这场争论,你和我待会儿要决个胜负,由狄奥尼索斯来作我们的裁判;但现在你还是先专心吃晚饭吧。”

语法注5 条
  1. 175aκαὶ ἓ μὲν ἔφη ἀπονίζειν τὸν παῖδα

    在间接引语中,宾格代词 ἕ(此处带抑音符写作 ἓ)指代中间叙述者阿里斯托德莫斯。表示仆人帮阿里斯托德莫斯洗脚。

  2. 175bἐπειδάν τις ὑμῖν μὴ ἐφεστήκῃ

    连词 ἐπειδάν(由 ἐπειδή 加 ἄν 构成)后接虚拟式 ἐφεστήκῃ,表示现在或未来的普遍条件或时间从句(“每当没有人监督你们时”)。

  3. 175cἓ δὲ οὐκ ἐᾶν

    这里的 ἕ(此处写作 ἓ)同样指代叙述者阿里斯托德莫斯,作为不定式 ἐᾶν 的逻辑主语(宾格),表示“但他(阿里斯托德莫斯)不允许”。

  4. 175dὅ σοι προσέστη

    中性关系代词 ὅ 的先行词是前句中名词化的中性成分 τοῦ σοφοῦ(智慧)。动词 προσέστη 是 προσίστημι 的不定过去时第三人称单数,在此意为“呈现于、浮现于(心头)”。

  5. 175eἐξέλαμψεν

    动词 ἐκλάμπω(“闪耀、发光”)的直说法语气不定过去时主动语态第三人称单数,带有可动 ν。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(3 处,最近 2026-11-15)
  • 2026-11-15 AI校阅 — 注 1 处
  • 2026-09-21 AI校阅 — 注 2 处
urn:cts:greekLit:tlg0059.tlg011.humanitext-grc2:175