- 底本
- Platonis Opera, Tomus II: Tetralogia III-IV. Burnet, John, editor. Oxford: Clarendon Press, 1910.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0059.tlg010.humanitext-grc2:59
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
苏格拉底和普罗塔科达成共识,即关于不断变化和生成消灭的自然界的认识缺乏稳定性和真实性,而指向始终保持同一之存在物的理智与智慧则拥有最高的真实性。随后,他们准备着手进行快乐与智慧的混合。
ΣΩ. ἆρʼ οὖν ἐννοήσας1 τὸ τοιόνδε εἴρηκας ὃ λέγεις νῦν, ὡς αἱ πολλαὶ τέχναι, καὶ ὅσοι περὶ ταῦτα πεπόνηνται, πρῶτον μὲν δόξαις χρῶνται καὶ τὰ περὶ δόξαν ζητοῦσι συντεταμένως; εἴ τε καὶ περὶ φύσεως ἡγεῖταί τις ζητεῖν, οἶσθʼ ὅτι τὰ περὶ τὸν κόσμον τόνδε, ὅπῃ τε γέγονεν καὶ ὅπῃ πάσχει τι καὶ ὅπῃ ποιεῖ, ταῦτα ζητεῖ διὰ βίου; φαῖμεν ἂν ταῦτα, ἢ πῶς; ΠΡΩ. οὕτως. ΣΩ. οὐκοῦν οὐ περὶ τὰ ὄντα ἀεί, περὶ δὲ τὰ γιγνόμενα καὶ γενησόμενα καὶ γεγονότα ἡμῶν ὁ τοιοῦτος ἀνῄρηται τὸν πόνον; ΠΡΩ. ἀληθέστατα. ΣΩ. τούτων οὖν τι σαφὲς ἂν φαῖμεν τῇ ἀκριβεστάτῃ ἀληθείᾳ γίγνεσθαι, ὧν μήτε ἔσχε μηδὲν πώποτε κατὰ ταὐτὰ μήθʼ ἕξει μήτε εἰς τὸ νῦν παρὸν ἔχει; ΠΡΩ. καὶ πῶς; ΣΩ. περὶ οὖν τὰ μὴ κεκτημένα βεβαιότητα μηδʼ ἡντινοῦν πῶς ἄν ποτε βέβαιον γίγνοιθʼ ἡμῖν καὶ ὁτιοῦν; ΠΡΩ. οἶμαι μὲν οὐδαμῶς. ΣΩ. οὐδʼ ἄρα νοῦς οὐδέ τις ἐπιστήμη περὶ αὐτά ἐστιν τὸ ἀληθέστατον ἔχουσα. ΠΡΩ. οὔκουν εἰκός γε. ΣΩ. τὸν μὲν δὴ σὲ καὶ ἐμὲ καὶ Γοργίαν καὶ Φίληβον χρὴ συχνὰ χαίρειν ἐᾶν,2 τόδε δὲ διαμαρτύρασθαι τῷ λόγῳ. ΠΡΩ. τὸ ποῖον; ΣΩ. ὡς ἢ περὶ ἐκεῖνα ἔσθʼ ἡμῖν τό τε βέβαιον καὶ τὸ καθαρὸν καὶ ἀληθὲς καὶ ὃ δὴ λέγομεν εἰλικρινές, περὶ τὰ ἀεὶ κατὰ τὰ αὐτὰ ὡσαύτως ἀμεικτότατα ἔχοντα, ἢ ἐκείνων ὅτι μάλιστά ἐστι συγγενές· τὰ δʼ ἄλλα πάντα δεύτερά τε καὶ ὕστερα λεκτέον. ΠΡΩ. ἀληθέστατα λέγεις. ΣΩ. τὰ δὴ τῶν ὀνομάτων περὶ τὰ τοιαῦτα κάλλιστα ἆρʼ οὐ τοῖς καλλίστοις δικαιότατον ἀπονέμειν; ΠΡΩ. εἰκός γε. ΣΩ. οὐκοῦν νοῦς ἐστι καὶ φρόνησις ἅ γʼ ἄν τις τιμήσειε μάλιστα ὀνόματα; ΠΡΩ. ναί. ΣΩ. ταῦτʼ ἄρα ἐν ταῖς περὶ τὸ ὂν ὄντως ἐννοίαις ἐστὶν ἀπηκριβωμένα ὀρθῶς κείμενα καλεῖσθαι. ΠΡΩ. πάνυ μὲν οὖν. ΣΩ. καὶ μὴν ἅ γε εἰς τὴν κρίσιν ἐγὼ τότε παρεσχόμην οὐκ ἄλλʼ ἐστὶν ἢ ταῦτα τὰ ὀνόματα. ΠΡΩ. τί μήν, ὦ Σώκρατες; ΣΩ. εἶεν. τὸ μὲν δὴ φρονήσεώς τε καὶ ἡδονῆς πέρι πρὸς τὴν ἀλλήλων μεῖξιν εἴ τις φαίη καθαπερεὶ δημιουργοῖς ἡμῖν ἐξ ὧν ἢ ἐν οἷς δεῖ δημιουργεῖν τι παρακεῖσθαι, καλῶς ἂν τῷ λόγῳ ἀπεικάζοι.3 ΠΡΩ. καὶ μάλα. ΣΩ. τὸ δὴ μετὰ ταῦτα ἆρʼ οὐ μειγνύναι ἐπιχειρητέον; ΠΡΩ. τί μήν; ΣΩ. οὐκοῦν τάδε προειποῦσι καὶ ἀναμνήσασιν ἡμᾶς αὐτοὺς ὀρθότερον ἂν ἔχοι; ΠΡΩ. τὰ ποῖα;
苏:那么,你现在说这些话,是不是心里想着这样的事情:大多数技艺以及所有在这些方面劳作的人,首先是在使用意见,并竭尽全力地寻找关于意见的事物?即使有人自以为是在研究自然,你也知道他终其一生都在研究关于这个宇宙的事情,即它是如何生成的、如何受影响的、以及它又是如何起作用的?我们要这样说,还是怎么说呢?普:确实如此。苏:那么,这样的人在我们中间承担劳作,并不是为了那些始终存在的事物,而是为了那些正在生成、将要生成和已经生成的事物,不是吗?普:最真实不过了。苏:那么,对于这些事物中没有任何一个曾经、将要、或在当下以相同状态保持自身的东西,我们会说它能产生出最精确的真实性中的某种清晰度吗?普:怎么可能呢?苏:那么,对于那些不具有任何稳定性的事物,我们怎么可能获得任何稳定的东西呢?普:我想绝不可能。苏:那么,关于它们,也就没有拥有最真实性的理智或任何学问了。普:这当然不近情理。苏:那么,你、我、高尔吉亚和菲勒布,都可以先放在一边不管,但必须在论证中郑重地见证这一点。普:是什么呢?苏:那就是,我们所拥有的稳定性、纯粹性、真实性以及我们所称的纯净性,要么是关于那些始终以相同方式保持同一状态、最不具混杂性的事物,要么是关于与它们最亲近的事物;而所有其他事物,都必须被称为第二等的、次要的。普:你说得最真实不过了。苏:那么,把关于这类事物的最美丽名称赋予最美丽的对象,岂不是最公正的吗?普:理当如此。苏:那么,“理智”和“智慧”难道不是人们最看重的名称吗?普:是的。苏:那么,这些名称在关于真正存在的事物的思想中,被精确且正确地确立和称呼。普:确实如此。苏:而且,我当时拿来供作评判的名称,不外乎就是这些。普:当然如此,苏格拉底。苏:好。那么,关于智慧和快乐,如果有人说,为了它们彼此的混合,它们就像在我们这些匠人面前,作为从中或在其中必须制作出某种东西的原料而准备着,那么他就是在论证中做了一个极好的比喻。普:确实如此。苏:那么,在此之后,我们难道不应该尝试进行混合吗?普:那是自然。苏:那么,如果我们先说出并让自己回忆起以下这些事情,岂不是更妥当吗?普:哪些事情?
- 59ἐννοήσας
分词 ἐννοήσας 属副词性,修饰主动词 εἴρηκας(直陈式现在完成时),表示伴随情况或前提条件(“你心里想着……而说出了”)。后面的 ὡς 引导的从句作为指示代词 τὸ τοιόνδε 的同位语,具体解释其内容。
- 59bχαίρειν ἐᾶν
这是一个惯用表达,字面意思是“任其高兴”,在此处意为“向……道别”或“把……搁置一边”。其语法宾语为宾格的人名(σὲ καὶ ἐμὲ καὶ Γοργίαν καὶ Φίληβον)。
- 59eεἴ τις φαίη ... καλῶς ἂν ... ἀπεικάζοι
这是一个由条件从句(εἰ + 祈愿式 φαίη)与主句(祈愿式 + ἄν ἀπεικάζοι)构成的可能条件句(potential condition)。它并非表示与当前事实相反的虚拟,而是表示假想情况下的可能性(“他将会是做了一个极好的比喻”)。
翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(1 处,最近 2026-09-21)
- 2026-09-21 AI校阅 — 译文 1 处
