- 底本
- Platonis Opera, Tomus II: Tetralogia III-IV. Burnet, John, editor. Oxford: Clarendon Press, 1910.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0059.tlg010.humanitext-grc2:29
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
苏格拉底与普罗塔科确认,构成我们身体的四大元素是微小且不纯的,而构成宇宙的元素则是美丽且强大的,以此说明我们的身体是由宇宙这个整体身体所滋养的。
ΣΩ. βούλει δῆτά τι καὶ ἡμεῖς τοῖς ἔμπροσθεν ὁμολογούμενον συμφήσωμεν1 ὡς ταῦθʼ οὕτως ἔχει, καὶ μὴ μόνον οἰώμεθα δεῖν τἀλλότρια ἄνευ κινδύνου λέγειν, ἀλλὰ καὶ συγκινδυνεύωμεν καὶ μετέχωμεν τοῦ ψόγου, ὅταν ἀνὴρ δεινὸς φῇ ταῦτα μὴ οὕτως ἀλλʼ ἀτάκτως ἔχειν; ΠΡΩ. πῶς γὰρ οὐκ ἂν βουλοίμην; ΣΩ. ἴθι δή, τὸν ἐπιόντα περὶ τούτων νῦν ἡμῖν λόγον ἄθρει. ΠΡΩ. λέγε μόνον. ΣΩ. τὰ περὶ τὴν τῶν σωμάτων φύσιν ἁπάντων τῶν ζῴων, πῦρ καὶ ὕδωρ καὶ πνεῦμα καθορῶμέν που καὶ γῆν καθάπερ οἱ χειμαζόμενοι,2 φασίν, ἐνόντα ἐν τῇ συστάσει. ΠΡΩ. καὶ μάλα· χειμαζόμεθα γὰρ ὄντως ὑπʼ ἀπορίας ἐν τοῖς νῦν λόγοις. ΣΩ. φέρε δή, περὶ ἑκάστου τῶν παρʼ ἡμῖν λαβὲ τὸ τοιόνδε. ΠΡΩ. ποῖον; ΣΩ. ὅτι μικρόν τε τούτων ἕκαστον παρʼ ἡμῖν ἔνεστι3 καὶ φαῦλον καὶ οὐδαμῇ οὐδαμῶς εἰλικρινὲς ὂν καὶ τὴν δύναμιν οὐκ ἀξίαν τῆς φύσεως ἔχον. ἐν ἑνὶ δὲ λαβὼν περὶ πάντων νόει ταὐτόν. οἷον πῦρ ἔστι μέν που παρʼ ἡμῖν, ἔστι δʼ ἐν τῷ παντί. ΠΡΩ. τί μήν; ΣΩ. οὐκοῦν σμικρὸν μέν τι τὸ παρʼ ἡμῖν καὶ ἀσθενὲς καὶ φαῦλον, τὸ δʼ ἐν τῷ παντὶ πλήθει τε θαυμαστὸν καὶ κάλλει καὶ πάσῃ δυνάμει τῇ περὶ τὸ πῦρ οὔσῃ. ΠΡΩ. καὶ μάλʼ ἀληθὲς ὃ λέγεις. ΣΩ. τί δέ; τρέφεται καὶ γίγνεται ἐκ τούτου καὶ αὔξεται τὸ τοῦ παντὸς πῦρ ὑπὸ τοῦ παρʼ ἡμῖν πυρός, ἢ τοὐναντίον ὑπʼ ἐκείνου τό τʼ ἐμὸν καὶ τὸ σὸν καὶ τὸ τῶν ἄλλων ζῴων ἅπαντʼ ἴσχει ταῦτα; ΠΡΩ. τοῦτο μὲν οὐδʼ ἀποκρίσεως ἄξιον ἐρωτᾷς. ΣΩ. ὀρθῶς· ταὐτὰ γὰρ ἐρεῖς οἶμαι περί τε τῆς ἐν τοῖς ζῴοις γῆς τῆς ἐνθάδε καὶ τῆς ἐν τῷ παντί, καὶ τῶν ἄλλων δὴ πάντων ὅσων ἠρώτησα ὀλίγον ἔμπροσθεν. οὕτως ἀποκρινῇ; ΠΡΩ. τίς γὰρ ἀποκρινόμενος ἄλλως ὑγιαίνων ἄν ποτε φανείη; ΣΩ. σχεδὸν οὐδʼ ὁστισοῦν· ἀλλὰ τὸ μετὰ τοῦτο ἑξῆς ἕπου. πάντα γὰρ ἡμεῖς ταῦτα τὰ νυνδὴ λεχθέντα ἆρʼ οὐκ εἰς ἓν συγκείμενα ἰδόντες ἐπωνομάσαμεν σῶμα; ΠΡΩ. τί μήν; ΣΩ. ταὐτὸν δὴ λαβὲ καὶ περὶ τοῦδε ὃν κόσμον λέγομεν· τὸν αὐτὸν γὰρ τρόπον ἂν εἴη που σῶμα, σύνθετον ὂν ἐκ τῶν αὐτῶν. ΠΡΩ. ὀρθότατα λέγεις. ΣΩ. πότερον οὖν ἐκ τούτου τοῦ σώματος ὅλως4 τὸ παρʼ ἡμῖν σῶμα ἢ ἐκ τοῦ παρʼ ἡμῖν τοῦτο τρέφεταί τε καὶ ὅσα νυνδὴ περὶ αὐτῶν εἴπομεν εἴληφέν τε καὶ ἔχει; ΠΡΩ. καὶ τοῦθʼ ἕτερον, ὦ Σώκρατες, οὐκ ἄξιον ἐρωτήσεως.
苏:那么,你是否希望我们也赞同前人,承认这些确实如此,而不只是认为应当毫无风险地复述他人的主张,甚至在某个厉害的人断言这些并非如此而是无序的时候,我们也共同承担风险、分担责难? 普:我怎能不希望呢? 苏:来吧,现在请留意我们接下来关于这些的论述。 普:你只管说吧。 苏:我们大概能看到,在所有动物的身体本性中,都存在着火、水、风(气息)和土,它们包含在其构成之中,就像人们所说的那种遭遇暴风雨的人一样。 普:确实如此;因为在目前的讨论中,我们确实正因困惑而遭受暴风雨的折磨。 苏:来吧,关于我们体内的每一样事物,请接受下面这个看法。 普:什么样的看法? 苏:也就是说,我们体内的这些元素每一个都很微小、贫弱,绝对算不上纯粹,其拥有的力量也配不上其本性。你可以先就其中一者来理解,然后对所有元素都作同样的思考。例如,火大概存在于我们体内,也存在于宇宙整体之中。 普:确实如此。 苏:所以,我们体内的火微小、软弱且贫弱,而宇宙中的火在数量上、美感上,以及属于火的一切力量上,都是令人惊叹的? 普:你说的非常正确。 苏:还有,宇宙整体的火是由我们体内的火来滋养、产生和增长的,还是相反,我、你以及其他所有动物体内的火,都是从那宇宙之火中获得这些的? 普:你问的这个问题甚至不值得回答。 苏:说得对。因为我认为,关于此间动物体内的土与宇宙中的土,以及我刚才问到的所有其他事物,你都会说出同样的话。你会这样回答吗? 普:因为如果做出别样回答,还有谁能显得神智清醒呢? 苏:几乎任何人都不会。但请紧接着听下一步。我们看到刚才所说的所有这些事物结合为一个整体,难道不就是把它命名为“身体”吗? 普:当然。 苏:那么,关于我们称为“宇宙”的这个东西,也请接受同样的看法;因为它大概也是以同样的方式作为一个身体,由这些相同的元素组合而成的。 普:你说得极对。 苏:那么,究竟是我们体内的身体全然由这个宇宙身体来滋养,并获得和拥有我们刚才所说的关于它们的一切,还是这个宇宙身体从我们体内的身体中得到这些? 普:苏格拉底,这是另一个不值得发问的问题了。
- 29βούλει δῆτά τι καὶ ἡμεῖς τοῖς ἔμπροσθεν ὁμολογούμενον συμφήσωμεν
虚拟语气 συμφήσωμεν(以及其后的 οἰώμεθα, συγκινδυνεύωμεν, μετέχωμεν)直接跟在动词 βούλει 之后,这是一种不带连词的并列意志虚拟语气句式,意为“你希望我们也同意吗……?”。
- 29aκαθάπερ οἱ χειμαζόμενοι
现在分词 χειμαζόμενοι 意为“遭遇暴风雨的人(处于海难边缘的人)”。此处作为一种谚语式的比喻,形容“处于困难的讨论或困惑中”,直接引发了普罗塔科下一句的文字游戏:“我们确实正因困惑(aporia)而遭受暴风雨的折磨(χειμαζόμεθα)”。
- 29bὅτι μικρόν τε τούτων ἕκαστον παρʼ ἡμῖν ἔνεστι
由 ὅτι 引导的从句作为同位语名词从句,具体解释了前文命令句宾语中指示代词短语 λαβὲ τὸ τοιόνδε(接受如下看法)的内容。
- 29eἐκ τούτου τοῦ σώματος ὅλως
副词 ὅλως 在此修饰介词短语 ἐκ τούτου τοῦ σώματος,意为“完全由这个身体”或“由此处的整体身体”,符合将宇宙视为一个单一“整体身体”的语境。
翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(1 处,最近 2026-09-21)
- 2026-09-21 AI校阅 — 注 1 处
