← 柏拉图

菲力帕斯篇

§26

混合产生的生成之类与第四种原因的引入

苏格拉底通过健康、和谐和美等具体实例,阐述了无限与限度相混合所产生的第三种类型,并将其定义为“生成为实在”。随后,为了深化讨论,他指出一切生成的事物都必然有其原因,从而引入了第四种类型——“原因(制作活动)”。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§26

ΣΩ. ἆρα οὐκ ἐν μὲν νόσοις ἡ τούτων ὀρθὴ κοινωνία τὴν ὑγιείας φύσιν ἐγέννησεν; ΠΡΩ. παντάπασι μὲν οὖν. ΣΩ. ἐν δὲ ὀξεῖ καὶ βαρεῖ καὶ ταχεῖ καὶ βραδεῖ, ἀπείροις οὖσιν, ἆρʼ οὐ ταὐτὰ ταῦτα· ἅμα πέρας τε ἀπηργάσατο1 καὶ μουσικὴν σύμπασαν τελεώτατα συνεστήσατο; ΠΡΩ. κάλλιστά γε. ΣΩ. καὶ μὴν ἔν γε χειμῶσιν καὶ πνίγεσιν ἐγγενομένη2 τὸ μὲν πολὺ λίαν καὶ ἄπειρον ἀφείλετο, τὸ δὲ ἔμμετρον καὶ ἅμα σύμμετρον ἀπηργάσατο. ΠΡΩ. τί μήν; ΣΩ. οὐκοῦν ἐκ τούτων ὧραί τε καὶ ὅσα καλὰ πάντα ἡμῖν γέγονε, τῶν τε ἀπείρων καὶ τῶν πέρας ἐχόντων συμμειχθέντων; ΠΡΩ. πῶς δʼ οὔ; ΣΩ. καὶ ἄλλα γε δὴ μυρία ἐπιλείπω λέγων, οἷον μεθʼ ὑγιείας κάλλος καὶ ἰσχύν, καὶ ἐν ψυχαῖς αὖ πάμπολλα ἕτερα καὶ πάγκαλα. ὕβριν γάρ που καὶ σύμπασαν πάντων πονηρίαν αὕτη κατιδοῦσα ἡ θεός, ὦ καλὲ Φίληβε, πέρας οὔτε ἡδονῶν οὐδὲν οὔτε πλησμονῶν ἐνὸν3 ἐν αὐτοῖς, νόμον καὶ τάξιν πέρας ἔχοντʼ ἔθετο· καὶ σὺ μὲν ἀποκναῖσαι φῂς αὐτήν, ἐγὼ δὲ τοὐναντίον ἀποσῶσαι λέγω. σοὶ δέ, ὦ Πρώταρχε, πῶς φαίνεται; ΠΡΩ. καὶ μάλα, ὦ Σώκρατες, ἔμοιγε κατὰ νοῦν. ΣΩ. οὐκοῦν τὰ μὲν δὴ τρία ταῦτα εἴρηκα, εἰ συννοεῖς. ΠΡΩ. ἀλλʼ οἶμαι κατανοεῖν· ἓν μὲν γάρ μοι δοκεῖς τὸ ἄπειρον λέγειν, ἓν δὲ καὶ δεύτερον τὸ πέρας ἐν τοῖς οὖσι· τρίτον δὲ οὐ σφόδρα κατέχω τί βούλει φράζειν. ΣΩ. τὸ γὰρ πλῆθός σε, ὦ θαυμάσιε, ἐξέπληξε τῆς τοῦ τρίτου γενέσεως· καίτοι πολλά γε καὶ τὸ ἄπειρον παρέσχετο γένη, ὅμως δʼ ἐπισφραγισθέντα τῷ τοῦ μᾶλλον καὶ ἐναντίου γένει ἓν ἐφάνη. ΠΡΩ. ἀληθῆ. ΣΩ. καὶ μὴν τό γε πέρας οὔτε πολλὰ εἶχεν, οὔτʼ ἐδυσκολαίνομεν ὡς οὐκ ἦν ἓν φύσει. ΠΡΩ. πῶς γὰρ ἄν; ΣΩ. οὐδαμῶς. ἀλλὰ τρίτον φάθι με λέγειν, ἓν τοῦτο τιθέντα τὸ τούτων ἔκγονον ἅπαν, γένεσιν εἰς οὐσίαν4 ἐκ τῶν μετὰ τοῦ πέρατος ἀπειργασμένων μέτρων. ΠΡΩ. ἔμαθον. ΣΩ. ἀλλὰ δὴ πρὸς τρισὶ τέταρτόν τι τότε ἔφαμεν εἶναι γένος σκεπτέον· κοινὴ δʼ ἡ σκέψις. ὅρα γὰρ εἴ σοι δοκεῖ ἀναγκαῖον εἶναι πάντα τὰ γιγνόμενα διά τινα αἰτίαν γίγνεσθαι. ΠΡΩ. ἔμοιγε· πῶς γὰρ ἂν χωρὶς τούτου γίγνοιτο; ΣΩ. οὐκοῦν ἡ τοῦ ποιοῦντος φύσις οὐδὲν πλὴν ὀνόματι τῆς αἰτίας διαφέρει, τὸ δὲ ποιοῦν καὶ τὸ αἴτιον ὀρθῶς ἂν εἴη λεγόμενον ἕν; ΠΡΩ. ὀρθῶς.

苏:那么,在疾病中,这两者的正确结合不正是创造了健康的本性吗? 普:完全是这样。 苏:另一方面,在高音和低音、快者和慢者中,尽管它们是无限的,但这些相同的东西不也在带来限度的同时,最完美地构建了所有的音乐吗? 普:极其完美。 苏:此外,在严寒和酷热中,它通过在其中产生,一方面去除了过度和无限,另一方面创造了适度和调和。 普:当然。 苏:因此,正是由于无限者与具有限度者相混合,才为我们带来了四季以及所有美丽的事物,难道不是吗? 普:怎么会不是呢? 苏:而且我还有无数的其他东西没说,例如伴随健康的健康之美和力量,以及在灵魂中还有极其繁多且极其美好的事物。因为我想,这位女神看清了狂妄和所有事物的一切邪恶——可爱的菲莱布,鉴于在快感和满足本身中没有任何限度存在——于是她确立了具有限度的法律和秩序。你说是她毁了它们,而我相反,说是她救了它们。普罗塔科,你觉得怎么样? 普:苏格拉底,这非常合我的心意。 苏:那么,如果你理解的话,我已经说了这三个。 普:我想我是理解了:因为在我看来,你所说的一个是无限,第二个是存在者之中的限度;但至于第三个,我不太能领会你究竟想说明什么。 苏:惊奇的朋友啊,因为第三种生成的数量之多把你吓到了;然而,无限者也曾提供了许多类别,但尽管如此,通过被印上“更多及其相反者”这一类别的标记,它们还是显现为了一个统一体。 普:确实。 苏:而且限度既不包含很多东西,我们也没有因它在自然上不是一个统一体而感到为难。 普:怎么会呢? 苏:绝不会。但请认为我所说的第三种,是把这整个由它们产生的后代设定为一个统一体,即通过与限度一同造就的尺度而生成为实在。 普:我懂了。 苏:但是,除了这三个之外,我们还必须考察当时我们所说的那个第四类;这一考察是共同的。因为请看,在你看来,是否所有生成的事物都必然是因为某种原因而生成的? 普:对我来说确实如此;因为没有这个,它怎么能生成呢? 苏:因此,制作者的本性除了名称之外,与原因没有任何区别,而制作活动和原因被正确地称为一个东西,难道不是吗? 普:正确。

语法注4 条
  1. 26aταὐτὰ ταῦτα ... ἀπηργάσατο

    主语 ταὐτὰ ταῦτα 是中性复数,而动词 ἀπηργάσατο 和 συνεστήσατο 则是单数第三人称。这体现了古希腊语中“中性复数主语接单数动词”的语法规则,或者在意义上指向了前文单数概念的“正确结合”(ἡ κοινωνία)。

  2. 26aἐγγενομένη

    阴性单数不定过去分词。其逻辑主语在当前分句中并未明确指出,但在语境中指向了 26a 开头的“正确结合”(ἡ κοινωνία),或者预示了 26b 中的“这位女神”(ἡ θεός),亦或指具有限度特征的类别(ἡ τοῦ περατοειδοῦς γέννα)。

  3. 26bἐνόν

    动词 ἔνειμι(在……之中)的中性单数现在分词。在此它作为及物分词 κατιδοῦσα(看清)的宾格补足语(起类似于宾格加不定式结构的作用),意为“看到(快感中)没有任何限度存在”;亦可理解为独立发挥作用的宾格绝对结构。

  4. 26dγένεσιν εἰς οὐσίαν

    柏拉图哲学中将第三类规定为“生成为实在”的极其重要的定义。前置词 εἰς 表示方向或结果,在句法上表明这并非仅仅是暂时的流变(γένεσις),而是通过与限度(πέρας)结合形成有序、稳定存在(οὐσία)的过程。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(1 处,最近 2026-11-15)
  • 2026-11-15 AI校阅 — 注 1 处
urn:cts:greekLit:tlg0059.tlg010.humanitext-grc2:26