← 柏拉图

巴门尼德篇

§164

一的全然不存在与其他事物的无限团块

讨论确认了非存在的一不具有任何属于存在事物的属性、关系或被认知的方式。随后,探讨了如果一不存在,“其他事物”会处于何种状态,指出它们只能作为无限可分的“块”彼此互为“其他者”,而无法作为单一的个体存在。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§164

ἀλλὰ μὴν οὐδʼ ἔστι γε αὐτῷ τι τῶν ὄντων· ἤδη γὰρ ἂν τούτου μετέχον οὐσίας μετέχοι.1 δῆλον. οὔτε ἄρα μέγεθος οὔτε σμικρότης οὔτε ἰσότης αὐτῷ ἔστιν. οὐ γάρ. οὐδὲ μὴν ὁμοιότης γε οὐδὲ ἑτεροιότης οὔτε πρὸς αὑτὸ οὔτε πρὸς τἆλλα εἴη ἂν αὐτῷ. οὐ φαίνεται. τί δέ; τἆλλα ἔσθʼ ὅπως ἂν εἴη αὐτῷ, εἰ μηδὲν αὐτῷ δεῖ εἶναι; οὐκ ἔστιν. οὔτε ἄρα ὅμοια οὔτε ἀνόμοια οὔτε ταὐτὰ οὔθʼ ἕτερά ἐστιν αὐτῷ τὰ ἄλλα. οὐ γάρ. τί δέ; τὸ ἐκείνου ἢ τὸ ἐκείνῳ ἢ τὸ τὶ2 ἢ τὸ τοῦτο ἢ τὸ τούτου ἢ ἄλλου ἢ ἄλλῳ ἢ ποτὲ ἢ ἔπειτα ἢ νῦν ἢ ἐπιστήμη ἢ δόξα ἢ αἴσθησις ἢ λόγος ἢ ὄνομα ἢ ἄλλο ὁτιοῦν τῶν ὄντων περὶ τὸ μὴ ὂν ἔσται; οὐκ ἔσται. οὕτω δὴ ἓν οὐκ ὂν οὐκ ἔχει πως οὐδαμῇ. οὔκουν δὴ ἔοικέν γε οὐδαμῇ ἔχειν.ἔτι δὴ λέγωμεν, ἓν εἰ μὴ ἔστι, τἆλλα τί χρὴ πεπονθέναι. λέγωμεν γάρ. ἄλλα μέν που δεῖ αὐτὰ εἶναι· εἰ γὰρ μηδὲ ἄλλα ἐστίν, οὐκ ἂν περὶ τῶν ἄλλων λέγοιτο. οὕτω. εἰ δὲ περὶ τῶν ἄλλων ὁ λόγος, τά γε ἄλλα ἕτερά ἐστιν. ἢ οὐκ ἐπὶ τῷ αὐτῷ καλεῖς τό τε ἄλλο καὶ τὸ ἕτερον; ἔγωγε. ἕτερον δέ γέ πού φαμεν τὸ ἕτερον εἶναι ἑτέρου, καὶ τὸ ἄλλο δὴ ἄλλο εἶναι ἄλλου; ναί. καὶ τοῖς ἄλλοις ἄρα, εἰ μέλλει ἄλλα εἶναι, ἔστι τι οὗ ἄλλα ἔσται. ἀνάγκη. τί δὴ οὖν ἂν εἴη; τοῦ μὲν γὰρ ἑνὸς οὐκ ἔσται ἄλλα, μὴ ὄντος γε. οὐ γάρ. ἀλλήλων ἄρα ἐστί· τοῦτο γὰρ αὐτοῖς ἔτι λείπεται, ἢ μηδενὸς εἶναι ἄλλοις. ὀρθῶς. κατὰ πλήθη ἄρα ἕκαστα ἀλλήλων ἄλλα ἐστί· κατὰ ἓν γὰρ οὐκ ἂν οἷά τε εἴη,3 μὴ ὄντος ἑνός. ἀλλʼ ἕκαστος, ὡς ἔοικεν, ὁ ὄγκος αὐτῶν ἄπειρός ἐστι πλήθει, κἂν τὸ σμικρότατον δοκοῦν εἶναι λάβῃ τις, ὥσπερ ὄναρ ἐν ὕπνῳ φαίνεται ἐξαίφνης ἀντὶ ἑνὸς δόξαντος εἶναι πολλὰ καὶ ἀντὶ σμικροτάτου παμμέγεθες πρὸς τὰ κερματιζόμενα ἐξ αὐτοῦ. ὀρθότατα. τοιούτων δὴ ὄγκων ἄλλα ἀλλήλων ἂν εἴη τἆλλα, εἰ ἑνὸς μὴ ὄντος ἄλλα ἐστίν. κομιδῇ μὲν οὖν. οὐκοῦν πολλοὶ ὄγκοι ἔσονται, εἷς ἕκαστος φαινόμενος, ὢν δὲ οὔ, εἴπερ ἓν μὴ ἔσται; οὕτω. καὶ ἀριθμὸς δὲ εἶναι αὐτῶν δόξει, εἴπερ καὶ ἓν ἕκαστον, πολλῶν ὄντων. πάνυ γε. καὶ τὰ μὲν δὴ ἄρτια, τὰ δὲ περιττὰ ἐν αὐτοῖς ὄντα οὐκ ἀληθῶς φαίνεται, εἴπερ ἓν μὴ ἔσται. οὐ γὰρ οὖν.

然而,存在的任何事物也都不属于它;因为如果它分有了这个,它就已经分有了实在。 显然。 因此,伟大、渺小、平等都不属于它。 确实不属于。 此外,无论对自己还是对其他事物,相似性或异质性也都不会属于它。 显然不。 但是什么?如果它不应当有任何事物属于它,难道还会有其他事物可能属于它吗? 没有可能。 因此,其他事物对它而言,既非相同、亦非相异,既非相似、亦非不似。 确实不是。 但是什么?“那一个的”、“给那一个的”、“某个”、“这个”、“这个的”、“另一个的”、“给另一个的”、“曾在某个时候”、“在此后”、“现在”、“知识”、“意见”、“感觉”、“言说”、“名称”,或者存在的任何其他事物,会有关于非存在的一吗? 不会有。 如此,非存在的一在任何地方都不以任何方式处于任何状态。 确实,它似乎完全不处于任何状态。让我们进一步说明,如果一不存在,其他事物必须遭受什么。 是的,让我们说吧。 它们必定是“其他者”;因为如果它们甚至不是“其他者”,那就不会有关于“其他者”的讨论了。 确实如此。 但如果这讨论是关于“其他者”的,那其他者就是“相异者”。或者你难道不把“其他”和“相异”当做同一样东西来称呼吗? 我是这样称呼的。 但是我们不是说,“相异者”是相对于另一个“相异者”而言的相异,“其他者”是相对于另一个“其他者”而言的其他吗? 是的。 那么对于其他事物而言,如果它们将是“其他者”,就必须有它们相对于它是“其他者”的某个东西存在。 必然。 那这究竟会是什么呢?因为它们不会是一的“其他者”,既然一不存在。 确实不会。 那么,它们是彼此的“其他者”;因为除了这个,或者它们不作为任何东西的“其他者”之外,没有别的路留给它们了。 正确。 因此,各事物是作为群(多)而彼此为“其他者”的;因为既然一不存在,它们就不可能作为“一”而是其他。相反,它们的每一个块,似乎在数量上是无限的,即使有人拿取了看起来最小的东西,也会像睡梦中一样,突然显得是许多个而非原以为的一个,显得是极庞大的而非最小的,这是相对于从它分切出来的东西而言。 最正确。 如果在一不存在时其他事物存在,那么其他事物就会是彼此之间这种块的“其他者”。 完全如此。 因此,将会有许多个块,每一个看起来是一,但实际上不是,既然一将不存在? 确实如此。 而且,如果每个是一,且存在着许多,那么它们似乎也会有一个数目。 非常对。 甚至它们之中存在的奇数和偶数,虽然显现出来,但并不是真实显现的,既然一将不存在。 确实不是。

语法注3 条
  1. 164ἤδη γὰρ ἂν τούτου μετέχον οὐσίας μετέχοι

    主句动词是 ἂν... μετέχοι(潜在祈愿语气),伴随有作条件用法的分词 μετέχον(“如果分有”)。代词 τούτου(“这个”)指代前文的 τι τῶν ὄντων(存在物之中的某物)。

  2. 164aτὸ ἐκείνου ἢ τὸ ἐκείνῳ ἢ τὸ τὶ...

    冠词 τό(中性单数主格或宾格)将各种格形式的代词(属格 ἐκείνου、与格 ἐκείνῳ、属格 τούτου、与格 ἄλλῳ)和副词(ποτέ、ἔπειτα、νῦν)名词化。这是一种柏拉图式的文体手法,用以将“那一个的”、“给那一个的”等关系表达法作为抽象概念来处理。

  3. 164cκαὰ πλήθη ἄρα ἕκαστα ἀλλήλων ἄλλα ἐστί· κατὰ ἓν γὰρ οὐκ ἂν οἷά τε εἴη...

    前置词 κατὰ 表示视角或单位(“按照”、“以……的形式”)。在此,“作为群(多)”(κατὰ πλήθη)与“作为一”(κατὰ ἕν)形成对比。这意味着在一个没有“一”的世界中,事物无法作为独立的“一”被区分出来,而只能以“许多的集合(块)”为单位相对于其他事物存在差异。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文无修订urn:cts:greekLit:tlg0059.tlg009.humanitext-grc2:164