← 柏拉图

巴门尼德篇

§160

假设一不存在与非存在之一的可知性

总结了一存在时“其它事物”属性的讨论,转而探讨“一不存在”的假设,并开始阐明该“不存在的一”如何是可知的且在语言和逻辑中与其它事物相区别。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§160

οὔτʼ ἄρα ὅμοια οὔτʼ ἀνόμοιά ἐστιν οὔτʼ ἀμφότερα τἆλλα. ὅμοια μὲν γὰρ ἂν ὄντα ἢ ἀνόμοια ἑνὸς ἂν τοῦ ἑτέρου εἴδους μετέχοι, ἀμφότερα δὲ ὄντα δυοῖν τοῖν ἐναντίοιν· ταῦτα δὲ ἀδύνατον ἐφάνη. ἀληθῆ.οὐδʼ ἄρα τὰ αὐτὰ οὐδʼ ἕτερα, οὐδὲ κινούμενα οὐδὲ ἑστῶτα, οὐδὲ γιγνόμενα οὐδὲ ἀπολλύμενα, οὐδὲ μείζω οὐδὲ ἐλάττω οὐδὲ ἴσα· οὐδὲ ἄλλο οὐδὲν πέπονθε τῶν τοιούτων· εἰ γάρ τι τοιοῦτον πεπονθέναι ὑπομένει τὰ ἄλλα, καὶ ἑνὸς καὶ δυοῖν καὶ τριῶν καὶ περιττοῦ καὶ ἀρτίου μεθέξει, ὧν αὐτοῖς ἀδύνατον ἐφάνη μετέχειν τοῦ ἑνός γε πάντῃ πάντως στερομένοις.1 ἀληθέστατα. οὕτω δὴ ἓν εἰ ἔστιν, πάντα τέ ἐστι τὸ ἓν καὶ οὐδὲ ἕν ἐστι καὶ πρὸς ἑαυτὸ καὶ πρὸς τὰ ἄλλα ὡσαύτως. παντελῶς μὲν οὖν.εἶεν· εἰ δὲ δὴ μὴ ἔστι τὸ ἕν, τί χρὴ συμβαίνειν ἆρʼ οὐ σκεπτέον μετὰ τοῦτο; σκεπτέον γάρ. τίς οὖν ἂν εἴη αὕτη ἡ ὑπόθεσις, εἰ ἓν μὴ ἔστιν; ἆρά τι διαφέρει τῆσδε, εἰ μὴ ἓν μὴ ἔστιν; διαφέρει μέντοι. διαφέρει μόνον, ἢ καὶ πᾶν τοὐναντίον ἐστὶν εἰπεῖν εἰ μὴ ἓν μὴ ἔστι τοῦ εἰ ἓν μὴ ἔστιν; πᾶν τοὐναντίον. τί δʼ εἴ τις λέγοι εἰ μέγεθος μὴ ἔστιν ἢ σμικρότης μὴ ἔστιν ἤ τι ἄλλο τῶν τοιούτων, ἆρα ἐφʼ ἑκάστου ἂν δηλοῖ ὅτι ἕτερόν τι λέγοι τὸ μὴ ὄν; πάνυ γε. οὐκοῦν καὶ νῦν δηλοῖ ὅτι ἕτερον λέγει τῶν ἄλλων τὸ μὴ ὄν, ὅταν εἴπῃ ἓν εἰ μὴ ἔστι, καὶ ἴσμεν ὃ λέγει; ἴσμεν. πρῶτον μὲν ἄρα γνωστόν τι λέγει, ἔπειτα ἕτερον τῶν ἄλλων, ὅταν εἴπῃ ἕν, εἴτε τὸ εἶναι αὐτῷ προσθεὶς εἴτε τὸ μὴ εἶναι·2 οὐδὲν γὰρ ἧττον γιγνώσκεται, τί τὸ λεγόμενον μὴ εἶναι, καὶ ὅτι διάφορον τῶν ἄλλων. ἢ οὔ; ἀνάγκη. ὧδε ἄρα λεκτέον ἐξ ἀρχῆς, ἓν εἰ μὴ ἔστι, τί χρὴ εἶναι. πρῶτον μὲν οὖν αὐτῷ τοῦτο ὑπάρχειν δεῖ, ὡς ἔοικεν, εἶναι αὐτοῦ ἐπιστήμην, ἢ μηδὲ ὅτι λέγεται γιγνώσκεσθαι, ὅταν τις εἴπῃ ἓν εἰ μὴ ἔστιν. ἀληθῆ. οὐκοῦν καὶ τὰ ἄλλα ἕτερα αὐτοῦ εἶναι, ἢ μηδὲ ἐκεῖνο ἕτερον τῶν ἄλλων λέγεσθαι; πάνυ γε. καὶ ἑτεροιότης ἄρα ἐστὶν αὐτῷ πρὸς τῇ ἐπιστήμῃ. οὐ γὰρ τὴν τῶν ἄλλων ἑτεροιότητα λέγει, ὅταν τὸ ἓν ἕτερον τῶν ἄλλων λέγῃ, ἀλλὰ τὴν ἐκείνου. φαίνεται. καὶ μὴν τοῦ γε ἐκείνου καὶ τοῦ τινὸς καὶ τούτου καὶ τούτῳ καὶ τούτων3 καὶ πάντων τῶν τοιούτων μετέχει τὸ μὴ ὂν ἕν· οὐ γὰρ ἂν τὸ ἓν ἐλέγετο οὐδʼ ἂν τοῦ ἑνὸς ἕτερα, οὐδʼ ἐκείνῳ ἄν τι ἦν οὐδʼ ἐκείνου, οὐδʼ ἄν τι ἐλέγετο, εἰ μήτε τοῦ τινὸς αὐτῷ μετῆν μήτε τῶν ἄλλων τούτων. ὀρθῶς.

因此,其它事物既非相似也非不同,也非两者皆是。因为如果它们相似或不同,它们就会分有这两种形相中的某一个;如果是两者皆是,它们就会分有这两个相反的形相;但这些已被显明是不可能的。 真实。 因此,它们既非相同也非相异,既非运动也非静止,既非产生也非消灭,既非更大、更小也非相等;它们也没有遭受任何其它此类性质。因为如果其它事物容忍遭受任何此类性质,它们就将分有一、二、三、奇数和偶数,但已被显明它们是不可能分有这些的,因为它们在一切方面、以一切方式都被剥夺了一。 最真实不过。 如此看来,如果一存在,一既是一切事物,又什么都不是,无论对于自身还是对于其它事物都是如此。 完全如此。 好,但如果一不存在,接下来我们不是应该考察客观上必然会得出什么结论吗? 应该考察。 那么,“如果一不存在”这一假设是什么意思呢?它与“如果那不是一的不存在”有什么不同吗? 确实不同。 仅仅是不同,还是说“如果那不是一的不存在”与“如果一不存在”完全相反? 完全相反。 但如果有人说“如果伟大不存在”或“如果渺小不存在”或其它任何此类事物不存在,他不是在每种情况下都表明,他所说的那个“不存在”的事物是某种不同的东西吗? 确实如此。 那么,现在当他说“如果一不存在”时,他不也是表明他所说的那个“不存在”的事物是不同于其它的,并且我们知道他指的是什么吗? 我们知道。 因此,首先,当他说“一”时,无论他是给它加上存在还是不存在,他所说的都是某种已知的事物,其次,是某种不同于其它的事物;因为那个被说成不存在的事物,其所指是什么以及它不同于其它事物,都同样能被理解。难道不是吗? 必然如此。 因此,我们必须从头这样说:如果一不存在,它必然是怎样的?首先,显然它必须具备这一点:对它有知识存在,否则,当有人说“如果一不存在”时,人们甚至无法知道所说的是什么。 真实。 而且,其它事物也是不同于它的,否则它就不会被说成是不同于其它事物的,不是吗? 确实如此。 因此,除了知识之外,相异性也属于它。因为当有人说一不同于其它事物时,他说的不是其它事物的相异性,而是它自身的相异性。 看来是这样。 而且,那不存在的一确实分有了“那个”、“某个”、“这个”、“给这个”、“这些的”以及所有此类性质;因为如果它既不分有“某个”,也不分有这些其它性质,那么一就不会被说起,不同于一的其它事物也不会被说起,它不会有任何东西属于它,也不会有任何属于它的东西,更不会有任何东西被说起。 对。

语法注3 条
  1. 160aὧν αὐτοῖς ἀδύνατον ἐφάνη μετέχειν τοῦ ἑνός γε πάντῃ πάντως στερομένοις

    与格分词短语 στερομένοις 修饰前文的与格代词 αὐτοῖς(其它事物),作表示原因的状语分词(“因为被剥夺了”)。关系代词 ὧν 指代前文提到的各种数字与属性(“一、二、三、奇数、偶数”)。

  2. 160cεἴτε τὸ εἶναι αὐτῷ προσθεὶς εἴτε τὸ μὴ εἶναι

    主格单数阳性分词 προσθεὶς(“加上”)的主语是语境中省略的不特定说话者。作为宾语的 τὸ εἶναι(“存在”)和 τὸ μὴ εἶναι(“不存在”)是带冠词的名词化不定式。

  3. 160eτοῦ γε ἐκείνου καὶ τοῦ τινὸς καὶ τούτου καὶ τούῳ καὶ τούτων

    带有不同格变化(属格 ἐκείνου, τινὸς, τούτου,与格 τούτῳ,复数属格 τούτων)的指示代词和不定代词被中性属格冠词 τοῦ 名词化,并列作为支配属格的动词 μετέχει 的宾语。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(1 处,最近 2026-09-21)
  • 中于 2026-05-23 由 Gemini 3.5 Flash 重新翻译
  • 2026-09-21 AI校阅 — 译文 1 处
urn:cts:greekLit:tlg0059.tlg009.humanitext-grc2:160