- 底本
- Platonis Opera, Tomus II: Tetralogia III-IV. Burnet, John, editor. Oxford: Clarendon Press, 1910.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0059.tlg009.humanitext-grc2:158
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
如果一存在,一以外的其他事物(整体与部分)虽然在本性上是无限的多数,但由于分有一而获得了界限。因此,它们同时具有无限与界限、相似与不相似的特征。
καὶ μὴν καὶ περὶ τοῦ μορίου γε ἑκάστου ὁ αὐτὸς λόγος· καὶ γὰρ τοῦτο ἀνάγκη μετέχειν τοῦ ἑνός. εἰ γὰρ ἕκαστον αὐτῶν μόριόν ἐστι, τό γε ἕκαστον εἶναι ἓν δήπου σημαίνει, ἀφωρισμένον μὲν τῶν ἄλλων, καθʼ αὑτὸ δὲ ὄν, εἴπερ ἕκαστον ἔσται. ὀρθῶς. μετέχοι δέ γε ἂν τοῦ ἑνὸς δῆλον ὅτι ἄλλο ὂν ἢ ἕν· οὐ γὰρ ἂν μετεῖχεν, ἀλλʼ ἦν ἂν αὐτὸ ἕν. νῦν δὲ ἑνὶ μὲν εἶναι1 πλὴν αὐτῷ τῷ ἑνὶ ἀδύνατόν που. ἀδύνατον. μετέχειν δέ γε τοῦ ἑνὸς ἀνάγκη τῷ τε ὅλῳ καὶ τῷ μορίῳ. τὸ μὲν γὰρ ἓν ὅλον ἔσται, οὗ μόρια τὰ μόρια· τὸ δʼ αὖ ἕκαστον ἓν μόριον τοῦ ὅλου, ὃ ἂν ᾖ μόριον ὅλου. οὕτως. οὐκοῦν ἕτερα ὄντα τοῦ ἑνὸς μεθέξει τὰ μετέχοντα αὐτοῦ; πῶς δʼ οὔ; τὰ δʼ ἕτερα τοῦ ἑνὸς πολλά που ἂν εἴη· εἰ γὰρ μήτε ἓν μήτε ἑνὸς πλείω εἴη τἆλλα τοῦ ἑνός, οὐδὲν ἂν εἴη. οὐ γὰρ οὖν.ἐπεὶ δέ γε πλείω ἑνός ἐστι τά τε τοῦ ἑνὸς μορίου καὶ τὰ τοῦ ἑνὸς ὅλου μετέχοντα, οὐκ ἀνάγκη ἤδη πλήθει ἄπειρα εἶναι αὐτά γε ἐκεῖνα τὰ μεταλαμβάνοντα τοῦ ἑνός; πῶς; ὧδε ἴδωμεν. ἄλλο τι2 οὐχ ἓν ὄντα οὐδὲ μετέχοντα τοῦ ἑνὸς τότε, ὅτε μεταλαμβάνει αὐτοῦ, μεταλαμβάνει; δῆλα δή. οὐκοῦν πλήθη ὄντα, ἐν οἷς τὸ ἓν οὐκ ἔνι; πλήθη μέντοι. τί οὖν; εἰ ἐθέλοιμεν τῇ διανοίᾳ τῶν τοιούτων ἀφελεῖν ὡς οἷοί τέ ἐσμεν ὅτι ὀλίγιστον, οὐκ ἀνάγκη καὶ τὸ ἀφαιρεθὲν ἐκεῖνο, εἴπερ τοῦ ἑνὸς μὴ μετέχοι, πλῆθος εἶναι καὶ οὐχ ἕν; ἀνάγκη. οὐκοῦν οὕτως ἀεὶ σκοποῦντες αὐτὴν καθʼ αὑτὴν τὴν ἑτέραν φύσιν τοῦ εἴδους ὅσον ἂν αὐτῆς ἀεὶ ὁρῶμεν ἄπειρον ἔσται πλήθει; παντάπασι μὲν οὖν. καὶ μὴν ἐπειδάν γε ἓν ἕκαστον μόριον μόριον γένηται, πέρας ἤδη ἔχει πρὸς ἄλληλα καὶ πρὸς τὸ ὅλον, καὶ τὸ ὅλον πρὸς τὰ μόρια. κομιδῇ μὲν οὖν. τοῖς ἄλλοις δὴ τοῦ ἑνὸς συμβαίνει ἐκ μὲν τοῦ ἑνὸς καὶ ἐξ ἑαυτῶν κοινωνησάντων, ὡς ἔοικεν, ἕτερόν τι γίγνεσθαι ἐν ἑαυτοῖς, ὃ δὴ πέρας παρέσχε πρὸς ἄλληλα· ἡ δʼ ἑαυτῶν φύσις καθʼ ἑαυτὰ ἀπειρίαν.3 φαίνεται. οὕτω δὴ τὰ ἄλλα τοῦ ἑνὸς καὶ ὅλα καὶ κατὰ μόρια ἄπειρά τέ ἐστι καὶ πέρατος μετέχει. πάνυ γε. οὐκοῦν καὶ ὅμοιά τε καὶ ἀνόμοια ἀλλήλοις τε καὶ ἑαυτοῖς; πῇ δή; ἧι μέν που ἄπειρά ἐστι κατὰ τὴν ἑαυτῶν φύσιν πάντα, ταὐτὸν πεπονθότα ἂν εἴη ταύτῃ. πάνυ γε. καὶ μὴν ᾗ γε ἅπαντα πέρατος μετέχει, καὶ ταύτῃ πάντʼ ἂν εἴη ταὐτὸν πεπονθότα. πῶς δʼ οὔ;
而且,关于每一个部分,同样的道理也适用;因为这部分也必然分有一。因为如果它们中的每一个都是部分,那么“每一个”的存在想必就意味着是一,如果它真的是“每一个”,它就是与其它事物分离的,且是独立的。 正确。 但它显然是作为不同于一的存在来分有一的;因为否则它就不会是分有,而是它自身就是一了。但现在,除了一自身之外,任何别的东西要成为一,想必是不可能的。 不可能。 然而,整体和部分都必然分有一。因为一方面,这一个将是一个整体,诸部分是它的部分;另一方面,每一个将是整体的一个部分,只要它是整体的部分。 正是如此。 那么,分有一的事物将作为不同于一的存在而分有它吗? 怎么会不呢? 而不同于一的事物想必会是许多;因为如果一以外的其他事物既不是一,也不是多于一,它就将什么都不是。 确实不是。 但是,既然分有一个部分和分有一个整体的事物都多于一,那么,那些分有一的事物本身在数量上不是必然已经无限了吗? 怎么说? 让我们这样来看。当它们分有一的时候,它们是在它们自身还不是一,也还没有分有一的时候分有它的,不是吗? 显然如此。 那么,它们不是在其中没有一存在的许多吗? 确实是许多。 那么,又如何呢?如果我们希望在思想中,从这类事物中尽可能减去极少的一部分,那么,如果这被减去的部分也不分有一,它不也必然是许多而不是一吗? 必然。 那么,如果我们总是这样去考察形相那“他者”的本性自身,我们所能见到的它的任何部分,在数量上不都会是无限的吗? 完全如此。 而且,一旦每一个部分成为一个部分,它们就彼此之间以及对于整体已经有了界限,整体对于部分也是如此。 非常正确。 因此,对于一以外的其他事物,由于一与它们自身的结合,正如所显现的那样,它们自身中似乎产生了一些别的东西,这东西就在彼此之间提供了界限;而它们自身的本性,就其自身而言,则提供了无限。 看来是这样。 这样,一以外的其他事物,无论作为整体还是作为部分,既是无限的,又分有着界限。 完全如此。 那么,它们对彼此以及对自身,不也是既相似又不同吗? 以什么方式呢? 因为想必在所有事物根据其自身本性都是无限的这一点上,它们在这一方面就会遭受同样的状态。 完全如此。 而且,在所有事物都分有界限的这一点上,它们在这一方面也都会遭受同样的状态。 怎么会不呢?
- 158aἑνὶ μὲν εἶναι
意为“成为一”的不定式结构。与格 ἑνὶ 用作系词不定式 εἶναι 的表语。整个短语在句中作非人称形容词 ἀδύνατον 的实质主语。
- 158bἄλλο τι
ἄλλο τι ἤ(难道不是……吗)的省略形式,此处用作期待肯定回答的疑问小词(相当于拉丁语中的 nonne),修饰主动词 μεταλαμβάνει。
- 158dἡ δʼ ἑαυτῶν φύσις καθʼ ἑαυτὰ ἀπειρίαν
前句中的动词 παρέσχε(提供)被省略,此处需在理解上予以补充。宾格的 ἀπειρίαν 作其宾语,形成对比结构:“而它们自身的本性,就其自身而言,则提供了无限”。
翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(2 处,最近 2026-11-15)
- 中于 2026-05-23 由 Gemini 3.5 Flash 重新翻译
- 2026-11-15 AI校阅 — 译文 2 处
