- 底本
- Platonis Opera, Tomus II: Tetralogia III-IV. Burnet, John, editor. Oxford: Clarendon Press, 1910.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0059.tlg009.humanitext-grc2:148
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
本段阐明了一个悖论:由于“一”与其他事物互为“相异”,它们因而是“相似”的;而由于它们“相同”,它们因而是“不相似”的。随后,论证转向探讨“一”与自身及其他事物在何种空间排列条件下才能“接触”或“不接触”。
ἧι ἄρα ἕτερον τῶν ἄλλων τὸ ἓν καὶ τἆλλα τοῦ ἑνός, κατʼ αὐτὸ τὸ ἕτερον πεπονθέναι1 οὐκ ἄλλο ἀλλὰ τὸ αὐτὸ ἂν πεπονθὸς εἴη τὸ ἓν τοῖς ἄλλοις· τὸ δέ που ταὐτὸν πεπονθὸς ὅμοιον· οὐχί; ναί. ἧι δὴ τὸ ἓν ἕτερον τῶν ἄλλων πέπονθεν εἶναι, κατʼ αὐτὸ τοῦτο ἅπαν ἅπασιν ὅμοιον ἂν εἴη· ἅπαν γὰρ ἁπάντων ἕτερόν ἐστιν. ἔοικεν. ἀλλὰ μὴν τό γε ὅμοιον τῷ ἀνομοίῳ ἐναντίον. ναί. οὐκοῦν καὶ τὸ ἕτερον τῷ ταὐτῷ. καὶ τοῦτο. ἀλλὰ μὴν καὶ τοῦτό γʼ ἐφάνη, ὡς ἄρα τὸ ἓν τοῖς ἄλλοις ταὐτόν. ἐφάνη γάρ. τοὐναντίον δέ γε πάθος ἐστὶ τὸ εἶναι ταὐτὸν τοῖς ἄλλοις τῷ ἕτερον εἶναι τῶν ἄλλων.2 πάνυ γε. ἧι γε μὴν ἕτερον, ὅμοιον ἐφάνη. ναί. ἧι ἄρα ταὐτόν, ἀνόμοιον ἔσται κατὰ τοὐναντίον πάθος τῷ ὁμοιοῦντι πάθει. ὡμοίου δέ που τὸ ἕτερον; ναί. ἀνομοιώσει ἄρα τὸ ταὐτόν, ἢ οὐκ ἐναντίον ἔσται τῷ ἑτέρῳ. ἔοικεν. ὅμοιον ἄρα καὶ ἀνόμοιον ἔσται τὸ ἓν τοῖς ἄλλοις, ᾗ μὲν ἕτερον, ὅμοιον, ᾗ δὲ ταὐτόν, ἀνόμοιον. ἔχει γὰρ οὖν δή, ὡς ἔοικεν, καὶ τοιοῦτον λόγον. καὶ γὰρ τόνδε ἔχει. τίνα; ἧι ταὐτὸν πέπονθε, μὴ ἀλλοῖον πεπονθέναι, μὴ ἀλλοῖον δὲ πεπονθὸς μὴ ἀνόμοιον, μὴ ἀνόμοιον δὲ ὅμοιον εἶναι· ᾗ δʼ ἄλλο πέπονθεν, ἀλλοῖον, ἀλλοῖον δὲ ὂν ἀνόμοιον εἶναι. ἀληθῆ λέγεις. ταὐτόν τε ἄρα ὂν τὸ ἓν τοῖς ἄλλοις καὶ ὅτι ἕτερόν ἐστι, κατʼ ἀμφότερα καὶ κατὰ ἑκάτερον, ὅμοιόν τε ἂν εἴη καὶ ἀνόμοιον τοῖς ἄλλοις. πάνυ γε. οὐκοῦν καὶ ἑαυτῷ ὡσαύτως, ἐπείπερ ἕτερόν τε ἑαυτοῦ καὶ ταὐτὸν ἑαυτῷ ἐφάνη, κατʼ ἀμφότερα καὶ κατὰ ἑκάτερον ὅμοιόν τε καὶ ἀνόμοιον φανήσεται; ἀνάγκη.τί δὲ δή; περὶ τοῦ ἅπτεσθαι τὸ ἓν αὑτοῦ καὶ τῶν ἄλλων καὶ τοῦ μὴ ἅπτεσθαι πέρι πῶς ἔχει, σκόπει. σκοπῶ. αὐτὸ γάρ που ἐν ἑαυτῷ ὅλῳ τὸ ἓν ἐφάνη ὄν. ὀρθῶς. οὐκοῦν καὶ ἐν τοῖς ἄλλοις τὸ ἕν; ναί. ἧι μὲν ἄρα ἐν τοῖς ἄλλοις, τῶν ἄλλων ἅπτοιτο ἄν· ᾗ δὲ αὐτὸ ἐν ἑαυτῷ, τῶν μὲν ἄλλων ἀπείργοιτο ἅπτεσθαι, αὐτὸ δὲ αὑτοῦ ἅπτοιτο ἂν ἐν ἑαυτῷ ὄν. φαίνεται. οὕτω μὲν δὴ ἅπτοιτο ἂν τὸ ἓν αὑτοῦ τε καὶ τῶν ἄλλων. ἅπτοιτο. τί δὲ τῇδε; ἆρʼ οὐ πᾶν τὸ μέλλον ἅψεσθαί τινος ἐφεξῆς δεῖ κεῖσθαι ἐκείνῳ οὗ μέλλει ἅπτεσθαι, ταύτην τὴν ἕδραν κατέχον ἣ ἂν μετʼ ἐκείνην ᾖ ᾗ ἂν κέηται, ἅπτεται;3 ἀνάγκη. καὶ τὸ ἓν ἄρα εἰ μέλλει αὐτὸ αὑτοῦ ἅψεσθαι, ἐφεξῆς δεῖ εὐθὺς μετὰ ἑαυτὸ κεῖσθαι, τὴν ἐχομένην χώραν κατέχον ἐκείνης ἐν ᾗ αὐτό ἐστιν. δεῖ γὰρ οὖν.
因此,在一与其他事物相异、以及其他事物与一相异的方面,正是因为承受了这同一个“相异”的性质,“一”对于其他事物所承受的,不是别的,正是相同的性质。而承受了相同性质的事物,岂不就是相似的吗? 是的。 的确,在“一”承受了与“其他事物”相异的方面,正是因着这一点,它将与一切事物完全相似;因为一切事物都与一切事物相异。 似乎如此。 然而,相似者与不相似者相反。 是的。 那么,“相异”也与“相同”相反。 这也是。 然而,这也已经表明,“一”与其他事物是相同的。 确实表明了。 但是,与其他事物相同的性质,是与与其他事物相异的性质相反的。 完全如此。 然而,在相异的方面,它已被表明是相似的。 是的。 那么,在相同的方面,根据与使之相似的性质相反的性质,它将是不相似的。而“相异”大概曾使它相似吧? 是的。 那么,“相同”将使之不相似,否则它就不能与“相异”相反了。 似乎如此。 因此,“一”对于其他事物既是相似的又是不相似的:在相异的方面,它是相似的;在相同的方面,它是不相似的。 确实,正如所见,它也有这样一种论说。 因为它也有这一个。 哪一个? 在它承受相同性质的方面,它承受的不是相异性质;既然承受的不是相异性质,它就不是不相似的;既然不是不相似的,它就是相似的。但在它承受别样性质的方面,它就是别样的;既然是别样的,它就是不相似的。 您说得对。 那么,由于“一”与其他事物既相同又相异,在这两方面以及其中每一方面,它对于其他事物都将是既相似又不相似的。 完全如此。 那么,它对自身不也是同样如此吗?既然它已被表明既与自身相异、又与自身相同,在这两方面以及每一方面,它岂不都会显得既相似又不相似吗? 必然的。 那么再看,关于“一”与自身以及与其他事物“接触”和“不接触”,情况如何?请你考虑一下。 我在考虑。 因为“一”大概已被表明存在于整个自身之中。 正确。 那么“一”不也存在于其他事物之中吗? 是的。 因此,一方面,在它存在于其他事物之中的方面,它会与其他事物接触;但在它自身存在于自身之中的方面,它将被阻碍与其他事物接触,而由于它存在于自身之中,它将会与自身接触。 显而易见。 如此说来,“一”既会与自身接触,也会与其他事物接触。 确实会接触。 那么在这方面又如何?任何将要与某物接触的事物,难道不都必须紧挨着它将要接触的那事物放置,占据紧接着那事物所处位置的下一个位置,从而与之接触吗? 必然的。 那么,如果“一”将要与自身接触,它也必须紧接着自身放置,占据紧邻它自身所在位置的下一个位置。 确实必须。
- 148aκατʼ αὐτὸ τὸ ἕτερον πεπονθέναι
完成时不定式 πεπονθέναι 承接前文的关系从句 ἧι ἄρα ἕτερον...,表示原因或方式(“由于承受了那同一个‘相异’本身”)。τὸ ἕτερον 带冠词作名词使用,指代“相异的性质”。
- 148bτῷ ἕτερον εἶναι τῶν ἄλλων
带冠词不定式的与格形式。它修饰 τοὐναντίον(相反),表示对比或相反的基准:“与‘与其他事物相异’相反”。
- 148eἣ ἂν μετʼ ἐκείνην ᾖ ᾗ ἂν κέηται, ἅπτεται
双重关系从句结构。关系词 ἣ 以 τὴν ἕδραν(位置)为先行词,其内部嵌套了另一个关系从句 ᾗ ἂν κέηται(无论它被放置在何处)。ἂν 搭配虚拟语气(ᾖ 和 κέηται)表示普遍的条件或假设,最终指向主句的直陈式现在时 ἅπτεται。
