- 底本
- Platonis Opera, Tomus II: Tetralogia III-IV. Burnet, John, editor. Oxford: Clarendon Press, 1910.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0059.tlg009.humanitext-grc2:146
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
在证明了“一”必然既静止又运动之后,论证转而展示“一”如何既与自身及他物相同,又与自身及他物相异。
ἕστηκε μέν που, εἴπερ αὐτὸ ἐν ἑαυτῷ ἐστιν· ἐν γὰρ ἑνὶ ὂν καὶ ἐκ τούτου μὴ μεταβαῖνον ἐν τῷ αὐτῷ ἂν εἴη, ἐν ἑαυτῷ. ἔστι γάρ. τὸ δέ γε ἐν τῷ αὐτῷ ἀεὶ ὂν ἑστὸς δήπου ἀνάγκη ἀεὶ εἶναι.1 πάνυ γε. τί δέ; τὸ ἐν ἑτέρῳ ἀεὶ ὂν οὐ τὸ ἐναντίον ἀνάγκη μηδέποτʼ ἐν ταὐτῷ εἶναι, μηδέποτε δὲ ὂν ἐν τῷ αὐτῷ μηδὲ ἑστάναι, μὴ ἑστὸς δὲ κινεῖσθαι; οὕτως. ἀνάγκη ἄρα τὸ ἕν, αὐτό τε ἐν ἑαυτῷ ἀεὶ ὂν καὶ ἐν ἑτέρῳ, ἀεὶ κινεῖσθαί τε καὶ ἑστάναι. φαίνεται.καὶ μὴν ταὐτόν γε δεῖ εἶναι αὐτὸ ἑαυτῷ καὶ ἕτερον ἑαυτοῦ, καὶ τοῖς ἄλλοις ὡσαύτως ταὐτόν τε καὶ ἕτερον εἶναι, εἴπερ καὶ τὰ πρόσθεν πέπονθεν. πῶς; πᾶν που πρὸς ἅπαν ὧδε ἔχει, ἢ ταὐτόν ἐστιν ἢ ἕτερον· ἢ ἐὰν μὴ ταὐτὸν ᾖ μηδʼ ἕτερον, μέρος ἂν εἴη τούτου πρὸς ὃ οὕτως ἔχει, ἢ ὡς πρὸς μέρος ὅλον ἂν εἴη. φαίνεται. ἆρʼ οὖν τὸ ἓν αὐτὸ αὑτοῦ μέρος ἐστίν; οὐδαμῶς. οὐδʼ ἄρα ὡς πρὸς μέρος αὐτὸ αὑτοῦ ὅλον ἂν εἴη, πρὸς ἑαυτὸ μέρος ὄν. οὐ γὰρ οἷόν τε. ἀλλʼ ἆρα ἕτερόν ἐστιν ἑνὸς τὸ ἕν; οὐ δῆτα. οὐδʼ ἄρα ἑαυτοῦ γε ἕτερον ἂν εἴη. οὐ μέντοι. εἰ οὖν μήτε ἕτερον μήτε ὅλον μήτε μέρος αὐτὸ πρὸς ἑαυτό ἐστιν, οὐκ ἀνάγκη ἤδη ταὐτὸν εἶναι αὐτὸ ἑαυτῷ; ἀνάγκη. τί δέ; τὸ ἑτέρωθι ὂν αὐτὸ ἑαυτοῦ ἐν τῷ αὐτῷ ὄντος ἑαυτῷ2 οὐκ ἀνάγκη αὐτὸ ἑαυτοῦ ἕτερον εἶναι, εἴπερ καὶ ἑτέρωθι ἔσται; ἔμοιγε δοκεῖ. οὕτω μὴν ἐφάνη ἔχον τὸ ἕν, αὐτό τε ἐν ἑαυτῷ ὂν ἅμα καὶ ἐν ἑτέρῳ. ἐφάνη γάρ. ἕτερον ἄρα, ὡς ἔοικεν, εἴη ταύτῃ ἂν ἑαυτοῦ τὸ ἕν. ἔοικεν. τί οὖν; εἴ τού τι ἕτερόν ἐστιν, οὐχ ἑτέρου ὄντος ἕτερον ἔσται; ἀνάγκη. οὐκοῦν ὅσα μὴ ἕν ἐστιν, ἅπανθʼ ἕτερα τοῦ ἑνός, καὶ τὸ ἓν τῶν μὴ ἕν; πῶς δʼ οὔ; ἕτερον ἄρα ἂν εἴη τὸ ἓν τῶν ἄλλων. ἕτερον. ὅρα δή· αὐτό τε ταὐτὸν καὶ τὸ ἕτερον ἆρʼ οὐκ ἐναντία ἀλλήλοις; πῶς δʼ οὔ; ἦ οὖν ἐθελήσει ταὐτὸν ἐν τῷ ἑτέρῳ ἢ τὸ ἕτερον ἐν ταὐτῷ ποτε εἶναι; οὐκ ἐθελήσει. εἰ ἄρα τὸ ἕτερον ἐν τῷ αὐτῷ μηδέποτε ἔσται, οὐδὲν ἔστι τῶν ὄντων ἐν ᾧ ἐστὶν τὸ ἕτερον χρόνον οὐδένα· εἰ γὰρ ὁντινοῦν εἴη ἔν τῳ, ἐκεῖνον ἂν τὸν χρόνον ἐν ταὐτῷ εἴη τὸ ἕτερον. οὐχ οὕτως; οὕτως. ἐπειδὴ δʼ οὐδέποτε ἐν τῷ αὐτῷ ἐστιν, οὐδέποτε ἔν τινι τῶν ὄντων ἂν εἴη τὸ ἕτερον. ἀληθῆ. οὔτʼ ἄρα ἐν τοῖς μὴ ἓν οὔτε ἐν τῷ ἑνὶ ἐνείη ἂν τὸ ἕτερον. οὐ γὰρ οὖν. οὐκ ἄρα τῷ ἑτέρῳ γʼ ἂν εἴη τὸ ἓν τῶν μὴ ἓν οὐδὲ τὰ μὴ ἓν τοῦ ἑνὸς ἕτερα.3 οὐ γάρ.
一方面,如果它自身在自身之中,它大概是静止的;因为存在于一个事物之中且不从此移出,它就会在同样的地方,即在自身之中。 确实如此。 而始终在同样地方的事物,必定也总是静止的。 完全如此。 那么怎么说?始终在其他事物之中的事物,相反地,岂不必然绝不在同一地方,而既然绝不在同一地方,也就绝不静止,而不静止就必然在运动吗? 正是如此。 因此,“一”既然始终既在自身之中又在其他事物之中,就必然始终既运动又静止。 显而易见。再者,如果它也经历了先前所说的情况,它就必须与自身相同、又与自身相异,并且对其他事物也同样既相同又相异。 怎么会呢? 大凡万物对于万物都有如下的关系:或者是相同的,或者是相异的;或者如果既不相同也不相异,那它应当是与其处于这种关系之物的部分,或者是相对于部分而言的整体。 显而易见。 那么,“一”自身是它自身的部分吗? 绝不。 那么,由于它对自身而言并非部分,它也就不能是相对于作为部分的自身的整体。 因为这是不可能的。 但是,“一”与“一”相异吗? 当然不。 那么,它也不会与自身相异。 确实不。 如果它对于自身而言既非相异,也非整体,亦非部分,那么它自身与自身相同岂不已经是必然的了? 必然的。 那么怎么说?在自身保持于同一地方的同时,又处于与自身不同之处的事物,如果它确实处于不同之处,岂不必然与自身相异吗? 在我看来确实如此。 然而,事实表明,“一”正是处于这种状态,既在自身之中,又同时在其他事物之中。 确实如此表明。 因此,正如所见,“一”在这方面应当与自身相异。 似乎如此。 那么怎么说?如果某物与某物相异,它不就是与那作为“相异者”的事物相异吗? 必然的。 那么,凡不是“一”的,岂不都与“一”相异,而“一”也与不是“一”的相异吗? 怎么会不是呢? 因此,“一”应当与“其他事物”相异。 相异。 那么请看:“同一”自身与“相异”难道不是彼此相反的吗? 怎么会不是呢? 那么,“同一”会愿意在“相异”之中,或者“相异”会在“同一”之中吗? 不会愿意。 如果“相异”绝不在“同一”之中,那么在存在的事物中,绝没有任何事物在任何时间里能让“相异”存在于其中;因为如果它在任何时间里存在于某物之中,在那段时间里,“相异”就会在“同一”之中。难道不是这样吗? 正是如此。 既然它绝不在“同一”之中,那么“相异”就绝不会在任何存在的事物之中。 真实的。 因此,“相异”既不在“不是一的事物”之中,也不在“一”之中。 确实不。 因此,“一”不会因“相异”而与“不是一的事物”相异,而“不是一的事物”也不会与“一”相异。 确实如此。
- 146aἑστὸς δήπου ἀνάγκη ἀεὶ εἶναι
完成时分词中性单数 ἑστός(源自 ἵστημι)充当系动词 εἶναι 的表语,表示“处于静止的状态”。它在语法上与主语从句 τὸ ἐν τῷ αὐτῷ ἀεὶ ὄν 保持一致。
- 146cτὸ ἑτέρωθι ὂν αὐτὸ ἑαυτοῦ ἐν τῷ αὐτῷ ὄντος ἑαυτῷ
该部分由主格分词短语 τὸ ἑτέρωθι ὂν αὐτὸ ἑαυτοῦ(处于与自身不同之处的事物)和属格绝对结构 ἐν τῷ αὐτῷ ὄντος ἑαυτῷ(在自身保持于同一地方的同时)构成。其中 ἑαυτοῦ 依附于表示地点的副词 ἑτέρωθι,用作比较属格(意为“与自身不同之处”)。
- 146eοὐκ ἄρα τῷ ἑτέρῳ γʼ ἂν εἴη τὸ ἓν τῶν μὴ ἓν οὐδὲ τὰ μὴ ἓν τοῦ ἑνὸς ἕτερα
与格 τῷ ἑτέρῳ 用作手段或原因与格(意为“由于相异性”或“通过相异者”)。在前半句中,τὸ ἓν 之后省略了形容词 ἕτερον,该词本应支配比较属格 τῶν μὴ ἕν(比非一者)。后半句 οὐδὲ τὰ μὴ ἓν τοῦ ἑνὸς ἕτερα 则对称地明示了 ἕτερα 与比较属格 τοῦ ἑνός 的搭配。
翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(3 处,最近 2026-11-15)
- 2026-11-15 AI校阅 — 注 1 处
- 2026-11-15 AI校阅 — 译文 2 处
