- 底本
- Platonis Opera, Tomus II: Tetralogia III-IV. Burnet, John, editor. Oxford: Clarendon Press, 1910.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0059.tlg009.humanitext-grc2:131-132
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
巴门尼德指出,事物无论是分有形相的整体还是部分都会导致荒谬,并提出了“大小”形相的无限后退(第三人论证),对苏格拉底的形相论进行了严厉的批判。
πάνυ γε, φάναι τὸν Σωκράτη.οὐκοῦν ἤτοι ὅλου τοῦ εἴδους ἢ μέρους ἕκαστον τὸ μεταλαμβάνον μεταλαμβάνει; ἢ ἄλλη τις ἂν μετάληψις χωρὶς τούτων γένοιτο;καὶ πῶς ἄν; εἶπεν.πότερον οὖν δοκεῖ σοι ὅλον τὸ εἶδος ἐν ἑκάστῳ εἶναι τῶν πολλῶν ἓν ὄν, ἢ πῶς;τί γὰρ κωλύει, φάναι τὸν Σωκράτη, ὦ Παρμενίδη; ἓν ἄρα ὂν καὶ ταὐτὸν ἐν πολλοῖς καὶ χωρὶς οὖσιν ὅλον ἅμα ἐνέσται, καὶ οὕτως αὐτὸ αὑτοῦ χωρὶς ἂν εἴη.1οὐκ ἄν, εἴ γε, φάναι, οἷον ἡμέρα μία καὶ ἡ αὐτὴ οὖσα πολλαχοῦ ἅμα ἐστὶ καὶ οὐδέν τι μᾶλλον αὐτὴ αὑτῆς χωρίς ἐστιν, εἰ οὕτω καὶ ἕκαστον τῶν εἰδῶν ἓν ἐν πᾶσιν ἅμα ταὐτὸν εἴη.2ἡδέως γε, φάναι, ὦ Σώκρατες, ἓν ταὐτὸν ἅμα πολλαχοῦ ποιεῖς, οἷον εἰ ἱστίῳ καταπετάσας πολλοὺς ἀνθρώπους φαίης ἓν ἐπὶ πολλοῖς εἶναι ὅλον· ἢ οὐ τὸ τοιοῦτον ἡγῇ λέγειν; ἴσως, φάναι.ἦ οὖν ὅλον ἐφʼ ἑκάστῳ τὸ ἱστίον εἴη ἄν, ἢ μέρος αὐτοῦ ἄλλο ἐπʼ ἄλλῳ;μέρος.μεριστὰ ἄρα, φάναι, ὦ Σώκρατες, ἔστιν αὐτὰ τὰ εἴδη, καὶ τὰ μετέχοντα αὐτῶν μέρους ἂν μετέχοι, καὶ οὐκέτι ἐν ἑκάστῳ ὅλον, ἀλλὰ μέρος ἑκάστου ἂν εἴη.φαίνεται οὕτω γε.ἦ οὖν ἐθελήσεις, ὦ Σώκρατες, φάναι τὸ ἓν εἶδος ἡμῖν τῇ ἀληθείᾳ μερίζεσθαι, καὶ ἔτι ἓν ἔσται;οὐδαμῶς, εἰπεῖν.ὅρα γάρ, φάναι· εἰ αὐτὸ τὸ μέγεθος μεριεῖς καὶ ἕκαστον τῶν πολλῶν μεγάλων μεγέθους μέρει σμικροτέρῳ αὐτοῦ τοῦ μεγέθους3 μέγα ἔσται, ἆρα οὐκ ἄλογον φανεῖται;πάνυ γʼ, ἔφη.τί δέ; τοῦ ἴσου μέρος ἕκαστον σμικρὸν ἀπολαβόν τι ἕξει ᾧ ἐλάττονι ὄντι αὐτοῦ τοῦ ἴσου τὸ ἔχον ἴσον τῳ ἔσται;ἀδύνατον.ἀλλὰ τοῦ σμικροῦ μέρος τις ἡμῶν ἕξει, τούτου δὲ αὐτοῦ τὸ σμικρὸν μεῖζον ἔσται ἅτε μέρους ἑαυτοῦ ὄντος, καὶ οὕτω δὴ αὐτὸ τὸ σμικρὸν μεῖζον ἔσται· ᾧ δʼ ἂν προστεθῇ τὸ ἀφαιρεθέν, τοῦτο σμικρότερον ἔσται ἀλλʼ οὐ μεῖζον ἢ πρίν.οὐκ ἂν γένοιτο, φάναι, τοῦτό γε.τίνα οὖν τρόπον, εἰπεῖν, ὦ Σώκρατες, τῶν εἰδῶν σοι τὰ ἄλλα μεταλήψεται, μήτε κατὰ μέρη μήτε κατὰ ὅλα μεταλαμβάνειν δυνάμενα;οὐ μὰ τὸν Δία, φάναι, οὔ μοι δοκεῖ εὔκολον εἶναι τὸ τοιοῦτον οὐδαμῶς διορίσασθαι.τί δὲ δή; πρὸς τόδε πῶς ἔχεις;τὸ ποῖον;
“当然,”苏格拉底说。 “那么,分有着形相的事物,是在分有整个形相,还是分有其一部分?或者,除了这些之外,还能有其他某种分有方式吗?” “怎么可能呢?”他说。 “那么,在你看来,整个形相作为单一的存在,是在这许多事物的每一个之中,还是怎样呢?” “巴门尼德啊,这又有什么妨碍呢?”苏格拉底说。“如果是这样,那么作为一且相同的东西,它将同时整体地存在于许多彼此分离的事物中,如此一来,它就会与自身分离开来。” “不会的,”他说,“就像‘一天’虽然是一且相同的,却同时存在于许多地方,而它并不因此就与自身分离开来;如果以这种方式,形相的每一个也同样同时在所有事物中作为一且相同的存在,情况也是如此。” “苏格拉底啊,你非常巧妙地让同一且单一的东西同时存在于许多地方,”他说,“就好像你用一幅帆布遮盖了许多人,然后说有一个整体在许多人之上;或者你不认为你所说的正是这类事情吗?” “也许是这样,”他说。 “那么,这幅帆布是作为一个整体在每个人之上,还是它的不同部分在不同的人之上?” “是部分。” “那么,苏格拉底,形相自身就是可以分割的了,”他说,“而分有它们的事物将分有其一部分,从而在每个事物中的不再是整体,而是每个形相的一部分。” “看来确实如此。” “那么,苏格拉底,你真的愿意承认我们的单一形相被分割,而它依然是一吗?” “绝非如此,”他说。 “那么你看,”他说,“如果你分割‘大小自身’,而每一个许多大的事物,却因为分有了比‘大小自身’还要小的‘大小的一部分’而成为大,这难道不显得荒谬吗?” “确实如此,”他说。 “那么,关于‘等同’呢?如果每个事物都得到‘等同’的一个微小部分,而这个持有的部分由于小于‘等同自身’,从而使得持有它的事物与某物相等,这可能吗?” “不可能。” “那么,如果我们中的某个人拥有‘微小’的一部分呢?‘微小自身’将大于这部分本身,因为它只是自身的一部分,这样‘微小自身’就会变大;而那个被加上所减去部分的事物,将变得更小,而不是比以前更大。” “这绝不可能发生,”他说。 “那么,苏格拉底,”他说,“如果其他事物既不能按部分、也不能按整体来分有,它们又将以何种方式分有这些形相呢?” “凭宙斯起誓,”他说,“要在任何意义上明确界定这种事情,对我来说似乎绝不容易。” “那么关于这个呢?你对以下这点怎么看?” “哪一点?”
οἶμαί σε ἐκ τοῦ τοιοῦδε ἓν ἕκαστον εἶδος οἴεσθαι εἶναι· ὅταν πόλλʼ ἄττα μεγάλα σοι δόξῃ εἶναι, μία τις ἴσως δοκεῖ ἰδέα ἡ αὐτὴ εἶναι ἐπὶ πάντα ἰδόντι, ὅθεν ἓν τὸ μέγα ἡγῇ εἶναι.ἀληθῆ λέγεις, φάναι.τί δʼ αὐτὸ τὸ μέγα καὶ τἆλλα τὰ μεγάλα, ἐὰν ὡσαύτως τῇ ψυχῇ ἐπὶ πάντα ἴδῃς, οὐχὶ ἕν τι αὖ μέγα φανεῖται, ᾧ ταῦτα πάντα μεγάλα φαίνεσθαι;ἔοικεν.ἄλλο ἄρα εἶδος μεγέθους ἀναφανήσεται, παρʼ αὐτό τε τὸ μέγεθος γεγονὸς καὶ τὰ μετέχοντα αὐτοῦ· καὶ ἐπὶ τούτοις αὖ πᾶσιν ἕτερον, ᾧ ταῦτα πάντα μεγάλα ἔσται· καὶ οὐκέτι δὴ ἓν ἕκαστόν σοι τῶν εἰδῶν ἔσται, ἀλλὰ ἄπειρα τὸ πλῆθος.ἀλλά, φάναι, ὦ Παρμενίδη, τὸν Σωκράτη, μὴ τῶν εἰδῶν ἕκαστον ᾖ τούτων νόημα, καὶ οὐδαμοῦ αὐτῷ προσήκῃ ἐγγίγνεσθαι ἄλλοθι ἢ ἐν ψυχαῖς· οὕτω γὰρ ἂν ἕν γε ἕκαστον εἴη καὶ οὐκ ἂν ἔτι πάσχοι ἃ νυνδὴ ἐλέγετο.τί οὖν; φάναι, ἓν ἕκαστόν ἐστι τῶν νοημάτων, νόημα δὲ οὐδενός;ἀλλʼ ἀδύνατον, εἰπεῖν.ἀλλὰ τινός;ναί. ὄντος ἢ οὐκ ὄντος;ὄντος.οὐχ ἑνός τινος, ὃ ἐπὶ πᾶσιν ἐκεῖνο τὸ νόημα ἐπὸν νοεῖ, μίαν τινὰ οὖσαν ἰδέαν;ναί.εἶτα οὐκ εἶδος ἔσται τοῦτο τὸ νοούμενον ἓν εἶναι, ἀεὶ ὂν τὸ αὐτὸ ἐπὶ πᾶσιν;ἀνάγκη αὖ φαίνεται.τί δὲ δή; εἰπεῖν τὸν Παρμενίδην, οὐκ ἀνάγκῃ ᾗ τἆλλα φῂς τῶν εἰδῶν μετέχειν4 ἢ δοκεῖ σοι ἐκ νοημάτων ἕκαστον εἶναι καὶ πάντα νοεῖν, ἢ νοήματα ὄντα ἀνόητα εἶναι;ἀλλʼ οὐδὲ τοῦτο, φάναι, ἔχει λόγον, ἀλλʼ, ὦ Παρμενίδη, μάλιστα ἔμοιγε καταφαίνεται ὧδε ἔχειν· τὰ μὲν εἴδη ταῦτα ὥσπερ παραδείγματα ἑστάναι ἐν τῇ φύσει, τὰ δὲ ἄλλα τούτοις ἐοικέναι καὶ εἶναι ὁμοιώματα, καὶ ἡ μέθεξις αὕτη τοῖς ἄλλοις γίγνεσθαι τῶν εἰδῶν οὐκ ἄλλη τις ἢ εἰκασθῆναι αὐτοῖς.εἰ οὖν τι, ἔφη, ἔοικεν τῷ εἴδει, οἷόν τε ἐκεῖνο τὸ εἶδος μὴ ὅμοιον εἶναι τῷ εἰκασθέντι, καθʼ ὅσον αὐτῷ ἀφωμοιώθη; ἢ ἔστι τις μηχανὴ τὸ ὅμοιον μὴ ὁμοίῳ ὅμοιον εἶναι;οὐκ ἔστι.τὸ δὲ ὅμοιον τῷ ὁμοίῳ ἆρʼ οὐ μεγάλη ἀνάγκη ἑνὸς τοῦ αὐτοῦ μετέχειν;ἀνάγκη.οὗ δʼ ἂν τὰ ὅμοια μετέχοντα ὅμοια ᾖ, οὐκ ἐκεῖνο ἔσται αὐτὸ τὸ εἶδος;παντάπασι μὲν οὖν.
“我想你认为每一个形相是一,是基于以下原因:当一些大的事物在你看来是大的时候,当你把它们全部看作一个整体时,也许会显现出某种相同的一个概念,由此你认为‘大’是一。” “你说得对,”他说。 “但是,如果你的灵魂以同样的方式通盘看待‘大自身’和其他大的事物,难道不会再次显现出某种另一个‘大’,通过它,所有这些显现为大吗?” “似乎是这样。” “那么,大小的另一种形相将会显现出来,它产生于‘大小自身’及其分有者之外;而在所有这些之上,又将显现出另一个形相,通过它,所有这些都将成为大;这样,对你来说,形相的每一个将不再是一,而是无限多。” “但是,巴门尼德啊,”苏格拉底说,“这些形相中的每一个,难道不可能是某种思想,并且它除了在灵魂中之外,不适合存在于任何其他地方吗?因为这样一来,每一个就将是一,并且不再会遭受刚才所说的那些情况。” “那么,”他说,“这些思想中的每一个都是一,难道是对虚无的思想吗?” “这是不可能的,”他说。 “那么,是对某种东西的思想吗?” “是的。” “是对存在之物的思想,还是对不存在之物的思想?” “是对存在之物的思想。” “难道不是对某个单一之物的思想,即那个思想在通盘把握所有事物时,将其作为某种单一的概念来思考的那个东西吗?” “是的。” “那么,这个被思考为一、在所有事物之上始终相同的那个东西,难道不就是形相吗?” “看来这确实又是不可避免的。” “那么,”巴门尼德说,“难道没有一种必然性,即既然你认为其他事物分有形相,那么要么每个事物都由思想构成,所有事物都在思考,要么它们虽是思想,却是不思考的?” “但这也不合情理,”他说,“相反,巴门尼德啊,在我看来,事情最可能是这样的:这些形相作为原型在自然中确立,而其他事物则与它们相似,是其相似物;而其他事物对形相的这种分有,不外乎就是变得像它们一样。” “如果有什么东西,”他说,“与形相相似,那么,那个形相在它被相似的范围内,难道可能不与这个被相似之物相似吗?或者,有什么办法能让相似的东西不与相似的东西相似呢?” “没有。” “但是,相似之物与相似之物为了相似,难道不是大有必然要分有某个相同的东西吗?” “必然如此。” “而相似之物通过分有它而成为相似之物的那个东西,不就是形相自身吗?” “完全正是如此。”
- 131bαὐτὸ αὑτοῦ χωρὶς ἂν εἴη
αὑτοῦ 是反身代词 ἑαυτοῦ 的缩合形式,在此用作由副词 χωρίς(分离、独立于)支配的分离属格。它与主语 αὐτό(它自身)结合在一起,表达了“形相自身会与其自身相分离”这一存在论悖论。
- 131bεἰ οὕτω καὶ ἕκαστον τῶν εἰδῶν ἓν ἐν πᾶσιν ἅμα ταὐτὸν εἴη
这是一个由 εἰ + 希求式(εἴη)引导的条件从句。其主句是前文的 οὐκ ἄν(省略了 [εἴη] 或 [γένοιτο]),表达了苏格拉底为了规避巴门尼德指出的荒谬而提出的一种潜在的、假设性的条件。
- 131dσμικροτέρῳ αὐτοῦ τοῦ μεγέθους
αὐτοῦ τοῦ μεγέθους 是相较于比较级形容词 σμικροτέρῳ 的比较属格(“比大小自身更小”),它修饰与格名词 μέρει,构成了表示手段的与格短语的一部分:“通过比大小自身还要小的一部分”。
- 132cοὐκ ἀνάγκῃ ᾗ τἆλλα φῂς τῶν εἰδῶν μετέχειν
在由关系副词 ᾗ(“按照……的方式”)引导的从句中,动词 φῂς(“你说”)支配带对格的不定式结构(以 τἆλλα 为主语,μετέχειν 为不定式)。结合后文的 ἢ δοκεῖ... 分句,巴门尼德在此指出一个两难推理(dilemma),即苏格拉底关于“形相即思想”的设想,会导致关于事物是否具有思考能力的荒谬结论。
翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(9 处,最近 2026-11-15)
- 2026-11-15 AI校阅 — 注 2 处
- 2026-11-15 AI校阅 — 译文 1 处
- 2026-11-15 统一书写 — 译文 3 处
- 2026-09-22 AI校阅 — 原文 1 处
- 2026-09-21 AI校阅 — 译文 2 处
