- 底本
- Platonis Opera, Tomus I: Tetralogia I-II. Burnet, John, 1863-1928, editor. Oxford: Clarendon Press, 1905.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0059.tlg008.humanitext-grc2:259-260
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-25
客人论证了国王、政治家和家政管理者的统治知识同属于一门“认知科学”。接着,他将认知科学区分为“判定”与“命令”,并进一步将命令划分为二次转达命令与“自主命令”,最终将国王归入自主命令的类别。
ΞΕ. τῇδε. εἴ τῴ τις τῶν δημοσιευόντων ἰατρῶν ἱκανὸς συμβουλεύειν ἰδιωτεύων αὐτός,1 ἆρʼ οὐκ ἀναγκαῖον αὐτῷ προσαγορεύεσθαι τοὔνομα τῆς τέχνης ταὐτὸν ὅπερ ᾧ συμβουλεύει;2 ΝΕ. ΣΩ. ναί. ΞΕ. τί δʼ; ὅστις βασιλεύοντι χώρας ἀνδρὶ παραινεῖν δεινὸς ἰδιώτης ὢν αὐτός, ἆρʼ οὐ φήσομεν ἔχειν αὐτὸν τὴν ἐπιστήμην ἣν ἔδει τὸν ἄρχοντα αὐτὸν κεκτῆσθαι; ΝΕ. ΣΩ. φήσομεν. ΞΕ. ἀλλὰ μὴν ἥ γε ἀληθινοῦ βασιλέως βασιλική; ΝΕ. ΣΩ. ναί. ΞΕ. ταύτην δὲ ὁ κεκτημένος οὐκ, ἄντε ἄρχων ἄντε ἰδιώτης ὢν τυγχάνῃ, πάντως κατά γε τὴν τέχνην αὐτὴν βασιλικὸς ὀρθῶς προσρηθήσεται; ΝΕ. ΣΩ. δίκαιον γοῦν. ΞΕ. καὶ μὴν οἰκονόμος γε καὶ δεσπότης ταὐτόν. ΝΕ. ΣΩ. τί μήν; ΞΕ. τί δέ; μεγάλης σχῆμα οἰκήσεως ἢ σμικρᾶς αὖ πόλεως ὄγκος μῶν τι πρὸς ἀρχὴν διοίσετον; ΝΕ. ΣΩ. οὐδέν. ΞΕ. οὐκοῦν, ὃ νυνδὴ διεσκοπούμεθα, φανερὸν ὡς ἐπιστήμη μία περὶ πάντʼ ἐστὶ ταῦτα· ταύτην δὲ εἴτε βασιλικὴν εἴτε πολιτικὴν εἴτε οἰκονομικήν τις ὀνομάζει, μηδὲν αὐτῷ διαφερώμεθα. ΝΕ. ΣΩ. τί γάρ; ΞΕ. ἀλλὰ μὴν τόδε γε δῆλον, ὡς βασιλεὺς ἅπας χερσὶ καὶ σύμπαντι τῷ σώματι σμίκρʼ ἄττα εἰς τὸ κατέχειν τὴν ἀρχὴν δύναται πρὸς τὴν τῆς ψυχῆς σύνεσιν καὶ ῥώμην.3 ΝΕ. ΣΩ. δῆλον. ΞΕ. τῆς δὴ γνωστικῆς μᾶλλον ἢ τῆς χειροτεχνικῆς καὶ ὅλως πρακτικῆς βούλει τὸν βασιλέα φῶμεν οἰκειότερον εἶναι; ΝΕ. ΣΩ. τί μήν; ΞΕ. τὴν ἄρα πολιτικὴν καὶ πολιτικὸν καὶ βασιλικὴν καὶ βασιλικὸν εἰς ταὐτὸν ὡς ἓν πάντα ταῦτα συνθήσομεν; ΝΕ. ΣΩ. δῆλον. ΞΕ. οὐκοῦν πορευοίμεθʼ ἂν ἑξῆς, εἰ μετὰ ταῦτα τὴν γνωστικὴν διοριζοίμεθα; ΝΕ. ΣΩ. πάνυ γε. ΞΕ. πρόσεχε δὴ τὸν νοῦν ἂν ἄρα ἐν αὐτῇ τινα διαφυὴν κατανοήσωμεν. ΝΕ. ΣΩ. φράζε ποίαν. ΞΕ. τοιάνδε. λογιστική πού τις ἡμῖν ἦν τέχνη. ΝΕ. ΣΩ. ναί. ΞΕ. τῶν γνωστικῶν γε οἶμαι παντάπασι τεχνῶν. ΝΕ. ΣΩ. πῶς δʼ οὔ; ΞΕ. γνούσῃ δὴ λογιστικῇ τὴν ἐν τοῖς ἀριθμοῖς διαφορὰν μῶν τι πλέον ἔργον δώσομεν ἢ τὰ γνωσθέντα κρῖναι; ΝΕ. ΣΩ. τί μήν; ΞΕ. καὶ γὰρ ἀρχιτέκτων γε πᾶς οὐκ αὐτὸς ἐργατικὸς ἀλλʼ ἐργατῶν ἄρχων. ΝΕ. ΣΩ. ναί. ΞΕ. παρεχόμενός γέ που γνῶσιν ἀλλʼ οὐ χειρουργίαν. ΝΕ. ΣΩ. οὕτως.
客人:往这边。如果有某个身为私人的人,能够给那些行医的公职医生提出充分的建议,那么难道不是必须将这门技术在行医者身上所称呼的相同名称,也同样称呼他吗? 年轻苏格拉底:是的。 客人:那么什么?如果有一个私人,擅长给统治国家的男子提出建议,难道我们不应该说,他自己也拥有统治者本人所必须获得的知识吗? 年轻苏格拉底:应该这样说。 客人:但是,真正的王之科学难道不就是王道科学吗? 年轻苏格拉底:是的。 客人:而获得了这一知识的人,无论他碰巧是统治者还是私人,无论如何,根据这门技术本身,难道不会被正确地称呼为王道之人吗? 年轻苏格拉底:这当然是公正的。 客人:而且,家政管理者和主人也是相同的。 年轻苏格拉底:当然。 客人:那么什么?一个大家庭的规模,或者一个小城邦的大小,在统治方面难道会有什么不同吗? 年轻苏格拉底:毫无不同。 客人:因此,我们刚才所考察的事情就很明显了:关于所有这些,只有一门科学;无论有人称之为王道科学、政治科学还是家政科学,我们都不要与他争论。 年轻苏格拉底:那又何必呢? 客人:但至少这一点是明显的:任何一位国王,在维持统治时,用双手和整个肉体能做的事,与他灵魂的理解力和力量相比,是微乎其微的。 年轻苏格拉底:显而易见。 客人:那么,我们是否可以说,比起手工和全体实践性科学,国王更亲近认知性科学? 年轻苏格拉底:当然。 客人:那么,我们是否要把政治科学与政治家、王道科学与国王,作为一体而合为相同的一件事呢? 年轻苏格拉底:显而易见。 客人:那么,如果在这之后我们对认知性科学进行界定,我们是否应该顺着这个顺序进行呢? 年轻苏格拉底:当然。 客人:那么请集中注意力,看看我们是否能在它之中看出某种分叉。 年轻苏格拉底:请说是什么样的分叉。 客人:这样的。我想,我们曾有过某种计算技术吧。 年轻苏格拉底:是的。 客人:我认为它完全属于认知性技术。 年轻苏格拉底:怎么会不是呢? 客人:对于已经认知了数字差异的计算技术,我们除了让它对已知之物进行判定之外,难道还要给它指派什么更多的工作吗? 年轻苏格拉底:怎么会呢? 客人:因为确实,每一位栋梁本身并不是操作工,而是操作工们的统治者。 年轻苏格拉底:是的。 客人:我想,他提供的是知识,而不是手艺。 年轻苏格拉底:确实如此。
ΞΕ. δικαίως δὴ μετέχειν ἂν λέγοιτο τῆς γνωστικῆς ἐπιστήμης. ΝΕ. ΣΩ. πάνυ γε. ΞΕ. τούτῳ δέ γε οἶμαι προσήκει κρίναντι μὴ τέλος ἔχειν μηδʼ ἀπηλλάχθαι, καθάπερ ὁ λογιστὴς ἀπήλλακτο, προστάττειν δὲ ἑκάστοις τῶν ἐργατῶν τό γε πρόσφορον ἕως ἂν ἀπεργάσωνται4 τὸ προσταχθέν. ΝΕ. ΣΩ. ὀρθῶς. ΞΕ. οὐκοῦν γνωστικαὶ μὲν αἵ τε τοιαῦται σύμπασαι καὶ ὁπόσαι συνέπονται τῇ λογιστικῇ, κρίσει δὲ καὶ ἐπιτάξει διαφέρετον ἀλλήλοιν τούτω τὼ γένη; ΝΕ. ΣΩ. φαίνεσθον. ΞΕ. ἆρʼ οὖν συμπάσης τῆς γνωστικῆς εἰ τὸ μὲν ἐπιτακτικὸν μέρος, τὸ δὲ κριτικὸν διαιρούμενοι προσείποιμεν, ἐμμελῶς ἂν φαῖμεν διῃρῆσθαι; ΝΕ. ΣΩ. κατά γε τὴν ἐμὴν δόξαν. ΞΕ. ἀλλὰ μὴν τοῖς γε κοινῇ τι πράττουσιν ἀγαπητὸν ὁμονοεῖν. ΝΕ. ΣΩ. πῶς δʼ οὔ; ΞΕ. τούτου τοίνυν μέχριπερ ἂν αὐτοὶ κοινωνῶμεν, ἐατέον τά γε τῶν ἄλλων δοξάσματα χαίρειν. ΝΕ. ΣΩ. τί μήν; ΞΕ. φέρε δή, τούτοιν τοῖν τέχναιν ἡμῖν τὸν βασιλικὸν ἐν ποτέρᾳ θετέον; ἆρʼ ἐν τῇ κριτικῇ, καθάπερ τινὰ θεατήν, ἢ μᾶλλον τῆς ἐπιτακτικῆς ὡς ὄντα αὐτὸν τέχνης θήσομεν, δεσπόζοντά γε; ΝΕ. ΣΩ. πῶς γὰρ οὐ μᾶλλον; ΞΕ. τὴν ἐπιτακτικὴν δὴ τέχνην πάλιν ἂν εἴη θεατέον εἴ πῃ διέστηκεν. καί μοι δοκεῖ τῇδέ πῃ, καθάπερ ἡ τῶν καπήλων τέχνη τῆς τῶν αὐτοπωλῶν διώρισται τέχνης, καὶ τὸ βασιλικὸν γένος ἔοικεν ἀπὸ τοῦ τῶν κηρύκων γένους ἀφωρίσθαι. ΝΕ. ΣΩ. πῶς; ΞΕ. πωληθέντα που πρότερον ἔργα ἀλλότρια παραδεχόμενοι δεύτερον πωλοῦσι πάλιν οἱ κάπηλοι. ΝΕ. ΣΩ. πάνυ μὲν οὖν. ΞΕ. οὐκοῦν καὶ τὸ κηρυκικὸν φῦλον ἐπιταχθέντʼ ἀλλότρια νοήματα παραδεχόμενον αὐτὸ δεύτερον ἐπιτάττει πάλιν ἑτέροις. ΝΕ. ΣΩ. ἀληθέστατα. ΞΕ. τί οὖν; εἰς ταὐτὸν μείξομεν βασιλικὴν ἑρμηνευτικῇ, κελευστικῇ, μαντικῇ, κηρυκικῇ, καὶ πολλαῖς ἑτέραις τούτων τέχναις συγγενέσιν, αἳ σύμπασαι τό γʼ ἐπιτάττειν ἔχουσιν; ἢ βούλει, καθάπερ ᾐκάζομεν νυνδή, καὶ τοὔνομα παρεικάσωμεν, ἐπειδὴ καὶ σχεδὸν ἀνώνυμον ὂν τυγχάνει5 τὸ τῶν αὐτεπιτακτῶν γένος, καὶ ταύτῃ ταῦτα διελώμεθα, τὸ μὲν τῶν βασιλέων γένος εἰς τὴν αὐτεπιτακτικὴν θέντες, τοῦ δὲ ἄλλου παντὸς ἀμελήσαντες, ὄνομα ἕτερον αὐτοῖς παραχωρήσαντες θέσθαι τινά; τοῦ γὰρ ἄρχοντος ἕνεκα ἡμῖν ἡ μέθοδος ἦν ἀλλʼ οὐχὶ τοῦ ἐναντίου.
客人:那么,他被正当地说成分享了认知性科学。 年轻苏格拉底:当然。 客人:但是我想,对于这个人来说,在做出了判定之后,并不适合像计算者那样结束工作或离去,而是要向每一个操作工下达适当的指示,直到他们完成所指派的工作。 年轻苏格拉底:正确。 客人:那么,所有这些技术以及那些随顺计算技术的技术,难道不都是认知性的吗?但这两种类型难道不是在判定和命令上彼此不同吗? 年轻苏格拉底:看起来是不同的。 客人:那么,如果我们将整个认知性科学划分为命令性部分和判定性部分,并这样称呼它们,我们能说划分得合宜吗? 年轻苏格拉底:依我看,是的。 客人:但是,对于共同做事的人来说,达成一致是令人欣慰的。 年轻苏格拉底:怎么会不是呢? 客人:因此,只要我们自己共享这一致意见,就应该任凭他人的看法随风而去。 年轻苏格拉底:当然。 客人:来吧,在这两门技术中,我们应该把王道之人置于哪一门之中?我们是应该把他置于判定性技术中,像个观众那样,还是由于他实际上在进行统治,更应该把他置于命令性技术中呢? 年轻苏格拉底:怎么可能不是在后者中呢? 客人:那么,我们必须再次看看命令性技术是否在某处分开了。在我看来,它似乎是以这种方式分开的:就像零售商的技术与自产自销者的技术相区分一样,王道之类别似乎也与传令官的类别相区分。 年轻苏格拉底:怎么说? 客人:零售商们大概是先接受了先前售出的他人作品,然后再二次出售。 年轻苏格拉底:完全如此。 客人:那么传令官的族类,不也是接受了他人被命令的想法,然后自己再二次向其他人命令吗? 年轻苏格拉底:最真实不过。 客人:那又怎样?我们是否要把王道技术与翻译技术、传达命令技术、占卜技术、传令技术以及其他许多与这些相关的、全都包含下达命令的技术混为一谈?还是说,就像我们刚才所作的比喻一样,我们也对名字进行比拟,因为“自主命令”这一类别恰好几乎是无名的,所以我们以此进行划分,把国王的类别置于“自主命令技术”中,而忽略所有其他的技术,允许别人给它们取其他的名字?因为我们的方法是为了统治者而设的,而不是为了他的对立面。
- 259aεἴ τῴ τις τῶν δημοσιευόντων ἰατρῶν ἱκανὸς συμβουλεύειν ἰδιωτεύων αὐτός
与格 τῴ (τινι) 指公职医生中的某一位,作不定式 συμβουλεύειν 的对象。主语是 τις,分词 ἰδιωτεύων 和代名词 αὐτός 与其一致。以此展现“自身虽为私人,却足以向公职医生提出建议”的对比结构。
- 259aτοὔνομα τῆς τέχνης ταὐτὸν ὅπερ ᾧ συμβουλεύει
关系代词 ᾧ 省略了先行词 ἐκείνῳ,并被吸引为由 συμβουλεύει 支配的与格。直译为“与他所建议的对象(所被称为的)相同的技术名称”,表明接受建议者(真正的医生)的技术名称也应适用于提出建议者。
- 259cπρὸς τὴν τῆς ψυχῆς σύνεσιν καὶ ῥώμην
介词 πρός 在此处表示比较(“与……相比”)。它将国王用肉体能做的微小活动(σμίκρʼ ἄττα)与其灵魂的理解力和力量进行了对比。
- 260aἕως ἂν ἀπεργάσωνται
连词 ἕως 伴随小词 ἄν,后接不定过去时虚拟语气 ἀπεργάσωνται,构成了表示极限的状语从句,表达未来目的的达成(“直到他们完成”)。
- 260eσχεδὸν ἀνώνυμον ὂν τυγχάνει
动词 τυγχάνω 伴随补充性分词 ὄν,用以强调事实状态(“碰巧是”、“实际上是”)。此处指出,自主下达命令的技术(自己命令的类别)在日常语言中实际上处于没有特定名称的状态。
翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(2 处,最近 2026-11-15)
- 2026-11-15 AI校阅 — 译文 1 处
- 2026-09-21 AI校阅 — 注 1 处
