- 底本
- Platonis Opera, Tomus I: Tetralogia I-II. Burnet, John, 1863-1928, editor. Oxford: Clarendon Press, 1905.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0059.tlg007.humanitext-grc2:216-217
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-22
德奥多洛斯带埃利亚的客人来见苏格拉底。苏格拉底向客人提问,在埃利亚学派中,“智者”、“政治家”和“哲学家”这三个概念是被视为同一个、两个还是三个不同的类别,双方随后同意就此展开讨论。
ΘΕΟ. κατὰ τὴν χθὲς ὁμολογίαν, ὦ Σώκρατες, ἥκομεν αὐτοί τε κοσμίως καὶ τόνδε τινὰ ξένον ἄγομεν, τὸ μὲν γένος ἐξ Ἐλέας, ἑταῖρον δὲ τῶν ἀμφὶ Παρμενίδην καὶ Ζήνωνα, μάλα δὲ ἄνδρα φιλόσοφον. ΣΩ. ἆρʼ οὖν, ὦ Θεόδωρε, οὐ ξένον ἀλλά τινα θεὸν ἄγων κατὰ τὸν Ὁμήρου λόγον λέληθας; ὅς φησιν1 ἄλλους τε θεοὺς τοῖς ἀνθρώποις ὁπόσοι μετέχουσιν αἰδοῦς δικαίας, καὶ δὴ καὶ τὸν ξένιον οὐχ ἥκιστα θεὸν συνοπαδὸν γιγνόμενον ὕβρεις τε καὶ εὐνομίας τῶν ἀνθρώπων καθορᾶν. τάχʼ οὖν ἂν καὶ σοί τις οὗτος τῶν κρειττόνων συνέποιτο, φαύλους ἡμᾶς ὄντας ἐν τοῖς λόγοις ἐποψόμενός τε καὶ ἐλέγξων, θεὸς ὤν τις ἐλεγκτικός. ΘΕΟ. οὐχ οὗτος ὁ τρόπος, ὦ Σώκρατες, τοῦ ξένου, ἀλλὰ μετριώτερος τῶν περὶ τὰς ἔριδας ἐσπουδακότων. καί μοι δοκεῖ θεὸς μὲν ἁνὴρ οὐδαμῶς εἶναι, θεῖος μήν· πάντας γὰρ ἐγὼ τοὺς φιλοσόφους τοιούτους προσαγορεύω. ΣΩ. καὶ καλῶς γε, ὦ φίλε. τοῦτο μέντοι κινδυνεύει τὸ γένος οὐ πολύ τι ῥᾷον ὡς ἔπος εἰπεῖν εἶναι διακρίνειν ἢ τὸ τοῦ θεοῦ· πάνυ γὰρ ἇνδρες οὗτοι παντοῖοι φανταζόμενοι διὰ τὴν τῶν ἄλλων ἄγνοιαν "ἐπιστρωφῶσι πόληας", οἱ μὴ πλαστῶς ἀλλʼ ὄντως φιλόσοφοι, καθορῶντες ὑψόθεν τὸν τῶν κάτω βίον, καὶ τοῖς μὲν δοκοῦσιν εἶναι τοῦ μηδενὸς,2 τοῖς δʼ ἄξιοι τοῦ παντός· καὶ τοτὲ μὲν πολιτικοὶ φαντάζονται, τοτὲ δὲ σοφισταί, τοτὲ δʼ ἔστιν οἷς3 δόξαν παράσχοιντʼ ἂν ὡς παντάπασιν ἔχοντες μανικῶς. τοῦ μέντοι ξένου ἡμῖν ἡδέως ἂν πυνθανοίμην, εἰ φίλον αὐτῷ, τί ταῦθʼ οἱ περὶ τὸν ἐκεῖ τόπον ἡγοῦντο καὶ ὠνόμαζον.
德奥多洛斯:苏格拉底,按照昨天的约定,我们自己举止端庄地来了,并且带来了一位异乡人。他出身于埃利亚,是巴门尼德和芝诺一派的同道,是一位非常富有哲学智慧的人。苏格拉底:德奥多洛斯啊,难道你没有意识到,正如荷马所说,你带进来的不是异乡人,而是一位神明吗?荷马说,其他的神明伴随着凡人中所有怀有公正敬畏之心的人,尤其是接待外宾的神,作为随从,去察看人类的暴行与善治。因此,也许这位高贵的生命也正陪伴着你,来视察并指责我们在论辩中的无能,作为一位具有审判力的神。德奥多洛斯:苏格拉底,这位客人并非如此,他比那些热衷于争辩的人要温和得多。而且在我看来,他决不是神,但确实具有神性;因为我把所有的哲学家都称为这样的人。苏格拉底:非常对,我的朋友。然而,要区分这个群体,其难度恐怕不亚于区分神。因为由于他人的无知,这些并非虚假而是真正的哲学家,会呈现出各种各样的面貌, "游历于各个城市之间",他们从高处俯瞰下界人们的生活。在一些人看来,他们一无是处;而在另一些人看来,他们配得上一切价值。他们有时显得像政治家,有时显现为智者,有时在某些人看来甚至显得完全疯狂。不过,我很想向我们的客人请教,如果他乐意的话,那个地方的人们是如何看待和称呼这些人的。
ΘΕΟ. τὰ ποῖα δή; ΣΩ. σοφιστήν, πολιτικόν, φιλόσοφον. ΘΕΟ. τί δὲ μάλιστα καὶ τὸ ποῖόν τι περὶ αὐτῶν διαπορηθεὶς ἐρέσθαι διενοήθης; ΣΩ. τόδε· πότερον ἓν πάντα ταῦτα ἐνόμιζον ἢ δύο, ἢ καθάπερ τὰ ὀνόματα τρία, τρία καὶ τὰ γένη διαιρούμενοι καθʼ ἓν ὄνομα ἑκάστῳ προσῆπτον; ΘΕΟ. ἀλλʼ οὐδείς, ὡς ἐγᾦμαι, φθόνος αὐτῷ διελθεῖν αὐτά· ἢ πῶς, ὦ ξένε, λέγωμεν; ΞΕ. οὕτως, ὦ Θεόδωρε. φθόνος μὲν γὰρ οὐδεὶς οὐδὲ χαλεπὸν εἰπεῖν ὅτι γε τρίʼ ἡγοῦντο· καθʼ ἕκαστον μὴν διορίσασθαι σαφῶς τί ποτʼ ἔστιν, οὐ σμικρὸν οὐδὲ ῥᾴδιον ἔργον. ΘΕΟ. καὶ μὲν δὴ κατὰ τύχην γε, ὦ Σώκρατες, λόγων ἐπελάβου παραπλησίων ὧν καὶ πρὶν ἡμᾶς δεῦρʼ ἐλθεῖν διερωτῶντες αὐτὸν ἐτυγχάνομεν, ὁ δὲ ταὐτὰ ἅπερ πρὸς σὲ νῦν καὶ τότε ἐσκήπτετο πρὸς ἡμᾶς· ἐπεὶ διακηκοέναι γέ φησιν ἱκανῶς καὶ οὐκ ἀμνημονεῖν. ΣΩ. μὴ τοίνυν, ὦ ξένε, ἡμῶν τήν γε πρώτην αἰτησάντων χάριν ἀπαρνηθεὶς γένῃ, τοσόνδε δʼ ἡμῖν φράζε. πότερον εἴωθας ἥδιον αὐτὸς ἐπὶ σαυτοῦ μακρῷ λόγῳ διεξιέναι λέγων τοῦτο ὃ ἂν ἐνδείξασθαί τῳ βουληθῇς, ἢ διʼ ἐρωτήσεων, οἷόν ποτε καὶ Παρμενίδῃ χρωμένῳ καὶ διεξιόντι λόγους παγκάλους παρεγενόμην ἐγὼ νέος ὤν, ἐκείνου μάλα δὴ τότε ὄντος πρεσβύτου; ΞΕ. τῷ μέν, ὦ Σώκρατες, ἀλύπως τε καὶ εὐηνίως προσδιαλεγομένῳ ῥᾷον οὕτω, τὸ πρὸς ἄλλον· εἰ δὲ μή, τὸ καθʼ αὑτόν.4 ΣΩ. ἔξεστι τοίνυν τῶν παρόντων ὃν ἂν βουληθῇς ἐκλέξασθαι, πάντες γὰρ ὑπακούσονταί σοι πρᾴως· συμβούλῳ μὴν ἐμοὶ χρώμενος τῶν νέων τινὰ αἱρήσῃ, Θεαίτητον τόνδε, ἢ καὶ τῶν ἄλλων εἴ τίς σοι κατὰ νοῦν. ΞΕ. ὦ Σώκρατες, αἰδώς τίς μʼ ἔχει τὸ νῦν πρῶτον συγγενόμενον ὑμῖν μὴ κατὰ σμικρὸν ἔπος πρὸς ἔπος ποιεῖσθαι τὴν συνουσίαν, ἀλλʼ ἐκτείναντα ἀπομηκύνειν λόγον συχνὸν κατʼ ἐμαυτόν, εἴτε καὶ πρὸς ἕτερον, οἷον ἐπίδειξιν ποιούμενον· τῷ γὰρ ὄντι τὸ νῦν ῥηθὲν οὐχ ὅσον ὧδε ἐρωτηθὲν ἐλπίσειεν ἂν αὐτὸ εἶναί τις,5 ἀλλὰ τυγχάνει λόγου παμμήκους ὄν. τὸ δὲ αὖ σοὶ μὴ χαρίζεσθαι καὶ τοῖσδε, ἄλλως τε καὶ σοῦ λέξαντος ὡς εἶπες, ἄξενόν τι καταφαίνεταί μοι καὶ ἄγριον. ἐπεὶ Θεαίτητόν γε τὸν προσδιαλεγόμενον εἶναι δέχομαι παντάπασιν ἐξ ὧν αὐτός τε πρότερον διείλεγμαι καὶ σὺ τὰ νῦν μοι διακελεύῃ.
德奥多洛斯:具体是指哪些呢?苏格拉底:智者、政治家、哲学家。德奥多洛斯:你究竟是对关于他们的什么问题产生了疑问,才想要提问呢?苏格拉底:是这样的:他们是认为所有这些都是一个,还是两个,或者正如这三个名字一样,他们也将它们划分为三个类别,并把每个类别对应一个名字?德奥多洛斯:我想,他不会吝啬于向我们阐明这些。或者,客人,我们该怎么说呢?客人:确实如此,德奥多洛斯。我绝不吝啬,而且说他们认为这是三个,这也并不难。但是,要清楚地界定每一个究竟是什么,绝不是一件小事或易事。德奥多洛斯:而且,苏格拉底,你偶然间提到的这些论题,和我们在来到这里之前向他提问的内容非常相似。他当时对我们作出的推托之词,正如他现在对你所说的一样。因为他说他已经听过足够多,并没有忘记。苏格拉底:那么,客人,请不要拒绝我们提出的这第一个请求,只要告诉我们这一点。当你想要向某人展示你的观点时,你通常是更喜欢自己一个人通过长篇大论来进行,还是通过提问的方式?就像我年轻时,巴门尼德已经很年迈,我曾亲历他使用提问的方式,进行了极其优美的论述那样。客人:苏格拉底,如果有一个不会感到烦躁且温顺的对话者,那么像那样与他人对话是比较容易的。但如果没有,那就只能自己一个人讲述了。苏格拉底:那么,你可以从在座的人中任意选择一位,因为大家都会温顺地配合你。不过如果你接受我的建议,你可以选择年轻人中的一位,比如这位泰阿泰德,或者其他任何合你心意的人。客人:苏格拉底,由于我是第一次与你们相聚,不通过简短的一问一答来进行我们的交流,而是由我自己,或者对他人,像进行公开演示一样拉长并展开一篇长篇大论,这让我感到有些羞怯。因为事实上,刚才提到的这个问题,并不是像这样被提问时人们所预料的那么简单,而是涉及一个极长的论题。但另一方面,不顺从你和大家的意愿,特别是在你说了这些话之后,对我来说似乎有些不合礼数和粗鲁。既然如此,我完全接受泰阿泰德作为对话者,无论是基于我之前与他的交谈,还是由于你刚才对我的建议。
- 216aὅς φησιν
关系代名词 ὅς 以从前文 Ὁμήρου λόγον 中引申或暗指的“荷马”(Ὅμηρος)为先行词。虽然在语法上也可以指代被拟人化的 λόγος,但作为动词 φησιν(说)的主语,指代诗人本身更为自然。
- 216cτοῦ μηδενὸς
价值属格,或者属于省略(ellipsis)现象,需从后半句 τοῖς δʼ ἄξιοι τοῦ παντός 中省去并补入形容词 ἄξιοι(值得)。因此其意为“(配得上)无价值之物(微不足道)的”。
- 216dἔστιν οἷς
无人称动词 ἔστιν 与关系代名词与格复数 οἷς 融合的惯用表达(ἔστιν οἵ 的与格形式),整体起副词性短语的作用,意为“对某些人来说”。
- 217dτῷ μέν... προσδιαλεγομένῳ ῥᾷον οὕτω, τὸ πρὸς ἄλλον· εἰ δὲ μή, τὸ καθʼ αὑτόν.
极度省略的句子。从上下文来看,主语是带冠词的不定式短语 τὸ πρὸς ἄλλον(与他人对话)和 τὸ καθʼ αὑτόν(独自进行论述),并需补入比较级 ῥᾷον [ἐστι](是更容易的)作为谓语。与格短语 τῷ... προσδιαλεγομένῳ 起到条件的作用:“如果对话者(温顺地)回应的话”。
- 217eοὐχ ὅσον ὧδε ἐρωτηθὲν ἐλπίσειεν ἂν αὐτὸ εἶναί τις
在表示比较的 ὅσον 从句中,副词性分词 erōtēthén(中性单数,与主题 τὸ νῦν ῥηθὲν 一致)表示条件(“如果被这样提问”),并带有表示潜在可能的希求法 ἂν ἐλπίσειεν(人们或许会指望)。autó 指代该主题,作为不定式 eînai 的主语,而 eînai 的表语则是 ὅσον(如此程度的规模)。
