- 底本
- Platonis Opera, Tomus I: Tetralogia I-II. Burnet, John, 1863-1928, editor. Oxford: Clarendon Press, 1905.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0059.tlg006.humanitext-grc2:188
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-28
苏格拉底与泰阿泰德探讨虚假意见是如何可能的。他们首先确认在“知道或不知道”的二分法下这是不可能的,随后转向从“存在与不存在”的角度进行审查。
ΣΩ. οὐκοῦν τόδε γʼ ἔσθʼ ἡμῖν περὶ πάντα καὶ καθʼ ἕκαστον, ἤτοι εἰδέναι ἢ μὴ εἰδέναι; μανθάνειν γὰρ καὶ ἐπιλανθάνεσθαι μεταξὺ τούτων ὡς ὄντα χαίρειν λέγω1 ἐν τῷ παρόντι· νῦν γὰρ ἡμῖν πρὸς λόγον ἐστὶν οὐδέν. ΘΕΑΙ. ἀλλὰ μήν, ὦ Σώκρατες, ἄλλο γʼ οὐδὲν λείπεται περὶ ἕκαστον πλὴν εἰδέναι ἢ μὴ εἰδέναι. ΣΩ. οὐκοῦν ἤδη ἀνάγκη τὸν δοξάζοντα δοξάζειν ἢ ὧν τι οἶδεν ἢ μὴ οἶδεν; ΘΕΑΙ. ἀνάγκη. ΣΩ. καὶ μὴν εἰδότα γε μὴ εἰδέναι τὸ αὐτὸ ἢ μὴ εἰδότα εἰδέναι ἀδύνατον. ΘΕΑΙ. πῶς δʼ οὔ; ΣΩ. ἆρʼ οὖν ὁ τὰ ψευδῆ δοξάζων, ἃ οἶδε, ταῦτα οἴεται οὐ ταῦτα εἶναι ἀλλὰ ἕτερα ἄττα ὧν οἶδε, καὶ ἀμφότερα εἰδὼς ἀγνοεῖ αὖ ἀμφότερα; ΘΕΑΙ. ἀλλʼ ἀδύνατον, ὦ Σώκρατες. ΣΩ. ἀλλʼ ἆρα, ἃ μὴ οἶδεν, ἡγεῖται αὐτὰ εἶναι ἕτερα ἄττα ὧν μὴ οἶδε, καὶ τοῦτʼ ἔστι τῷ μήτε Θεαίτητον μήτε Σωκράτη εἰδότι2 εἰς τὴν διάνοιαν λαβεῖν ὡς ὁ Σωκράτης Θεαίτητος ἢ Θεαίτητος Σωκράτης; ΘΕΑΙ. καὶ πῶς ἄν; ΣΩ. ἀλλʼ οὐ μήν, ἅ γέ τις οἶδεν, οἴεταί που ἃ μὴ οἶδεν αὐτὰ εἶναι, οὐδʼ αὖ ἃ μὴ οἶδεν, ἃ οἶδεν. ΘΕΑΙ. τέρας γὰρ ἔσται. ΣΩ. πῶς οὖν ἂν ἔτι ψευδῆ δοξάσειεν; ἐκτὸς γὰρ τούτων ἀδύνατόν που δοξάζειν, ἐπείπερ πάντʼ ἢ ἴσμεν ἢ οὐκ ἴσμεν, ἐν δὲ τούτοις οὐδαμοῦ φαίνεται δυνατὸν ψευδῆ δοξάσαι. ΘΕΑΙ. ἀληθέστατα. ΣΩ. ἆρʼ οὖν οὐ ταύτῃ σκεπτέον ὃ ζητοῦμεν, κατὰ τὸ εἰδέναι καὶ μὴ εἰδέναι ἰόντας, ἀλλὰ κατὰ τὸ εἶναι καὶ μή; ΘΕΑΙ. πῶς λέγεις; ΣΩ. μὴ ἁπλοῦν ᾖ ὅτι3 ὁ τὰ μὴ ὄντα περὶ ὁτουοῦν δοξάζων οὐκ ἔσθʼ ὡς οὐ4 ψευδῆ δοξάσει, κἂν ὁπωσοῦν ἄλλως τὰ τῆς διανοίας ἔχῃ. ΘΕΑΙ. εἰκός γʼ αὖ, ὦ Σώκρατες. ΣΩ. πῶς οὖν; τί ἐροῦμεν, ὦ Θεαίτητε, ἐάν τις ἡμᾶς ἀνακρίνῃ· δυνατὸν δὲ ὁτῳοῦν ὃ λέγεται, καί τις ἀνθρώπων τὸ μὴ ὂν δοξάσει, εἴτε περὶ τῶν ὄντων του εἴτε αὐτὸ καθʼ αὑτό; καὶ ἡμεῖς δή, ὡς ἔοικεν, πρὸς ταῦτα φήσομεν· ὅταν γε μὴ ἀληθῆ οἴηται οἰόμενος· ἢ πῶς ἐροῦμεν; ΘΕΑΙ. οὕτως. ΣΩ. ἦ οὖν καὶ ἄλλοθί που τὸ τοιοῦτόν ἐστιν; ΘΕΑΙ. τὸ ποῖον; ΣΩ. εἴ τις ὁρᾷ μέν τι, ὁρᾷ δὲ οὐδέν. ΘΕΑΙ. καὶ πῶς; ΣΩ. ἀλλὰ μὴν εἰ ἕν γέ τι ὁρᾷ, τῶν ὄντων τι ὁρᾷ. ἢ σὺ οἴει ποτὲ τὸ ἓν ἐν τοῖς μὴ οὖσιν εἶναι; ΘΕΑΙ. οὐκ ἔγωγε. ΣΩ. ὁ ἄρα ἕν γέ τι ὁρῶν ὄν τι ὁρᾷ. ΘΕΑΙ. φαίνεται.
苏格拉底:那么,对于我们来说,关于一切事物以及每一个具体事物,难道不是要么知道、要么不知道吗?因为在它们之间的“学习”和“遗忘”,我目前姑且置之不理(对它们说再见);因为目前它们对我们的论证毫无用处。 泰阿泰德:然而,苏格拉底,关于每一个具体事物,确实没有留下别的选择,除了知道或不知道。 苏格拉底:那么,形成意见的人,难道不是必然要在他所知道的事情中形成某种意见,或者在他不知道的事情中形成意见吗? 泰阿泰德:必然如此。 苏格拉底:而且,知道的人不知道这同一个事物,或者不知道的人知道它,确实是不可能的。 泰阿泰德:怎么可能不是这样呢? 苏格拉底:那么,那些形成错误意见的人,是在想他所知道的这些事情,不是这些事情,而是他所知道的其他某些事情,从而在知道两者的同时,又对两者一无所知吗? 泰阿泰德:但这是不可能的,苏格拉底。 苏格拉底:那么,他难道认为,他所不知道的事情,是他所不知道的其他某些事情吗?而这就像一个既不知道泰阿泰德又不知道苏格拉底的人,在心里认为苏格拉底是泰阿泰德,或者泰阿泰德是苏格拉底一样吗? 泰阿泰德:这又怎么可能呢? 苏格拉底:但是,一个人绝不会把任何他知道的事情当成他不知道的事情,反之,也不会把他不知道的事情当成他知道的事情。 泰阿泰德:因为那将是一个怪物(不可思议的事)。 苏格拉底:那么,人们还怎么可能形成错误意见呢?因为在这些情况之外形成意见大概是不可能的,因为我们对一切事物要么知道,要么不知道,而在这些情况之内,似乎没有任何地方可能形成错误意见。 泰阿泰德:确实如此。 苏格拉底:那么,我们是否不应该沿着知道和不知道的道路,而应该沿着存在和不存在的道路,来审查我们所寻找的问题呢? 泰阿泰德:你是指什么? 苏格拉底:难道不是以下这个简单的情况吗?即,无论关于什么,形成关于不存在之物的意见的人,不可能不形成错误意见,无论他的心灵状态在其他方面如何。 泰阿泰德:这在目前看来确实是合乎情理的,苏格拉底。 苏格拉底:那我们怎么办?泰阿泰德,如果有人拷问我们说: “任何被说及的事情对任何人都是可能的吗?即,是否有人会形成关于不存在之物的意见,无论是关于某个存在的事物,还是关于它自身?” 而我们,看起来,大概会对这些问题回答说: “只要一个人在形成意见时,所想的不是真实的事情。” 或者我们该怎么说呢? 泰阿泰德:就像这样。 苏格拉底:那么,在其他任何地方也有类似的事情吗? 泰阿泰德:什么样的事情? 苏格拉底:比如有人在看着某种东西,但却什么也没看到。 泰阿泰德:这怎么可能呢? 苏格拉底:然而,如果他确实看到了某个单一的东西,他就看到了存在的事物中的某一个。难道你认为“单一”可以存在于不存在的事物之中吗? 泰阿泰德:我可不这么认为。 苏格拉底:因此,看到某个单一东西的人,就看到了某种存在的事物。 泰阿泰德:看起来是这样。
- 188aχαίρειν λέγω
意为“说再见”或“弃置、不予理会”的惯用词组。在这里表示“暂时不予考虑”,即宣布将“学习”(μανθάνειν)和“遗忘”(ἐπιλανθάνεσθαι)排除在当前的探讨范围之外。
- 188bτῷ μήτε Θεαίτητον μήτε Σωκράτη εἰδότι
与格分词,用作非人称动词(表示可能)ἔστι 所引导的不定式短语 εἰς τὴν διάνοιαν λαβεῖν 的逻辑主语。表示“对于既不认识……的人来说,在心中抱有……的想法是可能的”。
- 188dμὴ ἁπλοῦν ᾖ ὅτι
由 μὴ 引导加上虚拟语气(ᾖ)的独立主句,表示一种温和的推测或设问(“难道不是一个简单的情况,即……”)。ὅτι 引导的名词性从句具体解释了形容词 ἁπλοῦν(简单的事)的内容。
- 188dοὐκ ἔσθʼ ὡς οὐ
双重否定表示强烈肯定(“不……是不可能的”,即“必然会……”)的惯用句型。此处与 δοξάσει(将来时直说语气)连用,表明形成关于不存在之物的意见的人,其产生错误意见是不可避免的。
翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・修订记录(1 处,最近 2026-09-21)
- 2026-09-21 AI校阅 — 译文 1 处
