← 柏拉图

泰阿泰德篇

§142-143

欧克里德与特尔普西翁引入对话记录

欧克里德向特尔普西翁讲述了自己遇到重伤病危的泰阿泰德的过程,并回忆起苏格拉底对泰阿泰德天赋的预言。两人决定让童仆朗读欧克里德记录下的对话录,由此开始苏格拉底与德奥多洛斯、泰阿泰德的对话。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§142

ΕΥ. ἄρτι, ὦ Τερψίων, ἢ πάλαι ἐξ ἀγροῦ; ΤΕΡ. ἐπιεικῶς πάλαι. καὶ σέ γε ἐζήτουν κατʼ ἀγορὰν καὶ ἐθαύμαζον ὅτι οὐχ οἷός τʼ ἦ εὑρεῖν. ΕΥ. οὐ γὰρ ἦ κατὰ πόλιν. ΤΕΡ. ποῦ μήν; ΕΥ. εἰς λιμένα καταβαίνων Θεαιτήτῳ ἐνέτυχον φερομένῳ ἐκ Κορίνθου ἀπὸ τοῦ στρατοπέδου Ἀθήναζε. ΤΕΡ. ζῶντι ἢ τετελευτηκότι; ΕΥ. ζῶντι καὶ μάλα μόλις· χαλεπῶς μὲν γὰρ ἔχει καὶ ὑπὸ τραυμάτων τινῶν, μᾶλλον μὴν αὐτὸν αἱρεῖ τὸ γεγονὸς νόσημα ἐν τῷ στρατεύματι. ΤΕΡ. μῶν ἡ δυσεντερία; ΕΥ. ναί. ΤΕΡ. οἷον ἄνδρα λέγεις ἐν κινδύνῳ εἶναι. ΕΥ. καλόν τε καὶ ἀγαθόν, ὦ Τερψίων, ἐπεί τοι καὶ νῦν ἤκουόν τινων μάλα ἐγκωμιαζόντων αὐτὸν περὶ τὴν μάχην. ΤΕΡ. καὶ οὐδέν γʼ ἄτοπον, ἀλλὰ πολὺ θαυμαστότερον εἰ μὴ τοιοῦτος ἦν. ἀτὰρ πῶς οὐκ αὐτοῦ Μεγαροῖ κατέλυεν; ΕΥ. ἠπείγετο οἴκαδε· ἐπεὶ ἔγωγʼ ἐδεόμην καὶ συνεβούλευον, ἀλλʼ οὐκ ἤθελεν. καὶ δῆτα προπέμψας αὐτόν, ἀπιὼν πάλιν ἀνεμνήσθην καὶ ἐθαύμασα Σωκράτους ὡς μαντικῶς1 ἄλλα τε δὴ εἶπε καὶ περὶ τούτου. δοκεῖ γάρ μοι ὀλίγον πρὸ τοῦ θανάτου ἐντυχεῖν αὐτῷ μειρακίῳ ὄντι, καὶ συγγενόμενός τε καὶ διαλεχθεὶς πάνυ ἀγασθῆναι αὐτοῦ τὴν φύσιν. καί μοι ἐλθόντι Ἀθήναζε τούς τε λόγους οὓς διελέχθη αὐτῷ διηγήσατο καὶ μάλα ἀξίους ἀκοῆς, εἶπέ τε ὅτι πᾶσα ἀνάγκη εἴη τοῦτον ἐλλόγιμον γενέσθαι, εἴπερ εἰς ἡλικίαν ἔλθοι. ΤΕΡ. καὶ ἀληθῆ γε, ὡς ἔοικεν, εἶπεν. ἀτὰρ τίνες ἦσαν οἱ λόγοι; ἔχοις ἂν διηγήσασθαι;

欧克里德:特尔普西翁,你刚从乡下来,还是来了一会儿了? 特尔普西翁:有一会儿了。我还在广场上找你呢,奇怪怎么找不到你。 欧克里德:因为我没在城里。 特尔普西翁:那你在哪儿? 欧克里德:我下到港口去的时候,碰到了泰阿泰德,他正被人从科林斯的军营抬回雅典来。 特尔普西翁:他还活着,还是已经去世了? 欧克里德:还活着,但非常勉强。因为他不仅受了些伤,情况不妙,而且更严重的是,军中爆发的那场疫病正折磨着他。 特尔普西翁:难道是痢疾? 欧克里德:是的。 特尔普西翁:你所说的处于危险中的,是多么优秀的一个人啊! 欧克里德:确实是个杰出而优秀的人,特尔普西翁。刚才我还听到一些人极力称赞他在战场上的表现呢。 特尔普西翁:这不足为奇。相反,如果他不是这样,倒更令人惊讶了。不过,他怎么没留在麦加拉这儿歇脚呢? 欧克里德:他急着回家。虽然我百般挽留并劝说他,但他不肯。于是,送走他之后,我在回来的路上,又回想起来并惊叹于苏格拉底是何等神机妙算,不仅在其他事上,而且在这件事上也说准了。因为在我看来,苏格拉底在他去世前不久遇到了当时还是少年的泰阿泰德,与他相处并交谈之后,非常赞赏他的天赋。当我在雅典时,苏格拉底向我讲述了他们之间进行过的对话,确实非常值得一听,他还说,如果这孩子能长大成人,将来必定会大有作为。 特尔普西翁:看来他说的确实是真话。不过,那是些什么样的对话呢?你能讲给我听吗?

§143

ΕΥ. οὐ μὰ τὸν Δία, οὔκουν οὕτω γε ἀπὸ στόματος· ἀλλʼ ἐγραψάμην μὲν τότʼ εὐθὺς οἴκαδʼ ἐλθὼν ὑπομνήματα, ὕστερον δὲ κατὰ σχολὴν ἀναμιμνῃσκόμενος ἔγραφον, καὶ ὁσάκις Ἀθήναζε ἀφικοίμην, ἐπανηρώτων τὸν Σωκράτη ὃ μὴ ἐμεμνήμην, καὶ δεῦρο ἐλθὼν ἐπηνορθούμην· ὥστε μοι σχεδόν τι πᾶς ὁ λόγος γέγραπται. ΤΕΡ. ἀληθῆ· ἤκουσά σου καὶ πρότερον, καὶ μέντοι ἀεὶ μέλλων κελεύσειν ἐπιδεῖξαι διατέτριφα δεῦρο. ἀλλὰ τί κωλύει νῦν ἡμᾶς διελθεῖν; πάντως ἔγωγε καὶ ἀναπαύσασθαι δέομαι ὡς ἐξ ἀγροῦ ἥκων. ΕΥ. ἀλλὰ μὲν δὴ καὶ αὐτὸς μέχρι Ἐρινοῦ Θεαίτητον προύπεμψα, ὥστε οὐκ ἂν ἀηδῶς ἀναπαυοίμην. ἀλλʼ ἴωμεν, καὶ ἡμῖν ἅμα ἀναπαυομένοις ὁ παῖς ἀναγνώσεται. ΤΕΡ. ὀρθῶς λέγεις. ΕΥ. τὸ μὲν δὴ βιβλίον, ὦ Τερψίων, τουτί· ἐγραψάμην δὲ δὴ οὑτωσὶ τὸν λόγον, οὐκ ἐμοὶ Σωκράτη διηγούμενον2 ὡς διηγεῖτο, ἀλλὰ διαλεγόμενον οἷς ἔφη διαλεχθῆναι. ἔφη δὲ τῷ τε γεωμέτρῃ Θεοδώρῳ καὶ τῷ Θεαιτήτῳ. ἵνα οὖν ἐν τῇ γραφῇ μὴ παρέχοιεν πράγματα αἱ μεταξὺ τῶν λόγων διηγήσεις περὶ αὑτοῦ τε ὁπότε λέγοι ὁ Σωκράτης, οἷον καὶ ἐγὼ ἔφην ἢ καὶ ἐγὼ εἶπον, ἢ αὖ περὶ τοῦ ἀποκρινομένου ὅτι συνέφη ἢ οὐχ ὡμολόγει, τούτων ἕνεκα ὡς αὐτὸν αὐτοῖς διαλεγόμενον ἔγραψα, ἐξελὼν τὰ τοιαῦτα. ΤΕΡ. καὶ οὐδέν γε ἀπὸ τρόπου, ὦ Εὐκλείδη. ΕΥ. ἀλλά, παῖ, λαβὲ τὸ βιβλίον καὶ λέγε. ΣΩ. εἰ μὲν τῶν ἐν Κυρήνῃ μᾶλλον ἐκηδόμην, ὦ Θεόδωρε, τὰ ἐκεῖ ἄν σε καὶ περὶ ἐκείνων ἀνηρώτων, εἴ τινες αὐτόθι περὶ γεωμετρίαν ἤ τινα ἄλλην φιλοσοφίαν εἰσὶ τῶν νέων ἐπιμέλειαν ποιούμενοι· νῦν δὲ ἧττον γὰρ3 ἐκείνους ἢ τούσδε φιλῶ, καὶ μᾶλλον ἐπιθυμῶ εἰδέναι τίνες ἡμῖν τῶν νέων ἐπίδοξοι γενέσθαι ἐπιεικεῖς. ταῦτα δὴ αὐτός τε σκοπῶ καθʼ ὅσον δύναμαι, καὶ τοὺς ἄλλους ἐρωτῶ οἷς ἂν ὁρῶ τοὺς νέους ἐθέλοντας συγγίγνεσθαι. σοὶ δὴ οὐκ ὀλίγιστοι πλησιάζουσι, καὶ δικαίως· ἄξιος γὰρ τά τε ἄλλα καὶ γεωμετρίας ἕνεκα. εἰ δὴ οὖν τινι ἐνέτυχες ἀξίῳ λόγου, ἡδέως ἂν πυθοίμην.

欧克里德:不,凭宙斯起誓,光凭记忆可讲不出来。不过我当时一回家就立刻写下了备忘录,后来闲暇时凭着记忆把它整理出来。每当我到雅典去的时候,我就会向苏格拉底核对我不记得的部分,回来后再做修改。所以对我来说,几乎所有的对话都已经写成了文字。 特尔普西翁:确实。我以前也听你这么说过,而且我其实一直打算让你拿出来给我看,却一直拖延到了现在。不过,现在妨碍我们阅读它的又是什么呢?反正我也正需要休息,因为我是刚从乡下赶来的。 欧克里德:的确,我自己也把泰阿泰德一直送到了埃里内翁,所以我也很乐意休息一下。那我们走吧,我们休息的时候,让童仆读给我们听。 特尔普西翁:你说得对。 欧克里德:特尔普西翁,书就是这一本。我是这样记录这篇对话的:不是像苏格拉底向我讲述那样,写成他对我讲述的样子,而是写成他与那些他所说的主角直接对话的样子。他说,那两个人是几何学家德奥多洛斯和泰阿泰德。为了使书写本中不至于因为对话之间的叙述性插入而显得繁琐——比如苏格拉底说到自己时说: “我便说”或“我回答道”;或者提到回答者说: “他表示赞同”或“他不承认”——由于这些原因,我把这些话都删去了,写得好像是苏格拉底亲自在与他们对话一样。 特尔普西翁:这完全是得当的,欧克里德。 欧克里德:好了,孩子,拿上书开始读吧。 苏格拉底:德奥多洛斯,如果我更关心居留尼的人,我就会向你询问那里的情况以及那里的年轻人,问问他们当中是否有人在几何学或某种其他哲学上用心。但事实并非如此,因为比起他们,我更喜爱我们这儿的年轻人,并且更渴望知道我们这里的年轻人中有谁有望成为优秀人才。因此,我自己尽我所能地关注这一点,也向那些我看到年轻人乐意与之交往的人打听。现在,围在你身边的人绝非少数,这也是理所当然的;因为无论是由于别的方面还是由于几何学,你都当之无愧。所以,如果你遇到了什么值得一提的人,我很乐意听你谈谈。

语法注3 条
  1. 142cἐθαύμασα Σωκράτους ὡς μαντικῶς

    表达惊叹的动词 ἐθαύμασα 以属格(Σωκράτους)作为其惊叹的对象。这种结构可以被理解为一种“先行(先提)”句法,即后面 ὡς 引导的从句的主语被提前抽取到主句中作属格,从而强调了欧克里德对苏格拉底本人的赞叹。

  2. 143bοὐκ ἐμοὶ Σωκράτη διηγούμενον

    宾格名词 Σωκράτη 及其分词 διηγούμενον 和 διαλεγόμενον 构成了对 τὸν λόγον(对话)的补充说明,类似于“宾格加分词”结构(等同于宾格加不定式)。它明确了文本的记录形式:不是写成苏格拉底向欧克里德叙述的形式,而是写成苏格拉底直接与他人对话的形式。

  3. 143dνῦν δὲ ἧττον γὰρ

    接续词 γάρ 紧跟在 νῦν δέ(“但事实并非如此”)之后,用于解释前一句虚拟条件句的前提在现实中不成立的原因(因为现实中苏格拉底并不那么关心居留尼,而是更喜爱本地的年轻人)。这是一个嵌套在主句陈述中的解释性 γάρ。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)urn:cts:greekLit:tlg0059.tlg006.humanitext-grc2:142-143