- 底本
- Platonis Opera, Tomus I: Tetralogia I-II. Burnet, John, 1863-1928, editor. Oxford: Clarendon Press, 1905.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0059.tlg005.humanitext-grc2:389-390
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-25
苏格拉底指出,名字的制定者是拥有罕见技术的“立法者”,他应当像工匠将形相(理念)赋予材料一样,将事物天然名字的形相赋予声音和音节。他进而总结道,判定和监督名字好坏的人,应当是作为名字使用者的“辩证法家”。
ΣΩ. οὐκ ἄρα παντὸς ἀνδρός,1 ὦ Ἑρμόγενες, ὄνομα θέσθαι ἀλλά τινος ὀνοματουργοῦ· οὗτος δʼ ἐστίν, ὡς ἔοικεν, ὁ νομοθέτης, ὃς δὴ τῶν δημιουργῶν σπανιώτατος ἐν ἀνθρώποις γίγνεται. ΕΡΜ. ἔοικεν. ΣΩ. ἴθι δή, ἐπίσκεψαι ποῖ βλέπων ὁ νομοθέτης τὰ ὀνόματα τίθεται· ἐκ τῶν ἔμπροσθεν δὲ ἀνάσκεψαι. ποῖ βλέπων ὁ τέκτων τὴν κερκίδα ποιεῖ; ἆρʼ οὐ πρὸς τοιοῦτόν τι ὃ ἐπεφύκει κερκίζειν; ΕΡΜ. πάνυ γε. ΣΩ. τί δέ; ἂν καταγῇ αὐτῷ ἡ κερκὶς ποιοῦντι, πότερον πάλιν ποιήσει ἄλλην πρὸς τὴν κατεαγυῖαν βλέπων, ἢ πρὸς ἐκεῖνο τὸ εἶδος πρὸς ὅπερ καὶ ἣν κατέαξεν ἐποίει; ΕΡΜ. πρὸς ἐκεῖνο, ἔμοιγε δοκεῖ. ΣΩ. οὐκοῦν ἐκεῖνο δικαιότατʼ ἂν αὐτὸ ὃ ἔστιν κερκὶς2 καλέσαιμεν; ΕΡΜ. ἔμοιγε δοκεῖ. ΣΩ. οὐκοῦν ἐπειδὰν δέῃ λεπτῷ ἱματίῳ ἢ παχεῖ ἢ λινῷ ἢ ἐρεῷ ἢ ὁποιῳοῦν τινι κερκίδα ποιεῖν, πάσας μὲν δεῖ τὸ τῆς κερκίδος ἔχειν εἶδος, οἵα δʼ ἑκάστῳ καλλίστη ἐπεφύκει,3 ταύτην ἀποδιδόναι τὴν φύσιν εἰς τὸ ἔργον ἕκαστον; ΕΡΜ. ναί. ΣΩ. καὶ περὶ τῶν ἄλλων δὴ ὀργάνων ὁ αὐτὸς τρόπος· τὸ φύσει ἑκάστῳ πεφυκὸς ὄργανον ἐξευρόντα δεῖ ἀποδοῦναι εἰς ἐκεῖνο ἐξ οὗ ἂν ποιῇ, οὐχ οἷον ἂν αὐτὸς βουληθῇ, ἀλλʼ οἷον ἐπεφύκει. τὸ φύσει γὰρ ἑκάστῳ, ὡς ἔοικε, τρύπανον πεφυκὸς εἰς τὸν σίδηρον δεῖ ἐπίστασθαι τιθέναι. ΕΡΜ. πάνυ γε. ΣΩ. καὶ τὴν φύσει κερκίδα ἑκάστῳ πεφυκυῖαν εἰς ξύλον. ΕΡΜ. ἔστι ταῦτα. ΣΩ. φύσει γὰρ ἦν ἑκάστῳ εἴδει ὑφάσματος, ὡς ἔοικεν, ἑκάστη κερκίς, καὶ τἆλλα οὕτως. ΕΡΜ. ναί. ΣΩ. ἆρʼ οὖν, ὦ βέλτιστε, καὶ τὸ ἑκάστῳ φύσει πεφυκὸς ὄνομα τὸν νομοθέτην ἐκεῖνον εἰς τοὺς φθόγγους καὶ τὰς συλλαβὰς δεῖ ἐπίστασθαι τιθέναι, καὶ βλέποντα πρὸς αὐτὸ ἐκεῖνο ὃ ἔστιν ὄνομα, πάντα τὰ ὀνόματα ποιεῖν τε καὶ τίθεσθαι, εἰ μέλλει κύριος εἶναι ὀνομάτων θέτης;4 εἰ δὲ μὴ εἰς τὰς αὐτὰς συλλαβὰς ἕκαστος ὁ νομοθέτης τίθησιν, οὐδὲν δεῖ τοῦτο ἀμφιγνοεῖν· οὐδὲ γὰρ εἰς τὸν αὐτὸν σίδηρον ἅπας χαλκεὺς τίθησιν, τοῦ αὐτοῦ ἕνεκα ποιῶν τὸ αὐτὸ ὄργανον· ἀλλʼ ὅμως, ἕως ἂν τὴν αὐτὴν ἰδέαν ἀποδιδῷ, ἐάντε ἐν ἄλλῳ σιδήρῳ, ὅμως ὀρθῶς ἔχει τὸ ὄργανον, ἐάντε ἐνθάδε ἐάντε ἐν βαρβάροις τις ποιῇ. ἦ γάρ;
苏格拉底:那么,赫尔墨革涅斯,制定名字绝非任何人的工作,而是某种名字制作者的工作。而此人,正如所见,就是立法者,他确实是人类中最罕见的工匠。 赫尔墨革涅斯:似乎是的。 苏格拉底:且慢,请考虑立法者在制定名字时是看着什么的。根据前面的讨论来重新审视一下。木匠在制作杼的时候是看着什么的?难道不是看着某种天生适合织布的东西吗? 赫尔墨革涅斯:当然。 苏格拉底:那么,如果他在制作时把杼弄断了,他是会看着那只断掉的杼再做一个,还是会看着他制作那只断杼时所依据的那个形体呢? 赫尔墨革涅斯:在我看来,是看着那个形体。 苏格拉底:那么,我们难道不应该最合理地把那个形体本身称为“杼本身”吗? 赫尔墨革涅斯:在我看来是这样的。 苏格拉底:那么,当需要为细衣、厚衣、麻衣、毛衣或任何其他衣服制作杼时,虽然所有的杼都必须具有杼的形体,但不管什么样的本性对每种衣服最为合适,他都必须将这种本性赋予到每一件具体的工作成果中,不是吗? 赫尔墨革涅斯:是的。 苏格拉底:关于其他工具也是同样的道理:发现每种事物在自然中生来适合的工具后,必须将其赋予在用来制作它的材料中,不是按照制作人自己的意愿,而是按照它天生适合的样子。因为人必须懂得如何把天生适合每种事物的钻子形体赋予在铁中。 赫尔墨革涅斯:当然。 苏格拉底:也懂得把天生适合的杼形体赋予在木头中。 赫尔墨革涅斯:确实如此。 苏格拉底:因为正如所见,针对每种织物,天生就有一种最适合的杼,其他工具也是如此。 赫尔墨革涅斯:是的。 苏格拉底:那么,我优秀的年轻朋友,那位立法者难道不也必须懂得如何把天生适合每种事物的名字赋予在声音和音节中吗?他必须看着“名字本身”那个东西,来制作和制定所有的名字,如果他要成为一个权威的名字制定者的话。但是,如果每个立法者没有把名字赋予在相同的音节中,我们也不必对此感到困惑。因为并非每一个铁匠都会把形体赋予在相同的铁中,即使他们是为了相同的目的制作相同的工具。然而,只要他能再现相同的形体,即使是在不同的铁中,无论是在这里还是在异邦人中制作,这个工具依然是正确的。不是吗?
ΕΡΜ. πάνυ γε. ΣΩ. οὐκοῦν οὕτως ἀξιώσεις καὶ τὸν νομοθέτην τόν τε ἐνθάδε καὶ τὸν ἐν τοῖς βαρβάροις, ἕως ἂν τὸ τοῦ ὀνόματος εἶδος ἀποδιδῷ τὸ προσῆκον ἑκάστῳ ἐν ὁποιαισοῦν συλλαβαῖς, οὐδὲν χείρω νομοθέτην εἶναι τὸν ἐνθάδε ἢ τὸν ὁπουοῦν ἄλλοθι; ΕΡΜ. πάνυ γε. ΣΩ. τίς οὖν ὁ γνωσόμενος εἰ τὸ προσῆκον εἶδος κερκίδος ἐν ὁποιῳοῦν ξύλῳ κεῖται; ὁ ποιήσας, ὁ τέκτων, ἢ ὁ χρησόμενος ὑφάντης; ΕΡΜ. εἰκὸς μὲν μᾶλλον, ὦ Σώκρατες, τὸν χρησόμενον. ΣΩ. τίς οὖν ὁ τῷ τοῦ λυροποιοῦ ἔργῳ χρησόμενος; ἆρʼ οὐχ οὗτος ὃς ἐπίσταιτο ἂν ἐργαζομένῳ κάλλιστα ἐπιστατεῖν καὶ εἰργασμένον γνοίη εἴτʼ εὖ εἴργασται εἴτε μή; ΕΡΜ. πάνυ γε. ΣΩ. τίς; ΕΡΜ. ὁ κιθαριστής. ΣΩ. τίς δὲ ὁ τῷ τοῦ ναυπηγοῦ; ΕΡΜ. κυβερνήτης. ΣΩ. τίς δὲ τῷ τοῦ νομοθέτου ἔργῳ ἐπιστατήσειέ τʼ ἂν κάλλιστα καὶ εἰργασμένον κρίνειε καὶ ἐνθάδε καὶ ἐν τοῖς βαρβάροις; ἆρʼ οὐχ ὅσπερ χρήσεται; ΕΡΜ. ναί. ΣΩ. ἆρʼ οὖν οὐχ ὁ ἐρωτᾶν ἐπιστάμενος οὗτός ἐστιν; ΕΡΜ. πάνυ γε. ΣΩ. ὁ δὲ αὐτὸς καὶ ἀποκρίνεσθαι; ΕΡΜ. ναί. ΣΩ. τὸν δὲ ἐρωτᾶν καὶ ἀποκρίνεσθαι ἐπιστάμενον ἄλλο τι σὺ καλεῖς ἢ διαλεκτικόν; ΕΡΜ. οὔκ, ἀλλὰ τοῦτο. ΣΩ. τέκτονος μὲν ἄρα ἔργον ἐστὶν ποιῆσαι πηδάλιον ἐπιστατοῦντος κυβερνήτου, εἰ μέλλει καλὸν εἶναι τὸ πηδάλιον. ΕΡΜ. φαίνεται. ΣΩ. νομοθέτου δέ γε, ὡς ἔοικεν, ὄνομα, ἐπιστάτην ἔχοντος5 διαλεκτικὸν ἄνδρα, εἰ μέλλει καλῶς ὀνόματα θήσεσθαι. ΕΡΜ. ἔστι ταῦτα. ΣΩ. κινδυνεύει ἄρα, ὦ Ἑρμόγενες, εἶναι οὐ φαῦλον, ὡς σὺ οἴει, ἡ τοῦ ὀνόματος θέσις, οὐδὲ φαύλων ἀνδρῶν οὐδὲ τῶν ἐπιτυχόντων. καὶ Κρατύλος ἀληθῆ λέγει λέγων φύσει τὰ ὀνόματα εἶναι τοῖς πράγμασι, καὶ οὐ πάντα δημιουργὸν ὀνομάτων εἶναι, ἀλλὰ μόνον ἐκεῖνον τὸν ἀποβλέποντα εἰς τὸ τῇ φύσει ὄνομα ὂν ἑκάστῳ καὶ δυνάμενον αὐτοῦ τὸ εἶδος τιθέναι εἴς τε τὰ γράμματα καὶ τὰς συλλαβάς.
赫尔墨革涅斯:当然。 苏格拉底:那么,对于在这里和在异邦人中的立法者,你也同样会这样要求:只要他在任何音节中再现了适合该事物的名字形体,在这里的立法者就不会在任何方面逊色于其他任何地方的立法者? 赫尔墨革涅斯:当然。 苏格拉底:那么,谁能辨别适合杼的形体是否被置于任何木材之中呢?是制作它的木匠,还是使用它的织布者? 赫尔墨革涅斯:苏格拉底,更有可能是使用它的人。 苏格拉底:那么,谁是使用竖琴制造者工作成果的人呢?难道不是那个能够最完美地指导制作者,并且能辨别做好的东西是好是坏的人吗? 赫尔墨革涅斯:当然。 苏格拉底:这人是谁? 赫尔墨革涅斯:是竖琴弹奏者。 苏格拉底:那么谁使用造船者的工作成果呢? 赫尔墨革涅斯:是舵手。 苏格拉底:那么,谁能最完美地指导立法者的工作,并在本地和异邦人中判定做好的名字呢?难道不是使用它的人吗? 赫尔墨革涅斯:是的。 苏格拉底:那么,这不就是懂得提问的人吗? 赫尔墨革涅斯:当然。 苏格拉底:而这同一个人也懂得回答,对吗? 赫尔墨革涅斯:是的。 苏格拉底:对于懂得提问和回答的人,除了称其为辩证法家之外,你还会称其为什么吗? 赫尔墨革涅斯:不会,正是这个称呼。 苏格拉底:因此,如果舵要好,木匠的工作就是在舵手的监督指导下制作它。 赫尔墨革涅斯:看起来是这样。 苏格拉底:而正如所见,如果名字要被制定得好,立法者的工作就是在辩证法家的监督指导下制定名字。 赫尔墨革涅斯:确实如此。 苏格拉底:因此,赫尔墨革涅斯,制定名字看来并非如你所想是一件轻而易举的事,它既不是平庸之辈能做的,也不是随便什么人能做的。克拉底鲁说的是真话:名字天然地属于事物,并不是每一个工匠都是名字的创造者,而只有那能够看着每个事物天然具有的名字,并能把它的形体赋予在字母和音节中的人才是。
- 389οὐκ ἄρα παντὸς ἀνδρός
省略了系动词 estin 的“所有/属性属格”用法。不定式短语 onoma thesthai 作主语,意为“制定名字并非任何人的工作”。
- 389bαὐτὸ ὃ ἔστιν κερκίς
指代“杼本身(杼的形相/理念)”的柏拉图哲学术语。ho estin(存在之物本身)由关系代名词 ho 和直说语气现在时 estin 构成,用以指示具体个物背后的普遍本质或形相。
- 389bοἵα δʼ ἑκάστῳ καλλίστη ἐπεφύκει
关系代词 hoia 先行指代了其先行词 tautēn tēn physin。hekastōi 是目的或参照的与格(“针对各种衣服”)。该关系从句意为“针对每种衣服,何种本性天生最为合适”,修饰并规定了主句中的宾格 tautēn tēn physin。
- 389dεἰ μέλλει κύριος εἶναι ὀνομάτων θέτης
mellei 搭配不定式 einai 的句型,在条件句中表示意图(“如果他将要/意图成为”)。kyrios 是形容词,意为“权威的、真正的”,修饰主格补足语 thetēs(制定者)。
- 390dνομοθέτου δέ γε, ὡς ἔοικεν, ὄνομα, ἐπιστάτην ἔχοντος
与前一句 tektonos men ara ergon estin poiēsai pēdalion... 形成对比结构,此处省略了 ergon estin poiēsai。onoma 作为省略动词 poiēsai 的宾语,或代表任务本身。echontos 是修饰 nomothetou 的属格分词,表示伴随状况或条件。
翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(2 处,最近 2026-11-15)
- 2026-11-15 AI校阅 — 译文 1 处
- 2026-09-21 AI校阅 — 注 1 处
