← 柏拉图

克里托篇

§47

听从专家意见而非大众舆论的论证

苏格拉底以体育锻炼为例,指出训练者应当听从教练或医生这一位专家的意见,而非大众的舆论。他以此说明在正义与善恶等事关重大的问题上,我们也应当听从专家的意见,并指出在身体或灵魂被毁坏的状态下活着是没有价值的。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§47

ΣΩ. —σὺ γάρ, ὅσα γε τἀνθρώπεια,1 ἐκτὸς εἶ τοῦ μέλλειν ἀποθνῄσκειν αὔριον, καὶ οὐκ ἂν σὲ παρακρούοι ἡ παροῦσα συμφορά· σκόπει δή—οὐχ ἱκανῶς δοκεῖ σοι λέγεσθαι ὅτι οὐ πάσας χρὴ τὰς δόξας τῶν ἀνθρώπων τιμᾶν ἀλλὰ τὰς μέν, τὰς δʼ οὔ, οὐδὲ πάντων ἀλλὰ τῶν μέν, τῶν δʼ οὔ; τί φῄς; ταῦτα οὐχὶ καλῶς λέγεται; ΚΡ. καλῶς. ΣΩ. οὐκοῦν τὰς μὲν χρηστὰς τιμᾶν, τὰς δὲ πονηρὰς μή; ΚΡ. ναί. ΣΩ. χρησταὶ δὲ οὐχ αἱ τῶν φρονίμων, πονηραὶ δὲ αἱ τῶν ἀφρόνων; ΚΡ. πῶς δʼ οὔ; ΣΩ. φέρε δή, πῶς αὖ τὰ τοιαῦτα ἐλέγετο; γυμναζόμενος ἀνὴρ καὶ τοῦτο πράττων πότερον παντὸς ἀνδρὸς ἐπαίνῳ καὶ ψόγῳ καὶ δόξῃ τὸν νοῦν προσέχει, ἢ ἑνὸς μόνου ἐκείνου ὃς ἂν τυγχάνῃ ἰατρὸς ἢ παιδοτρίβης ὤν; ΚΡ. ἑνὸς μόνου. ΣΩ. οὐκοῦν φοβεῖσθαι χρὴ τοὺς ψόγους καὶ ἀσπάζεσθαι τοὺς ἐπαίνους τοὺς τοῦ ἑνὸς ἐκείνου ἀλλὰ μὴ τοὺς τῶν πολλῶν. ΚΡ. δῆλα δή. ΣΩ. ταύτῃ ἄρα αὐτῷ πρακτέον καὶ γυμναστέον καὶ ἐδεστέον γε καὶ ποτέον, ᾗ ἂν τῷ ἑνὶ δοκῇ, τῷ ἐπιστάτῃ καὶ ἐπαΐοντι, μᾶλλον ἢ ᾗ σύμπασι τοῖς ἄλλοις. ΚΡ. ἔστι ταῦτα. ΣΩ. εἶεν. ἀπειθήσας δὲ τῷ ἑνὶ καὶ ἀτιμάσας αὐτοῦ τὴν δόξαν καὶ τοὺς ἐπαίνους, τιμήσας δὲ τοὺς τῶν πολλῶν καὶ μηδὲν ἐπαϊόντων, ἆρα οὐδὲν κακὸν πείσεται; ΚΡ. πῶς γὰρ οὔ; ΣΩ. τί δʼ ἔστι τὸ κακὸν τοῦτο, καὶ ποῖ τείνει, καὶ εἰς τί τῶν τοῦ ἀπειθοῦντος; ΚΡ. δῆλον ὅτι εἰς τὸ σῶμα· τοῦτο γὰρ διόλλυσι. ΣΩ. καλῶς λέγεις. οὐκοῦν καὶ τἆλλα, ὦ Κρίτων, οὕτως, ἵνα μὴ πάντα διΐωμεν, καὶ δὴ καὶ περὶ τῶν δικαίων καὶ ἀδίκων καὶ αἰσχρῶν καὶ καλῶν καὶ ἀγαθῶν καὶ κακῶν, περὶ ὧν νῦν ἡ βουλὴ ἡμῖν ἐστιν, πότερον τῇ τῶν πολλῶν δόξῃ δεῖ ἡμᾶς ἕπεσθαι καὶ φοβεῖσθαι αὐτὴν ἢ τῇ τοῦ ἑνός, εἴ τίς ἐστιν ἐπαΐων, ὃν δεῖ καὶ αἰσχύνεσθαι καὶ φοβεῖσθαι μᾶλλον ἢ σύμπαντας τοὺς ἄλλους; ᾧ εἰ μὴ ἀκολουθήσομεν, διαφθεροῦμεν ἐκεῖνο καὶ λωβησόμεθα, ὃ τῷ μὲν δικαίῳ βέλτιον ἐγίγνετο τῷ δὲ ἀδίκῳ ἀπώλλυτο.2 ἢ οὐδέν ἐστι τοῦτο; ΚΡ. οἶμαι ἔγωγε, ὦ Σώκρατες. ΣΩ. φέρε δή, ἐὰν τὸ ὑπὸ τοῦ ὑγιεινοῦ μὲν βέλτιον γιγνόμενον, ὑπὸ τοῦ νοσώδους δὲ διαφθειρόμενον διολέσωμεν πειθόμενοι μὴ τῇ τῶν ἐπαϊόντων δόξῃ, ἆρα βιωτὸν ἡμῖν ἐστιν διεφθαρμένου αὐτοῦ; ἔστι δέ που τοῦτο σῶμα· ἢ οὐχί; ΚΡ. ναί. ΣΩ. ἆρʼ οὖν βιωτὸν ἡμῖν ἐστιν3 μετὰ μοχθηροῦ καὶ διεφθαρμένου σώματος; ΚΡ. οὐδαμῶς. ΣΩ. ἀλλὰ μετʼ ἐκείνου ἄρʼ ἡμῖν βιωτὸν διεφθαρμένου, ᾧ τὸ ἄδικον μὲν λωβᾶται, τὸ δὲ δίκαιον ὀνίνησιν; ἢ φαυλότερον ἡγούμεθα εἶναι τοῦ σώματος ἐκεῖνο, ὅτι ποτʼ ἐστὶ τῶν ἡμετέρων, περὶ ὃ ἥ τε ἀδικία καὶ ἡ δικαιοσύνη ἐστίν;

苏格拉底:——因为在人类事物的范围内,你明天并不会死,现在的灾难也不会使你的判断产生偏差。所以请考虑一下——你难道不认为这个论点说得很充分吗:我们不应该尊重人们所有的舆论,而应该尊重一些,不尊重另一些;也不应该尊重所有人的舆论,而应该尊重一些人的,不尊重另一些人的?你怎么看?这难道说得不对吗? 克里托:对。 苏格拉底:那么,我们应该尊重好的舆论,而不应该尊重坏的舆论? 克里托:是的。 苏格拉底:而好的舆论是那些聪明人的,坏的是那些愚蠢人的,不是吗? 克里托:怎么会不是呢? 苏格拉底:那么,来看看,关于这类事情以前又是怎么说的?一个正在进行体育锻炼并以此为业的人,他是对每一个人的称赞、指责和舆论都予以关注呢,还是只对那唯一一个恰好是医生或教练的人予以关注呢? 克里托:只对那唯一的一个人。 苏格拉底:因此,他应该害怕那唯一一个人的指责,欢迎他的称赞,而不应该理会大众的。 克里托:显然如此。 苏格拉底:那么,他必须按照那唯一的一个人,即指导者和专家的意愿来行动、锻炼、饮食,而不是按照其他所有人的意愿。 克里托:确实如此。 苏格拉底:很好。但如果他违背那唯一的一个人,不尊重他的意见和称赞,却去尊重那些毫无专长的大众的意见,他难道不会遭受什么伤害吗? 克里托:怎么会不遭受呢? 苏格拉底:那么这伤害是什么,它指向哪里,又波及到违背者身上的哪一个部分? 克里托:显然是身体;因为这会毁了身体。 苏格拉底:你说得对。那么,克里托,其他事情不也是这样吗?为了不逐一罗列,特别是关于正义与非正义、丑恶与美好、善良与邪恶这些我们现在正在讨论的事情,我们难道应该跟从大众的舆论并害怕它,还是应该跟从那唯一一个人的舆论——如果有这么一位专家的话——我们应该比尊重和害怕其他所有人更尊重和害怕他呢?如果我们不跟从他,我们就会毁坏并伤害那个因正义而变得更好、因非正义而毁灭的部分。还是说根本没有这个部分? 克里托:我认为是有的,苏格拉底。 苏格拉底:那么,来看看,如果我们不听从专家的舆论,毁掉了那个因健康而变得更好、因疾病而毁坏的部分,在它被毁坏之后,我们活着还有价值吗?而这个部分大概就是身体,不是吗? 克里托:是的。 苏格拉底:那么,带着一个虚弱且被毁坏的身体,我们活着还有价值吗? 克里托:绝没有。 苏格拉底:那么,当那个被非正义所伤害、被正义所裨益的部分被毁坏之后,我们活着还有价值吗?还是说,我们认为在我们所有的部分中,那个与非正义和正义相关的部分,是比身体更没有价值的呢?

语法注3 条
  1. 47ὅσα γε τἀνθρώπεια

    表示限制的关系代词中性复数(或用作副词性宾格),意为“就人类事物而言”或“在人类的合理推测范围内”。它用以限定克里托目前处于安全、无需面对死亡的境地,因而其判断不应受到干扰。

  2. 47dὃ τῷ μὲν δικαίῳ βέλτιον ἐγίγνετο τῷ δὲ ἀδίκῳ ἀπώλλυτο

    τῷ δικαίῳ 和 τῷ ἀδίκῳ 分别是中性形容词的名词化形式(“正义的事”与“非正义的事”,即正义与非正义),在此充当手段或原因的与格(“由于正义”/“由于非正义”)。

  3. 47eβιωτὸν ἡμῖν ἐστιν

    由动词 βιόω(生活、生存)派生的形容动词 βιωτός(值得活的)与表示施事或利害关系的与格 ἡμῖν(对我们而言)结合而成的无人称结构,意为“我们活着还有价值吗?”。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文无修订urn:cts:greekLit:tlg0059.tlg003.humanitext-grc2:47