- 底本
- Platonis Opera, Tomus I: Tetralogia I-II. Burnet, John, 1863-1928, editor. Oxford: Clarendon Press, 1905.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0059.tlg002.humanitext-grc2:19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-27
苏格拉底承认在短时间内消除长期偏见的困难,展示了旧控告者关于自然哲学与诡辩的虚构起诉书,并驳斥了这些指控以及他通过教学收费的传闻。
εἶεν· ἀπολογητέον δή, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ ἐπιχειρητέον ὑμῶν ἐξελέσθαι τὴν διαβολὴν ἣν ὑμεῖς ἐν πολλῷ χρόνῳ ἔσχετε ταύτην ἐν οὕτως ὀλίγῳ χρόνῳ. βουλοίμην μὲν οὖν ἂν τοῦτο οὕτως γενέσθαι, εἴ τι ἄμεινον1 καὶ ὑμῖν καὶ ἐμοί, καὶ πλέον τί με ποιῆσαι ἀπολογούμενον· οἶμαι δὲ αὐτὸ χαλεπὸν εἶναι, καὶ οὐ πάνυ με λανθάνει οἷόν ἐστιν. ὅμως τοῦτο μὲν ἴτω ὅπῃ τῷ θεῷ φίλον, τῷ δὲ νόμῳ πειστέον καὶ ἀπολογητέον.ἀναλάβωμεν οὖν ἐξ ἀρχῆς τίς ἡ κατηγορία ἐστὶν ἐξ ἧς ἡ ἐμὴ διαβολὴ γέγονεν, ᾗ δὴ καὶ πιστεύων Μέλητός με ἐγράψατο τὴν γραφὴν ταύτην. εἶεν· τί δὴ λέγοντες διέβαλλον οἱ διαβάλλοντες; ὥσπερ οὖν κατηγόρων τὴν ἀντωμοσίαν δεῖ ἀναγνῶναι αὐτῶν· Σωκράτης ἀδικεῖ καὶ περιεργάζεται ζητῶν τά τε ὑπὸ γῆς καὶ οὐράνια καὶ τὸν ἥττω λόγον κρείττω ποιῶν καὶ ἄλλους ταὐτὰ ταῦτα διδάσκων. τοιαύτη τίς ἐστιν· ταῦτα γὰρ ἑωρᾶτε καὶ αὐτοὶ ἐν τῇ Ἀριστοφάνους κωμῳδίᾳ, Σωκράτη τινὰ ἐκεῖ περιφερόμενον, φάσκοντά τε ἀεροβατεῖν καὶ ἄλλην πολλὴν φλυαρίαν φλυαροῦντα, ὧν ἐγὼ οὐδὲν οὔτε μέγα οὔτε μικρὸν πέρι ἐπαΐω. καὶ οὐχ ὡς ἀτιμάζων λέγω τὴν τοιαύτην ἐπιστήμην, εἴ τις περὶ τῶν τοιούτων σοφός ἐστιν—μή πως ἐγὼ ὑπὸ Μελήτου τοσαύτας δίκας φεύγοιμι2— ἀλλὰ γὰρ ἐμοὶ τούτων, ὦ ἄνδρες Ἀθηναῖοι, οὐδὲν μέτεστιν. μάρτυρας δὲ αὖ ὑμῶν τοὺς πολλοὺς παρέχομαι, καὶ ἀξιῶ ὑμᾶς ἀλλήλους διδάσκειν τε καὶ φράζειν, ὅσοι ἐμοῦ πώποτε ἀκηκόατε διαλεγομένου—πολλοὶ δὲ ὑμῶν οἱ τοιοῦτοί εἰσιν— φράζετε οὖν ἀλλήλοις εἰ πώποτε ἢ μικρὸν ἢ μέγα ἤκουσέ τις ὑμῶν ἐμοῦ περὶ τῶν τοιούτων διαλεγομένου, καὶ ἐκ τούτου γνώσεσθε ὅτι τοιαῦτʼ ἐστὶ καὶ τἆλλα περὶ ἐμοῦ ἃ οἱ πολλοὶ λέγουσιν.ἀλλὰ γὰρ οὔτε τούτων οὐδέν ἐστιν, οὐδέ γʼ εἴ τινος ἀκηκόατε ὡς ἐγὼ παιδεύειν ἐπιχειρῶ ἀνθρώπους καὶ χρήματα πράττομαι, οὐδὲ τοῦτο ἀληθές. ἐπεὶ καὶ τοῦτό γέ μοι δοκεῖ καλὸν εἶναι,3 εἴ τις οἷός τʼ εἴη παιδεύειν ἀνθρώπους ὥσπερ Γοργίας τε ὁ Λεοντῖνος καὶ Πρόδικος ὁ Κεῖος καὶ Ἱππίας ὁ Ἠλεῖος.
好吧,雅典的市民们,我确实必须进行申辩,并且必须努力在如此短暂的时间内,清除你们在漫长时间里对我的这种偏见。如果这确实对你们和对我都有好处,我当然希望事情能这样发展,并且希望我能通过申辩取得一些成效。但我认为这是困难的,而且我绝非不了解这是怎样的一项任务。然而,这件事就随神所愿吧,但我必须服从法律,进行申辩。 那么,让我们从头审视:那导致对我的偏见产生的控告究竟是什么,而美勒托又正是出于对它的深信不疑,才对我提起了这项诉讼。好吧:那些诽谤者到底说了些什么来诽谤我呢?正如必须宣读正式控告者的宣誓起诉书一样,我们也必须宣读他们的起诉书: “苏格拉底是不义的,他多管闲事,探究地底和天上的事物,把弱势的论证变成强势的论证,并且把这些同样的事情教授给别人。” 起诉书大体就是这样的。因为你们自己在阿里斯托芬的喜剧中也看到了这些:一个叫苏格拉底的人在那里被荡来荡去,宣称自己“在空中漫步”,并大扯许多其他的荒唐鬼话,而我对这些事情,无论多寡,都一无所知。我这样说并非为了贬低这种知识,如果有人在这些事情上确有智慧的话——但愿我不要因此被美勒托控告出这么多罪名!——但事实上,雅典的市民们,我对这些事情毫无份涉。此外,我提出你们中的大多数人作为证人,并要求你们彼此指教和诉说,只要你们曾听过我的谈话——你们当中这样的人有很多。因此,如果你们中有人曾听过我谈论这些事情,不论是多是少,请告诉彼此。由此你们就会明白,世人关于我的其他传闻,也是同样性质的事情。 然而,这些事没有一件是真实的。即使你们听人说过我企图教育人并收取费用,那也绝非事实。虽然在我看来,如果有人能够像雷翁提尼的高尔吉亚、凯奥斯的普罗迪科以及厄利斯的希庇亚那样去教育人,那确实也是一件美好的事情。
- 19aβουλοίμην μὲν οὖν ἂν τοῦτο οὕτως γενέσθαι, εἴ τι ἄμεινον
带有语气词 ἄν 的希求法,表示潜在的或委婉的愿望(“我倒希望”)。条件从句 εἴ τι ἄμεινον 省略了直陈式现在时单数第三人称的 ἐστιν,表达的是现实的条件(“如果这确实更好”)而非虚拟反事实。
- 19cμή πως ἐγὼ ὑπὸ Μελήτου τοσαύτας δίκας φεύγοιμι
带有否定语气词 μή 的愿望希求法,作为插入语,表达强烈的规避与期盼:“但愿我不要因此被美勒托控告出这么多罪名!”。其中 δίκας φεύγειν 是法庭术语,意为“充当被告”或“被起诉”。
- 19eἐπεὶ καὶ τοῦτό γέ μοι δοκεῖ καλὸν εἶναι
这里的连词 ἐπεὶ 并不是引导简单的原因(“因为”),而是起限制性作用,为前文(“那些传闻并非事实”)引入一个保留或让步的语气(“不过确实”)。
