← 柏拉图

游叙弗伦篇

§7

神所喜爱的敬虔定义与神明之间的争执

游叙弗伦提出了第二个定义:“神所喜爱的就是虔敬,神所不喜爱的就是不虔敬。”苏格拉底则指出,正是那些无法通过计算或度量来解决的正邪、美丑和善恶等价值判断上的分歧,才导致了人类和神明之间的不和与敌意。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7

ΕΥΘ. ἔστι τοίνυν τὸ μὲν τοῖς θεοῖς προσφιλὲς ὅσιον, τὸ δὲ μὴ προσφιλὲς ἀνόσιον.1 ΣΩ. παγκάλως, ὦ Εὐθύφρων, καὶ ὡς ἐγὼ ἐζήτουν ἀποκρίνασθαί σε, οὕτω νῦν ἀπεκρίνω. εἰ μέντοι ἀληθῶς, τοῦτο οὔπω οἶδα, ἀλλὰ σὺ δῆλον ὅτι ἐπεκδιδάξεις ὡς ἔστιν ἀληθῆ ἃ λέγεις. ΕΥΘ. πάνυ μὲν οὖν. ΣΩ. φέρε δή, ἐπισκεψώμεθα τί λέγομεν. τὸ μὲν θεοφιλές τε καὶ θεοφιλὴς ἄνθρωπος ὅσιος, τὸ δὲ θεομισὲς καὶ ὁ θεομισὴς ἀνόσιος· οὐ ταὐτὸν δʼ ἐστίν, ἀλλὰ τὸ ἐναντιώτατον, τὸ ὅσιον τῷ ἀνοσίῳ· οὐχ οὕτως; ΕΥΘ. οὕτω μὲν οὖν. ΣΩ. καὶ εὖ γε φαίνεται εἰρῆσθαι; ΕΥΘ. δοκῶ, ὦ Σώκρατες. γ ΣΩ. οὐκοῦν καὶ ὅτι στασιάζουσιν οἱ θεοί, ὦ Εὐθύφρων, καὶ διαφέρονται ἀλλήλοις καὶ ἔχθρα ἐστὶν ἐν αὐτοῖς πρὸς ἀλλήλους, καὶ τοῦτο εἴρηται; ΕΥΘ. εἴρηται γάρ. ΣΩ. ἔχθραν δὲ καὶ ὀργάς, ὦ ἄριστε, ἡ περὶ τίνων διαφορὰ ποιεῖ;2 ὧδε δὲ σκοπῶμεν. ἆρʼ ἂν εἰ διαφεροίμεθα ἐγώ τε καὶ σὺ περὶ ἀριθμοῦ ὁπότερα πλείω, ἡ περὶ τούτων διαφορὰ ἐχθροὺς ἂν ἡμᾶς ποιοῖ καὶ ὀργίζεσθαι ἀλλήλοις, ἢ ἐπὶ λογισμὸν ἐλθόντες περί γε τῶν τοιούτων ταχὺ ἂν ἀπαλλαγεῖμεν; ΕΥΘ. πάνυ γε. ΣΩ. οὐκοῦν καὶ περὶ τοῦ μείζονος καὶ ἐλάττονος εἰ διαφεροίμεθα, ἐπὶ τὸ μετρεῖν ἐλθόντες ταχὺ παυσαίμεθʼ ἂν τῆς διαφορᾶς; ΕΥΘ. ἔστι ταῦτα. ΣΩ. καὶ ἐπί γε τὸ ἱστάναι ἐλθόντες, ὡς ἐγᾦμαι, περὶ τοῦ βαρυτέρου τε καὶ κουφοτέρου διακριθεῖμεν ἄν; ΕΥΘ. πῶς γὰρ οὔ; ΣΩ. περὶ τίνος δὲ δὴ διενεχθέντες καὶ ἐπὶ τίνα κρίσιν οὐ δυνάμενοι ἀφικέσθαι ἐχθροί γε ἂν ἀλλήλοις εἶμεν καὶ ὀργιζοίμεθα; ἴσως οὐ πρόχειρόν σοί ἐστιν, ἀλλʼ ἐμοῦ λέγοντος σκόπει εἰ τάδε ἐστὶ τό τε δίκαιον καὶ τὸ ἄδικον καὶ καλὸν καὶ αἰσχρὸν καὶ ἀγαθὸν καὶ κακόν. ἆρα οὐ ταῦτά ἐστιν περὶ ὧν διενεχθέντες καὶ οὐ δυνάμενοι ἐπὶ ἱκανὴν κρίσιν αὐτῶν ἐλθεῖν ἐχθροὶ ἀλλήλοις γιγνόμεθα,3 ὅταν γιγνώμεθα, καὶ ἐγὼ καὶ σὺ καὶ οἱ ἄλλοι ἄνθρωποι πάντες; ΕΥΘ. ἀλλʼ ἔστιν αὕτη ἡ διαφορά, ὦ Σώκρατες, καὶ περὶ τούτων. ΣΩ. τί δὲ οἱ θεοί, ὦ Εὐθύφρων; οὐκ εἴπερ τι διαφέρονται, διʼ αὐτὰ ταῦτα διαφέροιντʼ ἄν; ΕΥΘ. πολλὴ ἀνάγκη. ΣΩ. καὶ τῶν θεῶν ἄρα, ὦ γενναῖε Εὐθύφρων, ἄλλοι ἄλλα δίκαια ἡγοῦνται κατὰ τὸν σὸν λόγον, καὶ καλὰ καὶ αἰσχρὰ καὶ ἀγαθὰ καὶ κακά· οὐ γὰρ ἄν που ἐστασίαζον ἀλλήλοις εἰ μὴ περὶ τούτων διεφέροντο·4 ἦ γάρ;γ ΕΥΘ. ὀρθῶς λέγεις. ΣΩ. οὐκοῦν ἅπερ καλὰ ἡγοῦνται ἕκαστοι καὶ ἀγαθὰ καὶ δίκαια, ταῦτα καὶ φιλοῦσιν, τὰ δὲ ἐναντία τούτων μισοῦσιν; ΕΥΘ. πάνυ γε.

游叙弗伦:那么,神所喜爱的就是虔敬的,而神所不喜爱的就是不虔敬的。 苏格拉底:妙极了,游叙弗伦,正如我刚才所寻求的那样,你现在正是这样回答的。然而这是否真实,我还不知道,但你显然会进一步教导我,证明你所说的是真实的。 游叙弗伦:当然如此。 苏格拉底:来吧,让我们审视一下我们说的是什么。神所喜爱的以及蒙神喜爱的人是虔敬的,而神所憎恶的以及为神所憎恶的人是不虔敬的。这两者并不是一回事,而是截然相反的——虔敬与不虔敬。难道不是这样吗? 游叙弗伦:确实如此。 苏格拉底:而且这看起来说得很对吧? 游叙弗伦:我看是这样,苏格拉底。 苏格拉底:那么,神明之间会产生内讧,彼此意见分歧,并且他们之间存在着相互的敌意,这一点不是也说过吗,游叙弗伦? 游叙弗伦:确实说过。 苏格拉底:那么,好朋友,关于什么的争执会产生敌意和愤怒呢?让我们这样来看。如果我和你在数目上产生分歧,争论哪一个更多,这种分歧会使我们成为敌人并彼此发怒吗?还是说,通过进行计算,我们很快就能在这些事情上消除分歧呢? 游叙弗伦:当然。 苏格拉底:那么,如果我们对较大和较小产生分歧,通过进行度量,不也会很快终止分歧吗? 游叙弗伦:确是如此。 苏格拉底:而且,我想,通过进行称重,我们就会对较重和较轻的事情做出裁决吧? 游叙弗伦:怎么会不呢? 苏格拉底:那么,究竟是对什么产生分歧,并且由于无法达到什么样的裁决,我们才会成为仇敌并彼此发怒呢?也许你一时想不到,但在我说的时候,请思考是不是这些:正义与非正义、美与丑、善与恶。难道不正是对这些事情产生分歧,并且无法对它们做出令人满意的裁定,我们——我和你以及所有其他的人——在成为仇敌时,才彼此成为仇敌的吗? 游叙弗伦:确实就是这种分歧,苏格拉底,而且是关于这些事情的。 苏格拉底:那么神明呢,游叙弗伦?如果他们真的有什么分歧,难道不也是因为这些相同的事情而产生分歧吗? 游叙弗伦:势必如此。 苏格拉底:那么,高贵的游叙弗伦,照你的说法,诸神中也是有的人认为这些是正义的,有的人则认为那些是正义的,对于美丑、善恶也是如此。因为如果他们不是在这些事情上产生分歧,他们大概也就不会彼此争吵了,不是吗? 游叙弗伦:你说的对。 苏格拉底:那么,各人认为美、善、正义的事物,他们就喜爱它们,而憎恶与这些相反的事物吗? 游叙弗伦:当然。

语法注4 条
  1. 7τὸ μὲν τοῖς θεοῖς προσφιλὲς ὅσιον, τὸ δὲ μὴ προσφιλὲς ἀνόσιον

    游叙弗伦提出的第二个定义。形容词 προσφιλής(受喜爱的、亲近的)支配与格 τοῖς θεοῖς。该句定义:神所喜爱的是虔敬,不喜爱的是不虔敬。

  2. 7bἔχθραν δὲ καὶ ὀργάς, ὦ ἄριστε, ἡ περὶ τίνων διαφορὰ ποιεῖ;

    疑问代名词属格 τίνων 受介词 περί 支配,且整个短语构成带冠词的名词短语 ἡ...διαφορά(关于……的分歧)。主语是 ἡ περὶ τίνων διαφορά,直译为“关于什么事物的分歧会产生敌意和愤怒?”。

  3. 7dἆρα οὐ ταῦτά ἐστιν περὶ ὧν διενεχθέντες ... ἐχθροὶ ἀλλήλοις γιγνόμεθα

    关系代词 ὧν 的先行词是前文提到的“正义与非正义……”等抽象概念(由指示代词 ταῦτα 承接)。分词 διενεχθέντες(因产生分歧)与主语(我们)一致。

  4. 7eοὐ γὰρ ἄν που ἐστασίαζον ἀλλήλοις εἰ μὴ περὶ τούτων διεφέροντο

    由条件从句中的 εἰ + 直陈式过去未完成时(διεφέροντο)与主句中的 ἄν + 直陈式过去未完成时(ἐστασίαζον)构成的与现在事实相反的虚拟条件句(违实条件句)。意思是“因为如果他们不是在这些事情上产生分歧,他们大概也就不会彼此争吵了”,表明诸神不和的原因正是因为他们在这些价值判断上的不一致。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(4 处,最近 2026-11-15)
  • 2026-11-15 统一书写 — 译文 4 处
urn:cts:greekLit:tlg0059.tlg001.humanitext-grc1:7