← 战术家埃涅阿斯

围城御敌策

§8.1-8.5

防备大军入侵的国土障碍布设与坚壁清野

作者列举了防备敌军大举入侵时应采取的国土防御措施(包括地形隘阻化、河流障碍、反登陆设障、港口封锁以及清野隐匿策),并指出具体细则已在《备战篇》中有完备论述,故在此处从略。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.1

Μετὰ δὲ ταῦτα εἰς τὴν χώραν προσδεχόμενον1 πλείω καὶ μείζω δύναμιν πολεμίων πρῶτον μὲν τὴν χώραν δυσεπίβολον εἶναι τοῖς πολεμίοις καὶ δυσστρατοπέδευτον καὶ δυσπροσπόριστον κατασκευάζειν καὶ τοὺς ποταμοὺς δυσδιαβάτους καὶ πλείους.2

在此之后,当预料有规模更大、实力更强的敌军侵入疆土时,首先必须设法使本国领土令敌人难以发起进攻、难以安营扎寨且难以获得补给,并使河流难以逾越且变得更为繁多。

§8.2

Πρός τε τὰς ἀποβάσεις τῶν πολεμίων εἰς τὰ ψαμμώδη καὶ στερεὰ ὅσα καὶ οἷα χρὴ κατασκευάζεσθαι δολώματα τοῖς ἀποβαίνουσι, τοῖς τε ἐν τῇ χώρᾳ καὶ τῇ πόλει λιμέσιν οἷα εἰς τούτους δεῖ φράγματα παρασκευάζεσθαι πρὸς τὸ μὴ εἰσπλεῖν ἢ τὰ εἰσπλεύσαντα μὴ δύνασθαι ἐκπλεῦσαι, τά τε καταλιμπανόμενα ἐν τῇ χώρᾳ ἑκουσίως, εἰς χρείαν δὲ φέροντα τοῖς ἐναντίοις, οἷον πρὸς τειχοποιίαν ἢ σκηνοποιίαν ἢ ἄλλην τινὰ πρᾶξιν ὡς δεῖ ἀχρεῖα ποιεῖν ἢ μὴ φθείροντα ἀφανίζειν τά τε βρωτὰ καὶ ποτὰ καὶ τὰ κατʼ ἀγροὺς ἔγκαρπα καὶ τὰ ἄλλα κατὰ τὴν χώραν, καὶ τὰ στάσιμα ὕδατα ὡς ἄποτα δεῖ ποιεῖν, τά τε ἱππάσιμα τῆς χώρας ὡς δεῖ ἄνιππα ποιεῖν, περὶ μὲν οὖν τούτων πάντων3 ὧδε μὲν νῦν παραλείπεται, ὡς δεῖ ἕκαστον τούτων γίγνεσθαι, ἵνα μὴ καὶ ταύτῃ, λίαν πολλά, δηλῶται· γέγραπται δὲ τελέως περὶ αὐτῶν ἐν τῇ Παρασκευαστικῇ βίβλῳ.

至于针对敌人登陆沙滩与坚实地带,当为登陆者设置多少以及何种陷阱;以及对于国内和城内的港口,当在其中设置何种阻绝设施,以防敌人驶入,或使已驶入者无法驶离;以及对于有意留置于国土上、却可能为敌方所用之物(例如用于筑墙、搭棚或用于其他任何行动者),当如何使其失去效用,或在不予毁坏的前提下予以隐匿;还有关于食物、饮水、田野中的作物以及国内的其他物资,当如何使死水变得无法饮用,以及当如何使国土中原本便于驰骋之处变得无法行骑——关于所有这一切,在此处暂时从略,不再详述其各项具体当如何实施,以免在此书中也阐述过多之事;盖在《备战篇》中对这些内容已有详尽完备的记载。

语法注3 条
  1. 8.1προσδεχόμενον

    宾格分词 προσδεχόμενον 用作后文命令性不定式 κατασκευάζειν 的逻辑主语,指代泛称的“指挥官”或“守方”。

  2. 8.1καὶ πλείους

    πλείους 为形容词 πλείων 的阳性宾格复数,与 τοὺς ποταμούς 构成谓词性补充语,意为“使河流变得更多”,指通过筑坝截流或分洪造成更多水障的防御措施。

  3. 8.3Πρός τε τὰς ἀποβάσεις ... περὶ μὲν οὖν τούτων πάντων

    此为破格句(anacoluthon):开头的介词短语、间接疑问句及宾格主题(Πρός τε τὰς ἀποβάσεις..., ὅσα καὶ οἷα χρὴ..., τά τε καταλιμπανόμενα... 等)悬置长列,最终在句末由 περὶ μὲν οὖν τούτων πάντων 统摄,并归于主动词 παραλείπεται。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0058.tlg001.humanitext-grc2:8.1-8.5