← 战术家埃涅阿斯

围城御敌策

§6.1-6.7

日间哨兵的选派标准与联络网配置

本节阐述了城外高地日间哨兵的选派标准与战术经验要求,并说明了利用旗号、骑兵接力通信的网络构建,以及拂晓出城与分设暗令等防泄密措施。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.1

Χρὴ δὲ καὶ ἡμεροσκόπους πρὸ τῆς πόλεως καθιστάναι ἐπὶ τόπῳ ὑψηλῷ καὶ ὡς ἐκ πλείστου φαινομένῳ·1 ἡμεροσκοπεῖν δὲ ἐφʼ ἑκάστῳ χωρίῳ τρεῖς τοὐλάχιστον, μὴ τοὺς τυχόντας, ἀλλʼ ἐμπείρους πολέμου, ὅπως μὴ δι’ ἄγνοιαν δοξάζων τι ὁ σκοπὸς σημάνῃ ἢ διαγγείλῃ εἰς τὴν πόλιν καὶ ματαίως ὀχλῇ τοῖς ἀνθρώποις.

此外,还须在城前高处、且从尽量远处可见之地设立日间哨兵。每处哨所至少应派三人值守,绝非平庸之辈,而必须是富有战事经验之人,以免哨兵因无知而妄加揣测,向城内发信号或通报,徒然惊扰民众。

§6.2

πάσχουσι δὲ ταῦτα οἱ ἄπειροι τάξεων καὶ πολέμου, ἀγνοοῦντες τὰς τῶν πολεμίων ἐργασίας καὶ πράξεις, εἴτε ἐκ παρασκευῆς πράσσεται, εἴτε καὶ παρὰ ταὐτομάτου.

不通阵法与战事者往往会犯此类错误,因为他们无法辨别敌人的行动与作为究竟是早有预谋,还是纯属偶然。

§6.3

ὁ δὲ ἔμπειρος, γνοὺς τὴν τῶν πολεμίων παρασκευὴν καὶ πλῆθος καὶ πορείας καὶ τὴν ἄλλην κίνησιν τοῦ στρατεύματος, οὕτω τὴν ἀλήθειαν ἐμφανιεῖ.

然而,经验丰富之人一旦摸清敌军的备战态势、人数、行进路线以及军队的其他动向,便能据此呈报实情。

§6.4

Ἐὰν δὲ μὴ ὑπάρχωσιν τοιοίδε τόποι, ὥστε καὶ εἰς τὴν πόλιν ἀπʼ αὐτῶν φαίνεσθαι τὰ σημεῖα, ἄλλους ἐπʼ ἄλλοις τόποις διαδεκτῆρας εἶναι τῶν ἀειρομένων σημείων, οἳ σημανοῦσιν εἰς τὴν πόλιν.

若无这般能使信号从哨所直达城内可见的地势,则须在各处设立中继哨兵,递接升起的信号,再由他们向城内传讯。

§6.5

εἶναι δὲ τοὺς ἡμεροσκόπους καὶ ποδώκεις, οἳ ὅσα μὴ οἷά τε διὰ τῶν σημείων δηλοῦν, ἀλλʼ αὐτῶν τινα δέῃ ἐξ ἀνάγκης ἀγγέλλειν, δύνωνται ταχὺ ἀφικνεῖσθαι, καὶ ὡς ἐκ πλείστου ἀγγέλλωσιν.

日间哨兵亦须身手敏捷、健步如飞,以便在无法通过信号表明情况而必须由其中某人亲自报信时,能够迅速赶到,并从尽量遥远之处通报消息。

§6.6

Ἄριστον δὲ ἱππασίμων ὄντων τόπων καὶ ὑπαρχόντων ἵππων ἱππέας ἱππέας συνείρειν,2 ἵνα διὰ τῶνδε θᾶσσον ἀγγέλληται. πέμπειν δὲ ἐκ τῆς πόλεως τοὺς ἡμεροσκόπους ὄρθρου ἢ ἔτι νυκτός, ἵνα τοῖς τῶν πολεμίων σκοποῖς μὴ κατάδηλοι ὦσιν ἡμέρας πορευόμενοι ἐπὶ τὰ ἡμεροσκοπεῖα.

倘若地势宜于骑乘且有马匹可用,最佳之策莫过于串联骑兵以接力传递,从而借由他们更快捷地传报消息。应在拂晓或天色未明时将哨兵自城中派出,以免他们白天前往哨所时被敌军哨兵察觉。

§6.7

σύνθημα δὲ μὴ ἔχειν αὐτοὺς ἓν καὶ τὸ αὐτὸ, ὅπως μήτε ἑκόντες μήτε ἄκοντες, ἐὰν συλληφθῶσιν ὑπὸ τῶν πολεμίων, εἰπεῖν ἔχωσι3 τὸ τῶν ἐν τῇ πόλει σύνθημα. παραγγέλλεσθαι δὲ τοῖς ἡμεροσκόποις αἴρειν τὰ σύσσημα ἐνίοτε, καθάπερ οἱ πυρσευταὶ τοὺς πυρσούς.

绝不可让他们与城内使用完全相同的口令,以便他们若被敌军俘获,无论自愿还是被迫,都无法泄露城内所用的暗令。此外,还应吩咐日间哨兵不时升起协同旗号,恰如烽火兵举起火把一般。

语法注3 条
  1. 6.1ὡς ἐκ πλείστου φαινομένῳ

    介词短语 ἐκ πλείστου(从极远处)由 ὡς 加强最高级语气,表示“从尽量最远处可见”。φαινομένῳ 为中被动态分词,与前方的 τόπῳ 在性、数、格上一致。

  2. 6.6ἱππέας ἱππέας συνείρειν

    宾格名词 ἱππέας 的重叠使用表示分配与相继连续(“将骑兵接二连三地、接力式地”),作动词 συνείρειν(串联、连接)的宾语,指建立骑兵接力传递的情报网。

  3. 6.7εἰπεῖν ἔχωσι

    动词 ἔχω 搭配不定式 εἰπεῖν 构成表示能力的句式(“能够说出”)。在 ὅπως 引导的否定目的从句中采用虚拟式 ἔχωσι。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0058.tlg001.humanitext-grc2:6.1-6.7