← 战术家埃涅阿斯

围城御敌策

§20.1-20.5

门闩的加固与防止城门破坏之策

为防范破坏门闩的行径,本节提出了诸多防范措施:将领须亲自闭锁监管、门闩包铁、采用多枚不同式样的插销由专人保管并加盖铁片防拔、设置开闭时能警示全城的声响机构,以及门闭后颁布口令布防。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§20.1

Εἰς δὲ τὸ τούτων μηδὲν κακουργεῖσθαι χρὴ, πρῶτον μὲν στρατηγὸν μὴ δεδειπνηκότα δι’ αὑτοῦ τὴν κλεῖσιν καὶ τὴν ἐπιμέλειαν ποιεῖσθαι, μηδὲ ἄλλῳ πιστεύειν ῥᾳθύμως διακείμενον·1 ἐν δὲ τοῖς ἐπικινδύνοις καὶ πάμπαν σύννουν δεῖ περὶ ταύτην εἶναι.

为了防止上述任何破坏行径,首先必须由尚未进晚餐的将领亲自负责闭锁与监管,绝不可掉以轻心托付他人;在危急关头,尤须对此事全神贯注。

§20.2

ἔπειτα τὸν μοχλὸν σεσιδηρῶσθαι διὰ μήκους τριχῇ ἢ τετραχῇ· ἄπριστος γὰρ ἔσται. ἔπειτα βαλάνους ἐμβάλλεσθαι τρεῖς μὴ ὁμοτρόπους, τούτων δὲ ἕκαστον φυλάττειν ἀνὰ μίαν τῶν στρατηγῶν· εἰ δὲ πλείονες εἴησαν, πάλῳ καθʼ ἡμέραν τοὺς λαχόντας.2 ἄριστον δὲ τὰς βαλάνους μὴ ἐξαιρετὰς εἶναι, ὑπὸ δὲ λοπίδος σιδηρᾶς κατέχεσθαι, ἵνα μὴ πλέον ἐξαιρομένη μετεωρίζηται τῷ καρκίνῳ ἢ ὥστε τὸν μοχλὸν ὑπωθεῖσθαι3 ἐπικλειομένων τῶν πυλῶν καὶ ἀνοιγομένων· τὸν δὲ καρκίνον ἐσκευάσθαι, ὅπως ὑπὸ τὴν λοπίδα καθίηται καὶ ῥᾳδίως τὴν βάλανον μετεωρίζῃ.

其次,门闩应在其长度方向上的三处或四处包上铁皮,因为这样就无法被锯断了。再次,应插上三枚式样各不相同的插销,由各位将领每人保管一枚;若将领人数更多,则由每日抽签得中者保管。 最好让这些插销无法完全拔出,而是由一块铁片压制住,以免用钳形钥匙起出插销时,抬升得超过闭门或开门时推移门闩所必需的高度;钳形钥匙的构造应便于探入铁片下方并轻易抬起插销。

§20.4

Ἀπολλωνιᾶται δὲ οἱ ἐν τῷ Πόντῳ παθόντες τι τῶν προγεγραμμένων κατεσκεύασαν τὰς πύλας κλείεσθαι ὑπὸ σφύρας τε μεγάλης καὶ κτύπου παμμεγέθους γιγνομένου, ὡς σχεδὸν κατὰ πᾶσαν τὴν πόλιν ἀκούεσθαι ὅταν κλείωνται ἢ ἀνοίγωνται αἱ πύλαι· οὕτω μεγάλα τε καὶ σεσιδηρωμένα ἦν τὰ κλεῖθρα.

本都地区的阿波罗尼亚人在遭遇过前述某种险情后,便将城门装置设计为在闭合时借大锤击打并发出极大的响声,以致每逢开阖城门之际,几乎整座城邦都能听见;其闭锁装置就是如此巨大且包覆铁皮。

§20.5

τὸ δὲ αὐτὸ καὶ ἐν Αἰγίνῃ. ὅταν δὲ αἱ πύλαι κλεισθῶσιν, τοῖς φύλαξι σύνθημα καὶ παρασύνθημα δόντας ἐπὶ τὰ φυλάκια διαπέμψαι.

在埃癸娜岛也是如此做法。城门关闭之后,应向守卫授予口令与副口令,然后将他们遣派至各个哨所。

语法注3 条
  1. 20.1ῥᾳθύμως διακείμενον

    阳性宾格单数分词短语,其语法一致对象并非紧邻的与格 ἄλλῳ,而是不定式 ποιεῖσθαι 和 πιστεύειν 的逻辑主语 στρατηγόν(宾格)。指告诫将领自身不可处于松懈麻痹的心态而将事务托付他人。

  2. 20.2εἰ δὲ πλείονες εἴησαν, πάλῳ καθʼ ἡμέραν τοὺς λαχόντας

    条件句主句中承前省略了不定式 φυλάττειν。宾格分词 τοὺς λαχόντας 作其逻辑主语,意为“若(将领人数)更多,则由每日抽签得中者(予以保管)”。

  3. 20.3ἵνα μὴ πλέον ἐξαιρομένη μετεωρίζηται τῷ καρκίνῳ ἢ ὥστε τὸν μοχλὸν ὑπωθεῖσθαι

    由比较级 πλέον 与 ἢ ὥστε + 不定式构成的限定句式,表示“超过了使门闩得以推移所必需的程度”。阴性单数主格分词 ἐξαιρομένη 从前文复数的 τὰς βαλάνους 中取其单数形式(指每一枚插销)作为从句主语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0058.tlg001.humanitext-grc2:20.1-20.5