← 战术家埃涅阿斯

围城御敌策

§10.1-10.15

应对内部危机的治安管制与防御法令

本节阐述了城邦在面临危机时的一整套内部治安与防御措施,包括将牲畜奴隶疏散至邻邦、将庄稼与人员运入城内、严禁私下集会与无报备宴饮、严厉管制流亡者及书信往来、对武器与外侨及外邦使团的登记与监视、物资进口奖励、实行宵禁以及重奖告密者等。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§10.1

Δεῖ δὲ καὶ τάδε παρηγγέλθαι τῶν πολιτῶν τοῖς κεκτημένοις ζεύγη ἢ ἀνδράποδα ὑπεκτίθεσθαι εἰς τοὺς προσοίκους, ὡς οὐκ εἰσαξόντων εἰς τὴν πόλιν.1

此外,还必须向拥有役畜或奴隶的公民下达命令,将它们疏散转移至邻邦居民处,理由是不得将其带入城内。

§10.2

οἷς δʼ ἂν μὴ ὑπάρξῃ ξενία παρʼ οὓς θήσονται, τοὺς ἄρχοντας δημοσίᾳ παρατίθεσθαι τοῖς προσοίκοις, παρασκευάζοντας δι’ ὧν σωθήσεται τὰ ὑπεκτιθέμενα.

对于那些没有可以寄放的客友之人,应当由长官公开出面将其托付给邻邦居民,并安排确保被疏散之物得以保全的措施。

§10.3

Ἔπειτα κηρύγματα ποιεῖσθαι τοιάδε διά τινος χρόνου, φόβου καὶ ἀποτροπῆς τῶν ἐπιβουλευόντων ἕνεκεν. κατακομίζειν τὰ ἐλεύθερα σώματα καὶ τοὺς καρποὺς ἐν τῇ πόλει, τοῦ δὲ ἀνηκουστοῦντος2 ἐξουσίαν εἶναι τῷ βουλομένῳ ἀζήμια ἄγειν καὶ φέρειν τὰ ἐκ τῆς χώρας. τάς τε ἑορτὰς κατὰ πόλιν ἄγειν, συλλόγους τε ἰδίους μηδαμοῦ μήτε ἡμέρας μήτε νυκτὸς γίγνεσθαι, τοὺς δὲ ἀναγκαίους ἢ ἐν πρυτανείῳ ἢ ἐν βουλῇ ἢ ἐν ἄλλῳ φανερῷ τόπῳ. μηδὲ θύεσθαι μάντιν ἰδίᾳ ἄνευ τοῦ ἄρχοντος. μηδὲ δειπνεῖν κατὰ συσσιτίαν ἀλλʼ ἐν ταῖς αὑτῶν οἰκίαις ἑκάστους, ἔξω γάμου καὶ περιδείπνου, καὶ ταῦτα προαπαγγείλαντας τοῖς ἄρχουσιν. Ἐὰν δὲ ὦσιν φυγάδες, ἐπικηρύσσειν, ὃς ἂν ἀστῶν ἢ ξένων ἢ δούλων ἀποκινῇ, ἃ ἑκάστῳ τούτων ἔσται.3 καὶ ἐάν τίς τινι τῶν φυγάδων συγγένηται ἢ παρʼ ἐκείνων τισὶν ἢ ἐπιστολὰς πέμψῃ ἢ δέξηται, εἶναί τινα κίνδυνον ἢ ἐπιτίμιον αὐτῷ. τῶν δὲ ἐκπεμπομένων καὶ εἰσαγομένων ἐπιστολῶν εἶναι ἐπισκόπησιν, πρὸς οὓς οἰσθήσεται πρότερον. ὅπλα οἷς ἐστιν ἑνὸς πλείω ἀπογράφεσθαι, καὶ ἐξάγειν μηδένα μηδὲν ὅπλον, μηδὲ ἐνέχυρον δέχεσθαι. στρατιώτας μὴ μισθοῦσθαι μηδὲ ἑαυτὸν μισθοῦν ἄνευ τῶν ἀρχόντων. ἐκπλεῖν μηδένα ἀστῶν μηδὲ μέτοικον ἄνευ συμβόλου, τά τε πλοῖα προπαρηγγέλθαι ὁρμίζεσθαι καθʼ ἃς πύλας ἐν τοῖς ἐχομένοις4 ῥηθήσεται. ξένους τοὺς ἀφικνουμένους τὰ ὅπλα ἐμφανῆ καὶ πρόχειρα φέρειν, καὶ εὐθὺς αὐτῶν παραιρεῖσθαι, καὶ αὐτοὺς μηδένα ὑποδέχεσθαι, μηδὲ τοὺς πανδοκέας, ἄνευ τῶν ἀρχόντων, τοὺς δὲ ἄρχοντας ἀπογράφεσθαι καὶ παρʼ ᾧ τίνες, ὅταν κατάγωνται. τὰς δὲ νύκτας ὑπὸ τῶν ἀρχόντων τὰ πανδοκεῖα ἔξωθεν κλείεσθαι. διὰ χρόνου δέ τινος, ὅσοι ἂν ταλαπείριοι αὐτῶν ὦσιν, ἐκκηρύττεσθαι. ὁμόρους δὲ ἢ κατὰ παίδευσιν ἢ κατʼ ἄλλην τινὰ χρείαν ἐπιδημοῦντας ἀπογράφεσθαι. ταῖς δὲ δημοσίαις ἀφικνουμέναις πρεσβείαις ἀπὸ πόλεων ἢ τυράννων ἢ στρατοπέδων οὐ χρὴ ἐν αὑτοῖς τὸν ἐθέλοντα διαλέγεσθαι, ἀλλʼ ἀεὶ παρεῖναί τινας τῶν πολιτῶν τοὺς πιστοτάτους, οἳ μετʼ αὐτῶν συνδιατελοῦσιν μέχρις ἂν ἐνδημῶσιν οἱ πρέσβεις. καὶ ὧν ἂν σπανίζῃ ἡ πόλις, σίτου ἢ ἐλαίου ἢ ἄλλου τινός, τῷ εἰσάγοντι κατὰ πλῆθος τῶν εἰσαγομένων τόκους προκεῖσθαι καὶ στέφανον δίδοσθαι εἰς τιμήν, τῷ δὲ ναυκλήρῳ ἀνολκὴν καὶ καθολκήν. ἐξοπλισίας τε πυκνὰς ποιεῖσθαι, καὶ ξένους τοὺς ἐνδήμους τὸν καιρὸν τοῦτον μεθίστασθαι εἰς χωρίον ῥητὸν ἢ κατʼ οἶκον διατελεῖν· ᾗ δὲ ἂν ἄλλῃ φαίνηται, ζημίαν προκεῖσθαι ὡς ἀδικοῦντι. ὅταν τε σημήνῃ, τούτοις τὰ ἐμπόρια καὶ πρατήρια κλείεσθαι, καὶ τὰ λύχνα κατασβέννυσθαι, καὶ τῶν ἄλλων μηδένα ἔτι παρεῖναι· ὅταν δέ τινι ἀναγκαῖόν τι συμβῇ, μετὰ λαμπτῆρος βαδίζειν, ἕως ἂν ἀντιπαραγγελθῇ. καὶ ὃς ἂν καταμηνύσῃ τινὰ ἐπιβουλεύοντα τῇ πόλει, ἢ ὅ τι ἂν τῶν προγεγραμμένων τις πραττόμενον ἐξαγγείλῃ, ἀνηγγέλθαι τε αὐτῷ ἀργύριον καὶ τὸ ἀγγελθὲν ἐμφανῶς προκεῖσθαι ἐν ἀγορᾷ ἢ ἐπὶ βωμοῦ ἢ ἐν ἱερῷ, ἵνα προχειρότερόν τις τολμήσῃ μηνύειν τι τῶν προγεγραμμένων.

其后,为了使图谋不轨者心生恐惧并予以震慑,应当隔一段时间发布如下告示:将自由民人身及庄稼运入城内;若有人不听从命令,任何有意者均有权从乡野掠夺其财物而不受惩罚;节日庆典须在城内举行,无论昼夜均不得在任何地方举行私下集会,必要的集会须在市政官署、议事厅或其他公开场所举行;预言者亦不得在没有长官在场的情况下擅自私下献祭;众人不得聚于会饮社进餐,而须各自在家中用餐,唯婚礼与丧宴除外,且即便是此类宴饮,亦须事先向长官报备。 若有流亡者,应当发布公告:无论是公民、外邦人还是奴隶,凡擅自离去者,各人将会遭遇何事;若有人与任何流亡者或其派来之人私会,或寄收书信,该人须承担某种危险或惩罚;对于寄出与收受的书信,应当设有检查,并须先送交〔检查官〕处;凡拥有两副以上武器者须进行登记,任何人不得外运任何武器,亦不得接受武器作为抵押品;未经长官许可,不得雇佣士兵,亦不得受雇从军;公民与同居外侨皆不得在无凭证的情况下乘船离港,并须预先下令船只停泊于后文所述的指定城门之前;抵达的外邦人须将武器显露且随手可及地携于手上,并随即被解除武器;未经长官许可,任何人(包括客栈掌柜)均不得接待他们,每当他们投宿时,长官须登记何人投宿于何处;入夜之后,客栈须由长官从外部上锁;经过一定时期后,凡属于他们当中穷困无业者,皆须张榜驱逐;但因求学或因其他某种需要而客居的邻邦居民则须予以登记;对于由各城邦、僭主或军营正式派来的公开使团,任何想与之交谈者不得擅自交谈,而须始终有若干最受信任的公民在场,并在使节逗留期间始终陪同他们;凡本城匮乏之物,无论是粮食、橄榄油还是其他物品,须按输入数量向输入者开出奖金,并授予冠冕以示表彰,且赋予船主将船拖上海滩与推入海中的特权;须频繁举行全副武装的阅兵集结,在此期间,客居本城的外邦人须撤离至指定地点或留在室内;若见其出现在其他任何地方,须按违法行为对其处以罚金;一旦发出信号,市集与店铺须向其关闭,熄灭灯火,其余任何人亦不得再滞留于外;若有人遇紧急要事,须提灯而行,直至收到相反的命令为止;凡告发有图谋危害城邦者,或举报有违犯上述规条者,须向其悬赏钱财,并将所悬赏金公开陈列于广场、祭坛或圣所之内,以便有人更大胆果决地出面告发上述违规情事。

语法注4 条
  1. 10.1ὡς οὐκ εἰσαξόντων εἰς τὴν πόλιν

    由 ὡς 引出的属格独立结构,表示官方的前置理由或意图(“基于不得将其带入城内的前提/理由”)。将来时主动分词 εἰσαξόντων 省略了指代当局或全体公民的名词性主语。

  2. 10.3τοῦ δὲ ἀνηκουστοῦντος

    带定冠词的实质化现在时分词单数属格(“不听从命令者的”),置于句首强调,作从属于后文 τὰ ἐκ τῆς χώρας 的所属属格(“不听从者其在乡野的财物”)。

  3. 10.5ὃς ἂν ἀστῶν ἢ ξένων ἢ δούλων ἀποκινῇ, ἃ ἑκάστῳ τούτων ἔσται

    充当 ἐπικηρύσσειν 的间接疑问宾语从句。前半部分条件关系从句 ὃς ἂν... ἀποκινῇ(“无论公民、外邦人还是奴隶,凡擅自离去的人”,此处 ἀποκινέω 作不及物动词,意为溜走、离城)与后面的疑问从句 ἃ ἑκάστῳ τούτων ἔσται(“这些人中的每一个将会受到何种[惩处]”)紧密结合。

  4. 10.8ἐν τοῖς ἐχομένοις

    意为“在接下来的部分中”或“在后文中”的固定习语。ἔχομαι 的中动相分词表示时间或空间上的接续,此处指文本随后的章节。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0058.tlg001.humanitext-grc2:10.1-10.15