- 底本
- Galen. Claudii Galeni Opera Omnia, Volume 7. Kühn, Karl Gottlob, editor. Leipzig: Knobloch, 1824.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0057.tlg054.humanitext-grc1:16-17
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-25
作者解释了静脉曲张以及由腹膜与肌腱膜破损导致的各种疝气的发生机制,并梳理了口腔、鼻腔和眼部等处发生的多种局部肿瘤与炎症性赘生物的定义,最后结束了关于异常肿胀的讨论。
Κιρσοὺς δὲ καὶ τὰς ἄλλας ἁπάσας φλέβας εὐρυνομένας ὀνομάζουσιν οἱ παλαιοί. κιρσοὺς δὲ καὶ ταύτας οἱ νεώτεροι καλοῦσιν ἰατροὶ, τὸ ι΄ στοιχεῖον μετὰ τοῦ κ΄ στοιχείου τιθέντες, οὐ καθάπερ οἱ Ἀθηναῖοι. γίνονται δὲ καὶ κατὰ τὰ σκέλη κιρσοὶ διὰ ἀῤῥωστίαν τῶν τῇδε φλεβῶν, καὶ μᾶλλον ὅταν αἷμα παχὺ πλεονάζῃ κατὰ τὸ σῶμα. περιτοναίου δὲ τρωθέντος, ἢ ῥαγέντος, εἶτα μὴ συμφύντος, ὄγκος μαλακὸς γίνεται κατὰ τὸ χωρίον. εἰ δὲ καὶ κατὰ τὸν βουβῶνα γένοιτο, καλοῦσι βουβωνοκήλην. εἰ δὲ κατὰ τὸν ὀμφαλὸν συμβαίη τοῦτο, καλοῦσιν ἐξομφάλους ἔνιοι τῶν ἰατρῶν τοὺς ᾧδε πάσχοντας. ἔστι δ’ οὐ τοῦ περιτοναίου μόνου οὐδὲν τῶν παθῶν τούτων,1 ἀλλὰ χρὴ πάντως καὶ τὴν τοῦ μυὸς ἀπονεύρωσιν παθεῖν, ἣν ἐν ταῖς ἀνατομικαῖς ἐγχειρήσεσιν ὁποία τίς ἐστιν ἐδήλωσα. ταυτὶ μὲν οὖν τὰ πάθη τῶν ἐγκαρσίων μυῶν ἔστιν, αἱ δ’ ἐν τῷ βουβῶνι κῆλαι τῶν λοξῶν, ἤτοι ῥηγνυμένης, ἢ ἀνευρυσμένης αὐτῶν τῆς κατὰ τοῦτο τὸ χωρίον ἀπονευρώσεως2 ἅμα τῷ περιτοναίῳ χιτῶνι, γίγνονται δὲ καὶ ἄλλοι τῶν ταύτῃ χωρίων ὄγκοι, διά τι τῶν ὑποκειμένων σπλάγχνων ἐξαιρόμενον. εἴρηται δὲ καὶ τὰ πάθη τὰ τοὺς ὄγκους αὐτῶν ἐργαζόμενα. φλεγμοναὶ γάρ εἰσι καὶ σκίῤῥοι καὶ ἀποστήματα καὶ ὅσα τοιαῦτα. κατὰ δὲ τοὺς ὑδερικοὺς ἀθροίζεται ταύτῃ πλῆθος, ὑδατῶδες μὲν ἐν τοῖς ἀσκίταις, πνευματῶδες δὲ ἐν τοῖς τυμπανίταις, φλεγματῶδες δὲ ἐν τοῖς ἀνὰ σάρκα καὶ λευκοφλεγματίαις ὀνομαζομένοις.
古代人将所有其他扩张的静脉也都称为静脉曲张(cirsus)。而较新一代的医生也称这些为静脉曲张,他们在字母 kappa 之后放置字母 iota,不像雅典人那样。脚部也会因为该处静脉的虚弱而产生静脉曲张,尤其是当体内粘稠的血液过剩时。当腹膜受损或破裂,随后未能愈合时,该部位就会产生柔软的肿胀。如果这也发生在腹股沟,他们称之为腹股沟疝(bubonocele)。如果这发生在脐部,一些医生将这样患病的人称为脐疝患者(exomphalos)。然而,这些病症没有一个仅属于腹膜,而是肌肉的腱膜也必须同样受损,关于这是一种怎样的结构,我在《解剖操作》中已经作了说明。因此,这些病症属于腹横肌,而腹股沟的疝则属于腹斜肌,因为它们在这一部位的腱膜与腹膜壁一起,要么破裂,要么被扩张。在这些部位也会产生其他肿胀,这是由于其下方某种内脏凸出所致。而产生这些肿胀的病症也已经说过。因为它们是炎症、硬化、脓疡以及所有此类病症。在水肿患者中,该部位会积聚大量的物质,在腹水症中是水性的,在鼓胀症中是气性的,在全身浮肿和被称为白粘液质的病症中则是粘液性的。
Ἤδη δὲ καὶ ἄλλοι τινὲς ὄγκοι τετυχήκασιν ἰδίων ὀνομάτων, οὐδὲν ἐξαίρετον ἔχοντες, οἷον ἐπουλίδες τε καὶ παρουλίδες, καὶ θύμοι, καὶ τἄλλα ὅσα τοιαῦτα σαρκώδη βλαστήματα. καθάπερ γε πάλιν αἱ σταφυλαὶ καὶ τὰ παρίσθμια καὶ αἱ ἀντιάδες οὐκ ἄλλό τι ἢ φλεγμοναί εἰσιν, αἱ μὲν σταφυλαὶ τοῦ γαργαρεῶνος, αἱ δὲ ἀντιάδες τῶν ἐν ἀρχῇ τῆς φάρυγγος ἀντικειμένων ἀλλήλοις ἀδένων, ὥσπερ τὰ παρίσθμια τῶν κατ’ αὐτὴν τὴν φάρυγγα σωμάτων. Ἱπποκράτης δ’ ἔοικεν3 οὐχ ἅπασαν φλεγμονὴν τοῦ κίονος ὀνομάζειν σταφυλὴν, ἀλλ’ ἓν μόνον εἶδος, ἐν ᾧ τὸ πέρας τοῦ γαργαρεῶνος ὁμοιοῦται σταφυλῆς ῥαγί. ἀλλὰ καὶ οἱ πολύποδες, ἤτοι φλεγμονῆς, ἢ φύματος, ἤ τινος βλαστήματος, ἢ ὅπως ἂν ἐθελήσῃ τις ὀνομάζειν, ἐν μυκτῆρσι συνισταμένου ἀποτελοῦνται, φλεγμονώδεις δ’ εἰσὶ καὶ ὑγροὶ διὰ τὸ χωρίον. ἐγκανθὶς δὲ καὶ αὕτη παρὰ φύσιν μέν τις ὄγκος ἐν τοῖς μεγάλοις γίνεται κανθοῖς, ἔστι δ’ οὐ τῷ παντὶ γένει παρὰ φύσιν. τὰ δὲ πτερύγια βλαστήματά ἐστι τοῦ ἐπιπεφυκότος ἔξωθεν ὑμένος τοῖς ὀφθαλμοῖς, ὃς ἀπὸ τοῦ περιοστίου καταφερόμενος ἐπὶ τὴν στεφάνην ἀφικνεῖται. τὰ δὲ σταφυλώματα καλούμενα, τὰ μὲν τῇ θέσει μόνῃ, τὰ δὲ τῇ διαθέσει παρὰ φύσιν ἐστὶν, εἴρηται δὲ περὶ τῶν τοιούτων ἁπάντων, ὅσα κατὰ τοὺς ὀφθαλμοὺς συνίσταται πάθη, δι’ ἑτέρου. καιρὸς οὖν ἤδη παύειν ἐν τῷδε τὸν λόγον, οὐδὲ μιᾶς ἔτι τῶν παρὰ φύσιν ὄγκων ἰδέας ἀῤῥήτου καταλελειμμένης.
此时,某些其他肿胀也已经获得了它们自己的名称,它们并没有什么特别之处,例如龈瘤(epulis)、齿龈脓肿(parulis)、疣状赘生物(thymus)以及所有其他此类肉质赘芽。正如另一方面,悬雍垂炎(staphyle)、扁桃体炎(paristhmia)和扁桃体肥大(antiades)不外乎是炎症:悬雍垂炎是悬雍垂的炎症,扁桃体肥大是咽喉入口处彼此相对的腺体的炎症,而扁桃体炎则是沿咽喉本身的组织炎症。希波克拉底似乎并不将悬雍垂的所有炎症都称为“staphyle”,而仅指其中一种,即悬雍垂的末端变得像葡萄粒的那种。此外,鼻息肉(polyps)也是由炎症、或热疖、或某种赘芽,或者无论人们想怎么称呼它的东西在鼻腔中形成而产生的,由于该部位的原因,它们具有炎症性且是湿润的。而泪丘瘤(encanthis)本身也是发生在内眦(大眼角)处的某种异常肿胀,但对于整个类别(组织)来说,它并非完全异常。翼状胬肉(pterygia)是从外部覆盖眼睛的膜(结膜)的赘芽,该膜从骨膜向下延伸到达角膜缘。而被称为角膜葡萄肿(staphylomata)的病症,有些仅在位置上是异常的,有些则在状态上是异常的;关于所有这些在眼部形成的病症,已经在另一部著作中作了论述。因此,现在是时候结束这里的讨论了,因为没有任何一种异常肿胀的类型被遗漏而未被论述。
- 16οὐδὲν τῶν παθῶν τούτων
全盘否定的主语 οὐδέν(无一)后接部分属格 τῶν παθῶν τούτων(在这些病症中),并与表示限定的 μόνου(仅)相结合,构成了一个含有部分否定的强否定句,意为“这些病症中没有任何一个是仅属于腹膜的”。
- 16ῥηγνυμένης, ἢ ἀνευρυσμένης αὐτῶν τῆς κατὰ τοῦτο τὸ χωρίον ἀπονευρώσεως
由关联连词 ἤτοι ... ἤ(要么……要么……)引导的属格绝对结构。名词 ἀπονευρώσεως 在语法上充当主语,受被动分词 ῥηγνυμένης 和 ἀνευρυσμένης 的修饰,属格代词 αὐτῶν 则指代前文的“斜肌(τῶν λοξῶν)”。
- 17Ἱπποκράτης δ’ ἔοικεν
此处使用了 ἔοικεν 的人称结构(以 Ἱπποκράτης 为主语,支配不定式 ὀνομάζειν),而非无人称结构“似乎……”。应译为“希波克拉底似乎将……称为……”。
翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(1 处,最近 2026-09-21)
- 2026-09-21 AI校阅 — 译文 1 处
