← 盖伦

论异常肿块

§1

肿胀的定义与反自然肿瘤的区分

盖伦从“肿瘤/肿胀”(onkos)一词的定义出发,区分了健康的肥胖与病理性的肿胀,并将讨论引入伴有功能障碍的反自然肿瘤。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΤΩΝ ΠΑΡΑ ΦΥΣΙΝ ΟΓΚΩΝ ΒΙΒΛΙΟΝ. Ἕν τι τῶν συμβεβηκότων τοῖς σώμασιν ὑπάρχει τὸ δηλούμενον πρᾶγμα πρὸς τῆς ὄγκου φωνῆς. τὴν γὰρ εἰς μῆκος καὶ πλάτος καὶ βάθος διάστασιν οὕτως ὀνομάζουσιν Ἕλληνες. ἔστι δ’ ὅτε καὶ τὴν ὑπὲρ τὸ κατὰ φύσιν αὔξησιν ὄγκον καλοῦσιν, ὅπερ οὐ τοῖς νοσοῦσι μόνον καθ’ ὁτιοῦν μόριον, ἀλλὰ καὶ τοῖς ὑγιαίνουσιν ὑπάρχει. καὶ γὰρ καὶ οἱ παχεῖς ηὔξηνται μὲν ὑπὲρ τὸ κατὰ φύσιν εἰς βάθος καὶ πλάτος, οὐ μὴν ἤδη γέ πω παρὰ φύσιν ἔχουσιν. ὡς γὰρ πολλάκις εἴρηται, τρίτη τίς ἐστι κατάστασις ἡ τῶν οὐ φύσει διακειμένων σωμάτων, ἐν μέσῳ πως ὑπάρχουσα τῶν κατὰ φύσιν τε καὶ παρὰ φύσιν ἐχόντων. ὁ μὲν οὖν παχὺς ἢ ἰσχνὸς οὐ παρὰ φύσιν, ἀλλ’ ἁπλῶς μόνον ὁ μὲν ὑπὲρ τὸ κατὰ φύσιν, ὁ δὲ ἐνδεέστερον ἔχει τοῦ κατὰ φύσιν, οὐ φύσει δὲ ἑκάτερος. ὁ δὲ ἐξ ὑδέρου τὸν ὄγκον ἐπικτησάμενος, ἢ ἐκ φθόης τὴν λεπτότητα, παρὰ φύσιν ἄμφω διάκεινται.1 πρόκειται δὲ ἡμῖν ἐν τῷ νῦν ἐνεστῶτι λόγῳ σκέψασθαι περὶ τῶν παρὰ φύσιν ὄγκων, ὅλον τε καταλαμβανόντων τὸ σῶμα, καὶ μόριον ὁτιοῦν αὐτοῦ, τοσοῦτον ἐπιδιορισαμένοις,2 ὡς τῶν οὐ φύσει διαθέσεων αἱ ὑπερβολαὶ παρὰ φύσιν εἰσίν. ὅρος δὲ τῆς ὑπερβολῆς ἐστιν αὐτῶν ἡ βλάβη τῆς ἐνεργείας. ἀλλὰ περὶ μὲν τούτων τῶν ὄγκων οὐ δεῖ μακροτέρου λόγου. γινώσκεται γὰρ ὑπὸ πάντων ἀνθρώπων, οὐ μόνον τῶν ἰατρῶν, σαρκὸς καὶ πιμελῆς ἀμετρία τὴν γένεσιν αὐτῶν ἐργαζομένη·3 τοὺς δ’ ἄλλους ὄγκους, ὅσοι κατὰ τὴν διάθεσιν αὐτῶν τῶν σωμάτων, οὐ μόνον τὴν ποσότητα πρώτην, τοῦ κατὰ φύσιν ἐξεστήκασιν, ἤδη σκοπῶμεν, ἀπὸ φλεγμονῆς ἀρξάμενοι.

盖伦《论反自然的肿瘤》书 通过“肿胀”(onkos)一词所表明的事物,是属于身体的偶属性之一。因为希腊人将向长度、宽度和深度的延伸如此命名。但有时他们也将超出自然状态的增大称为“肿胀”,这不仅存在于身体某一部分有病的人身上,也存在于健康的人身上。事实上,肥胖的人在深和宽上虽然超出了自然状态而有所增大,但他们绝非因此就已经处于反自然的状态。因为正如屡次所说的那样,存在着某种第三种状态,即非自然处境下的身体的状态,它处于自然状态与反自然状态之间的某种中间位置。因此,肥胖或消瘦的人并非处于反自然状态,而只是单单一方超出了自然状态,另一方则不足于自然状态,且双方都不是自然处境。然而,因水肿而获得肿胀者,或因结核而获得消瘦者,两者都处于反自然的状态。而在当下的讨论中,我们的任务是考察反自然的肿瘤,它们既可能占据整个身体,也可能占据身体的任何一部分,只要我们预先做此限定:非自然状态的过度呈现便是反自然状态。而它们过度的标准则是功能的受损。然而,关于这些肿胀,无需赘言。因为不仅是医生,所有人尽皆知,肌肉和脂肪的无度增生导致了它们的产生。那么,现在让我们来考察其余的肿瘤,即那些根据身体自身的状态——而非仅仅是在最先的数量上——偏离了自然状态的肿瘤,并从炎症开始探讨。

语法注3 条
  1. 1ὁ δὲ ἐξ ὑδέρου τὸν ὄγκον ἐπικτησάμενος, ἢ ἐκ φθόης τὴν λεπτότητα, παρὰ φύσιν ἄμφω διάκεινται.

    尽管主语以单数分词(ὁ ἐπικτησάμενος)开始,并通过选择连词 ἤ 连接另一个单数名词短语(其后省略了分词),但谓语动词却使用了复数形式 διάκεινται,并配以指代双方的 ἄμφω。这是符合语义一致(schema ad sensum)的破格(anacoluthon)现象。

  2. 1τοσοῦτον ἐπιδιορισαμένοις

    此与格分词与主句 πρόκειται ἡμῖν 中的 ἡμῖν(“对我们而言”)相一致。在语义上,它作为不定式 σκέψασθαι(“考察”)的主语起作用,但在语法上被吸引为与格形式。

  3. 1σαρκὸς καὶ πιμελῆς ἀμετρία τὴν γένεσιν αὐτῶν ἐργαζομένη

    这是与被动语态动词 γινώσκεται(“被知道”)连用的主格分词结构,相当于主动语态 γινώσκουσι τὴν ἀμετρίαν ἐργαζομένην(“他们知道无度增生导致……”)的被动表达。整句意为“肌肉和脂肪的无度增生导致了它们的产生,这是尽人皆知的”。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文无修订urn:cts:greekLit:tlg0057.tlg054.humanitext-grc1:1