← 盖伦

论动脉中是否天然含有血液

§1

动脉内血液的存在与埃拉西斯特拉托斯派的反驳

通过动脉受损时血液立即流出的现象,论证了动脉中原本就含有血液。对此,作者引入了埃拉西斯特拉托斯学派的反驳(即精气因其微细而在未被察觉的情况下先逃逸),并开始通过向他们发问来准备反驳。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1

​ΓΑΛΗΝΟΥ, ΕΙ ΚΑΤΑ ΦΥΣΙΝ ΕΝ ΑΡΤΗΡΙΑΙΣ ΑΙΜΑ ΠΕΡΙΕΧΕΤΑΙ, ΒΙΒΛΙΟΝ. Ἐπειδὴ, τιτρωσκομένης ἀρτηρίας ἡστινοσοῦν, φαίνεται κενούμενον αἷμα, δυοῖν θάτερον ἀναγκαῖον ὑπάρχειν, ἢ ἐν αὐταῖς αὐτὸ περιέχεσθαι ταῖς ἀρτηρίαις, ἢ ἑτέρωθεν μεταλαμβάνεσθαι. ἀλλ’ εἰ μεταλαμβάνεται, παντί που δῆλον, ὡς, ὅτ’ εἶχον κατὰ φύσιν, πνεῦμα μόνον ἐν αὐταῖς περιείχετο. εἰ δὲ τοῦτο, ἐν ταῖς τρώσεσιν ἐχρῆν1 πρότερον τοῦ αἵματος ἐκκενούμενον φαίνεσθαι τὸ πνεῦμα. οὐχὶ δέ γε φαίνεται· οὐκ οὖν οὐδὲ μόνον ἔμπροσθεν περιείχετο. καὶ διὰ βραχυτέρου δ’ ἂν λόγου ταὐτὸν ἀποδειχθείη τόνδε τὸν τρόπον. εἰ τιτρωσκομένων ἀρτηριῶν αἷμα παραχρῆμα φαίνεται κενούμενον, ἦν ἄρα ἐν ἀρτηρίαις αἷμα καὶ πρὸ τοῦ τρωθῆναι. δῆλον γὰρ, ὡς ἐν τούτῳ τῷ λόγῳ τὸ παραχρῆμα προκείμενον ἀληθῆ ποιεῖ τὴν τοῦ ἑπομένου τῷ συνημμένῳ πρὸς τὸ ἡγούμενον ἀκολουθίαν.2 ἁπλῶς μὲν γὰρ ῥηθὲν χωρὶς τοῦ παραχρῆμα τόνδε τὸν τρόπον, εἰ τιτρωσκομένων ἀρτηριῶν αἷμα φαίνεται κενούμενον, ἑπόμενον ἕξει τὸ κατ’ ἀρχὰς εὐθὺς ῥηθὲν, τὸ, ἤτοι καὶ πρόσθεν ἐν αὐταῖς περιείχετο, ἢ νῦν μεταλαμβάνεται· προσκειμένου δὲ τοῦ παραχρῆμα, τὸ ἑπόμενον ἦν ἐν ἀρτηρίαις αἷμα καὶ πρὸ τοῦ τρωθῆναι, συνθέτου δηλονότι τοῦ παντὸς λόγου γιγνομένου τόνδε τὸν τρόπον. εἰ τιτρωσκομένων ἀρτηριῶν φαίνεται κενούμενον αἷμα, ἤτοι ἐν αὐταῖς περιείχετο ταῖς ἀρτηρίαις· ἢ ἑτέρωθεν μεταλαμβάνεται· ἀλλὰ μὴν τιτρωσκομένων τῶν ἀρτηριῶν φαίνεται κενούμενον αἷμα, οὐ μεταλαμβάνεται, ὡς δείξομεν· ἐν αὐταῖς ἄρα ταῖς ἀρτηρίαις περιείχετο. πῶς οὖν, ὅτι μὴ μεταλαμβάνεται; ἐφαίνετο δήπου πρὸ αὐτοῦ κενούμενον πνεῦμα; ἀλλὰ μὴν οὐ φαίνεται· οὐκ ἄρα μεταλαμβάνεται. ἀρκεῖ τοῦτο εἰς ἀπόδειξιν τοῖς μήθ’ αἱρέσει τινὶ προκατειλημμένοις, μήτ’ ἀγνοοῦσιν ἀληθεῖς λόγους διακρίνειν ψευδῶν. ἐπεὶ δ’ οὐ πάντες τοιοῦτοι. πλειόνων ἴσως πρὸς ἐκείνους δεήσει λόγων. ἀντιλαμβάνονται γοῦν οἱ περὶ τὸν Ἐρασίστρατον ψεῦδος εἶναι φάσκοντες τὸ συνημμένον. οὐ γὰρ ἀληθὲς ὑπάρχειν φασὶ τὸ, εἰ μεταλαμβάνεται, πρὸ αὐτοῦ κενούμενον πνεῦμα· δύναται γὰρ κενοῦσθαι μὲν, μὴ φαίνεσθαι δὲ, λεπτομερὲς ὂν καὶ κοῦφον, καὶ διὰ τοῦτο ῥᾳδίως ἐκπεμπόμενον. ἀναγκαῖον οὖν αὖθις ἡμῖν δεικνύειν, ὡς οὐκ ἂν λάθοι.3 πῶς οὖν ἀποδείκνυμεν; πολυειδῶς μὲν, ὡς δ’ ἂν καὶ σαφεῖς γίνωνται οἱ λόγοι, καὶ τάξει προΐωσιν, ἀναγκαῖον αὐτοὺς ἐκείνους ἐρέσθαι, πῶς ἐκκενοῦσθαι θέλουσι τὸ πνεῦμα, πότερον ἐξ ἑαυτοῦ φερόμενον, ἢ πρὸς ἑτέρου τινὸς ὠθούμενον. ἀποκρινοῦνται δὲ οὐχ ὡσαύτως ἅπαντες, ἀλλ’ οἱ μὲν ἐξ ἑαυτοῦ φέρεσθαί φασιν, οἱ δὲ ἀπὸ τῆς καρδίας ὠθεῖσθαι. καὶ τοίνυν καὶ ἡμῖν ἑκατέροις ἐν μέρει δεικτέον ἐστὶν, ὡς ἀδύνατα λέγουσιν.

盖伦:论动脉中在自然状态下是否含有血液 因为当任何动脉受损时,都可以看到血液流出,所以必然存在两种情况之一:要么血液本就包含在这些动脉之中,要么它是从别处转移而来的。但是,如果是转移而来的,那么对任何人来说显然都是,当它们处于自然状态时,其中只含有精气。如果真是这样,在受伤时,应当看到精气在血液之前先流出。然而实际上并没有看到。因此,之前也并非只含有精气。而且,通过一个更简短的论证,也可以用以下方式证明同样的事实。如果当动脉受损时,看到血液立即流出,那么在受损之前,动脉中显然就已经有血液了。因为很明显,在这个论证中,“立即”这一前提使得条件句中后件对前件的伴随关系成为真。因为如果简单地不说“立即”而这样说:“如果动脉受损时,看到血液流出”,那么它将以最开始直接说的那句话作为后件,即:“要么以前它就包含在它们之中,要么现在是转移而来的”;而当加上“立即”时,其后件则是“在受损之前,动脉中就已经有血液了”,显然整个论证是以如下方式复合而成的:“如果动脉受损时,看到血液流出,要么它本就包含在动脉之中,要么是从别处转移而来的;但事实上,当动脉受损时,看到血液流出,而且它并不是转移而来的(正如我们将要证明的);因此,它本就包含在动脉之中。”那么,怎么知道它不是转移而来的呢?难道在它之前,精气流出不应该能被看到吗?然而实际上并没有看到;因此,它并不是转移而来的。对于那些既不被任何学派的偏见所左右、又非不知道如何区分真伪论证的人来说,这已足以作为证明。但由于并非所有人都是如此,对他们或许需要更多的论证。无论如何,埃拉西斯特拉托斯学派的人出来反对,声称该条件句是假的。因为他们说,“如果是转移而来的,精气就会在其之前流出”这一说法并不真实;因为精气由于其微细且轻,完全可能流出却不被看到,并且因此很容易被排出。所以,我们有必要再次证明它不可能不被察觉。那么,我们该如何证明呢?虽然方法有多种,但为了使论证变得清晰且按顺序进行,必须询问他们自己:他们主张精气是如何流出的,是凭其自身运动,还是被其他某种力量所推动。他们不会做出同样的回答,而是有些人会说它凭自身运动,有些人会说它是被心脏推动的。因此,我们也必须轮流向这两方证明,他们所说的话都是不可能的。

语法注3 条
  1. 1ἐχρῆν

    表示义务或适宜性的无人称动词未完成过去时,此处不带 ἄν,用以表达与过去事实相反的虚拟语气(即“本应看到精气先流出,但实际上并未看到”)。

  2. 1τὴν τοῦ ἑπομένου τῷ συνημμένῳ πρὸς τὸ ἡγούμενον ἀκολουθίαν

    斯多葛学派逻辑学术语。συνημμένον 指“条件句”,ἡγούμενον 指“前件”,ἑπόμενον 指“后件”,ἀκολουθία 指“推论/伴随关系”。在结构上,τῷ συνημμένῳ 修饰 ἀκολουθίαν,而 τοῦ ἑπομένου πρὸς τὸ ἡγούμενον(后件对前件的)进一步限制该伴随关系。

  3. 1ὡς οὐκ ἂν λάθοι

    动词 λανθάνω(未被察觉、隐藏)与 ἄν 及祈愿时连用,表示潜在可能性的否定(“绝不可能不被察觉”)。主语是前文省略的 πνεῦμα(精气)。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文无修订urn:cts:greekLit:tlg0057.tlg023.humanitext-grc1:1