- 底本
- Galen. Claudii Galeni Opera Omnia, Volume 1. Kühn, Karl Gottlob, editor. Leipzig: Knobloch, 1821.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0057.tlg004.humanitext-grc1:8#1
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
经验主义医生走上前反驳循法派,通过疯狗咬伤的病例证明探究前因的重要性。他进一步结合年龄对放血疗法的影响以及希波克拉底关于季节用药的论述,阐明观察现象才是最首要的任务。
Παρίτω δ’ ἐπ’ αὐτῷ δεύτερος ὁ ἐμπειρικὸς, ᾧδέ πως λέγων· Ἐγὼ τῶν φαινομένων πλέον οὐδὲν οἶδα, οὐδὲ ἐπαγγέλλομαί τι σοφώτερον, ὧν πολλάκις ἐθεασάμην. εἰ μὲν δὴ ἀτιμάζοις1 τὸ φαινόμενον, ὥσπερ τινὸς ἔμπροσθεν ἀκοῦσαί μοι δοκῶ σοφιστοῦ, καὶ ἡμῖν ὥρα πρὸς τοὺς τιμῶντας αὐτὸ τὸ φαινόμενον ἀπαλλάττεσθαι, οὐδ’ ἂν ἤδη νικῴης νίκην Καδμείαν. εἰ δ’, ὥσπερ καὶ κατ’ ἀρχὰς ἤκουσά σου, τὸ μὲν ἄδηλον ἅπαν ἄχρηστον εἶναι φάσκοντος, ἕπεσθαι δ’ ὁμολογοῦντος τοῖς ἐναργέσι, τάχα ἄν σοι δείξαιμι τὸ παρορώμενον, ὑπομνήσας τοῦ φαινομένου. δηχθέντες ὑπὸ κυνὸς λυττῶντος ἄνθρωποι δύο πρὸς τοὺς συνήθεις ἰατροὺς ἐπορεύθησαν ἰάσεως δεόμενοι. μικρὸν δ’ ἦν ἑκατέρων τὸ ἕλκος, ὡς μηδὲ τὸ δέρμα πᾶν διηρῆσθαι. καὶ τὴν θεραπείαν ὁ μὲν ἕτερος αὐτῶν ἐποιεῖτο τοῦ ἕλκους μόνον, μηδὲν ἄλλο πολυπραγμονῶν, καὶ ὀλίγων γε ἡμερῶν ὑγιὲς ἀπέφηνε τὸ μέρος. ὁ δὲ ἕτερος, ἐπειδὴ λυττᾷν ἔγνω τὸν κύνα, τοσοῦτον ἀπέδει τοῦ2 σπεύδειν εἰς οὐλὴν ἄγειν τὸ ἕλκος, ὥστε αὐτὸ τοὐναντίον ἀεὶ καὶ μᾶλλον εἰργάζετο μεῖζον, ἰσχυροῖς τε καὶ δριμέσι χρώμενος φαρμάκοις ἕως χρόνου συχνοῦ, καὶ πίνειν προσηνάγκαζεν αὐτὸν ἐν τῷ χρόνῳ τούτῳ φάρμακα, καὶ λύττης ἰάματα, ὡς ἔφασκεν αὐτός. καὶ δὴ καὶ οὕτως ἐτελεύτα τὸ συμβὰν ἀμφοτέροις. ὁ μὲν ἐσώθη τε καὶ ὑγιὴς ἐγένετο, ὁ πίνων τὰ φάρμακα· ὁ δὲ ἕτερος, οὐδὲν ἔχειν οἰόμενος κακὸν, ἐξαίφνης ἔδεισέ τε τὸ ὕδωρ, καὶ σπασθεὶς ἀπέθανεν. ἆρά σοι δοκεῖ μάτην τὸ προκαταρκτικὸν αἴτιον ἐν τούτοις ἐρευνᾶσθαι; ἢ δι’ ἄλλο τι ἀπέθανεν ὁ ἄνθρωπος, πλὴν διὰ τὴν ὀλιγωρίαν τοῦ ἰατροῦ, μήτε πυνθανομένου περὶ τῆς αἰτίας μηδὲν, μήτε τὴν τετηρημένην ἐπ’ αὐτῇ θεραπείαν παραλαβόντος; ἐμοὶ μὲν γὰρ οὐ δι’ ἄλλο τι οὐδὲν φαίνεται, ἢ διὰ τοῦτο. ἐπεὶ δὲ τῷ φαινομένῳ ἕπομαι, παρελθεῖν οὐ δύναμαι τοιοῦτον οὐδὲν αἴτιον. οὕτω δὲ καὶ ἡλικίαν οὐ δύναμαι παραδραμεῖν, οὐδὲ ἀτιμάζειν. καὶ γὰρ κᾀνταῦθ’ ἀναγκάζει με πιστεύειν τὸ φαινόμενον, τῶν αὐτῶν κατὰ πάντα παθῶν οὐ πάντη τὴν αὐτὴν θεραπείαν ἐχόντων, ἀλλ’ ἔστιν ὅτε τοσοῦτον διαφέρουσιν ἐν ταῖς διαφόροις ἡλικίαις, ὥστε μηδὲ ποσότητι μόνον, ἢ τρόπῳ βοηθημάτων διαλλάττειν, ἀλλ’ ὅλῳ τῷ γένει. πλευριτικοὺς γοῦν πολλοὺς ἀκμάζοντάς τε καὶ ἰσχυροὺς εἶδον ἐγὼ πολλάκις, καὶ ὑφ’ ἡμῶν αὐτῶν φλεβοτομουμένους, ἀλλ’ οὐδένα τῶν ἐν ἐσχάτῳ γήρᾳ, ἢ κομιδῇ σμικρὸν παῖδα· οὔθ’ ὑμεῖς ἐτολμήσατε διὰ φλεβὸς κενοῦν, οὔτ’ ἄλλος οὐδεὶς οὐδεπώποτε. τί δὲ, ὅταν Ἱπποκράτης εἴπῃ, ὑπὸ κύνα,3 καὶ πρὸ κυνὸς ἐργώδεες αἱ φαρμακεῖαι; καὶ ὅταν αὖ πάλιν, θέρεος φαρμακεύειν τὰς ἄνω, χειμῶνος δὲ τὰς κάτω; πότερον ἀληθεύειν ὑμῖν, ἢ ψεύδεσθαι δοκεῖ; καθ’ ἑκάτερον γὰρ ἀπορήσειν ὑμᾶς ἀποκρίσεως οἴομαι. ψεύδεσθαι μὲν γὰρ εἰ φαίητε, τὸ φαινόμενον ἀτιμάζετε, ὃ τιμᾷν προσποιεῖσθε. φαίνεται γὰρ οὕτως ἔχειν τἀληθὲς, ὡς Ἱπποκράτης λέγει.
且让经验主义者紧随其后,作为第二个人走上前来,大致这样说道:“我除了现象之外一无所知,也不承诺任何比我多次观察到的现象更聪明的事情。如果你确实轻视现象,就像我刚才似乎听某位诡辩家所说的那样,那么现在正是我们离去、投奔那些尊重现象本身之人的时候,而你甚至连卡德摩斯式的胜利也无法获得。但是,如果正如我起初从你那里听到的一样,你声称所有不显现之物皆无用处,并同意遵循显而易见之物,那么我或许可以通过让你回忆起现象,很快向你展示你所忽略的事情。两个被疯狗咬伤的人去拜访他们熟悉的医生,寻求治疗。他们两个人的伤口都很小,以至于连皮肤都没有完全裂开。他们中的一个人仅仅对伤口进行了治疗,没有多管闲事,在几天内就使该部位恢复了健康。至于另一个人,医生由于知道那只狗患有狂犬病,非但没有急于让伤口结痂愈合,相反却总是使伤口变得越来越大,在相当长的一段时间内使用强效且刺激性的药物,并在此期间强迫他喝下药物和所谓的狂犬病治疗剂。结果,两人最终的结局确实如此:喝药的那个人获救并康复了;而另一个人,本以为自己没有任何病痛,却突然开始怕水,并在痉挛中死去。在这些情况下,你还认为探究前因是徒劳的吗?还是说,那个人的死除了因为医生的怠慢——既不询问原因,也不采用针对该原因所观察到的治疗方法——之外,还有其他什么原因呢?因为在我看来,显然没有其他原因,唯独因为这个。既然我遵循现象,我就无法忽略任何这样的原因。同样地,我也不能忽略或轻视年龄。因为在这里,现象同样强迫我去相信:即使是各方面完全相同的病态,也并不完全具有相同的治疗方法,而是有时在不同的年龄段中差异如此之大,以至于治疗手段不仅在数量或方式上有所不同,甚至在整个属上都完全不同。总之,我经常看到许多正值壮年且强壮的侧胸膜炎患者被我们自己进行放血治疗,但从未见过处于极度暮年或极年幼的孩子被放血;你们不敢通过静脉放血,其他任何人也从未这样做过。那么,当希波克拉底说‘在犬星照耀之下,以及在犬星之前,服药净化是困难的’时,又或者当他再次说‘夏天药剂净化上部器官,冬天净化下部器官’时,你们认为他是在说真话,还是在说谎?因为我认为,无论哪种回答都会使你们陷入困境。因为如果你们说他说谎,你们就是在轻视自己假装尊重的现象。因为事实显然正如希波克拉底所说的那样。”
- 8ἀτιμάζοις
第二人称单数现在时祈愿语气。它构成了条件句(εἰ + 祈愿语气)的条件从句,并与主句中的祈愿语气加 ἄν(οὐδ’ ἂν ... νικῴης)联动,表示“如果你万一轻视”这一假设性或潜在性的让步表达。
- 8τοσοῦτον ἀπέδει τοῦ
使用非人称动词 ἀποδεῖ(缺少、不及)的惯用表达,后接属格冠词不定式(τοῦ σπεύδειν εἰς οὐλὴν ἄγειν τὸ ἕλκος),意为“离……如此之远”,即“非但没有做某事,反而……”。紧随其后的 ὥστε 从句引出其相反的结果。
- 8ὑπὸ κύνα
基于天文学和历法的时期表达。此处的 κύων(狗)指天狼星(大犬座的主星)。与介词 ὑπό 及宾格连用,指天狼星升起的时期,即“在盛夏最炎热的中伏时期”。
翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(1 处,最近 2026-09-21)
- 2026-09-21 AI校阅 — 注 1 处
