← 士麦那的彼翁

残篇

§4.1-4.16

少年捕鸟人与老农对厄洛斯的告诫

年轻的捕鸟人将厄洛斯误认为大鸟试图捕捉却无功而返,便向传授其捕鸟技艺的老农诉说;老人告诫他此鸟凶险,莫去招惹,并预言其成年后爱神自会落上其头顶。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
1

Ἰξευτὰς ἔτι κῶρος ἐν ἄλσεϊ δενδράεντι

一个仍是少年的捕鸟人,在树木茂密的树林中

ὄρνεα θηρεύων τὸν ἀπότροπον εἶδεν Ἔρωτα

猎鸟时,看见那可恶的厄洛斯

ἑσδόμενον πύξοιο ποτὶ κλάδον· ὡς δ’ ἐνόησε,

正栖息在黄杨木的枝头;他一发觉,

χαίρων ὥνεκα δὴ μέγα φαίνετο τὤρνεον αὐτῷ,

便欢喜起来,因为那只鸟在他看来着实硕大,

5

τὼς καλάμως ἅμα πάντας ἐπ’ ἀλλάλοισι συνάπτων

于是将所有芦竿一一接合在一起,

τᾷ καὶ τᾷ τὸν Ἔρωτα μετάλμενον ἀμφεδόκευε.

密切窥伺着到处跳跃的厄洛斯。

χὠ παῖς ἀσχαλάων, ὅκα οἱ τέλος οὐδὲν ἀπάντη,

但少年因毫无所获而焦躁起来,

τὼς καλάμως ῥίψας ποτ’ ἀροτρέα πρέσβυν ἵκανεν,

扔下芦竿,走向一位年老的农夫,

ὅς νιν τάνδε τέχναν ἐδιδάξατο,1 καὶ λέγεν αὐτῷ,

这位老人曾传授他这一技艺;少年向他诉说,

10

καί οἱ δεῖξεν Ἔρωτα καθήμενον. αὐτὰρ ὁ πρέσβυς

并指给他看正坐着的厄洛斯。然而老人

μειδιάων κίνησε κάρη καὶ ἀμείβετο παῖδα·

微笑着摇了摇头,回答少年道:

φείδεο τᾶς θήρας, μηδ’ ἐς τόδε τὤρνεον ἔρχευ.

“放弃这场捕猎吧,莫要走近这只鸟。

φεῦγε μακράν. κακόν ἐστι τὸ θηρίον. ὄλβιος ἐσσῇ,

远远逃开去。它是一头凶恶的野兽。

εἰσόκα μή νιν ἕλῃς·2 ἢν δ’ ἀνέρος ἐς μέτρον ἔλθῃς,

只要你未曾抓到它, 你便是幸福的;可一旦你步入成年之岁,

15

οὗτος ὁ νῦν φεύγων καὶ ἀπάλμενος αὐτὸς ἀφ’ αὑτῶ

这当下逃窜、跳跃避开的家伙,便会自发

ἐλθὼν ἐξαπίνας κεφαλὰν ἔπι σεῖο καθιξεῖ.3

骤然降临,栖落在你的头上。”

语法注3 条
  1. 4.9ἐδιδάξατο

    动词 διδάσκω 的中动语态不定过去时。在普通古典散文中,该词中动常表使役(“使……受教”),但在此处希腊化诗歌中直接等同于主动态 ἐδίδαξε(“教导”),后接双宾格:νιν(少年)与 τάνδε τέχναν(该项技艺)。

  2. 4.14εἰσόκα μή νιν ἕλῃς

    连词 εἰσόκα(多利斯方言,相当于 εἰσόκε / εἰς ὅ κεν,“直到……”)与否定词 μή 及虚拟语气 ἕλῃς 搭配,意为“只要你尚未抓住他”(字面为“直到你未抓到他之时”)。

  3. 4.16κεφαλὰν ἔπι σεῖο καθιξεῖ

    介词 ἔπι 位于其名词 κεφαλὰν 之后(倒置重音 anastrophe),常规语序为 ἐπὶ κεφαλάν σεῖο。ἔπι 支配表示趋向终点的宾格 κεφαλὰν(“到头上”),σεῖο 为第二人称单数属格的多利斯方言形式(相当于 σοῦ),修饰 κεφαλὰν。动词 καθιξεῖ 是 καθίζω 的多利斯方言将来时第三人称单数。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0036.tlg003.humanitext-grc2:4.1-4.16